by Epictetus
[50] ἴδε κυνικαὶ φωναί, ἴδε χαρακτήρ, ἴδ᾽ ἐπιβολή. οὔ: ἀλλὰ πηρίδιον καὶ ξύλον καὶ γνάθοι μεγάλαι: καταφαγεῖν πᾶν ὃ εἂν δῷς ἢ ἀποθησαυρίσαι ἢ τοῖς ἀπαντῶσι λοιδορεῖσθαι ἀκαίρως ἢ καλὸν τὸν ὦμον δεικνύειν. [51] τηλικούτῳ πράγματι ὁρᾷς πῶς μέλλεις ἐγχειρεῖν; ἔσοπτρον πρῶτον λάβε, ἴδε σου τοὺς ὤμους, κατάμαθε τὴν ὀσφύν, τοὺς μηρούς. Ὀλύμπια μέλλεις ἀπογράφεσθαι, ἄνθρωπε, οὐχί τινά ποτε ἀγῶνα ψυχρὸν καὶ ταλαίπωρον. [52] οὐκ ἔστιν ἐν Ὀλυμπίοις νικηθῆναι μόνον καὶ ἐξελθεῖν, ἀλλὰ πρῶτον μὲν ὅλης τῆς οἰκουμένης βλεπούσης δεῖ ἀσχημονῆσαι, οὐχὶ Ἀθηναίων μόνον ἢ Λακεδαιμονίων ἢ Νικοπολιτῶν, εἶτα καὶ δέρεσθαι δεῖ τὸν εἰκῇ ἐξελθόντα, πρὸ δὲ τοῦ δαρῆναι διψῆσαι, καυματισθῆναι, πολλὴν ἁφὴν καταπιεῖν.
[53] βούλευσαι ἐπιμελέστερον, γνῶθι σαυτόν, ἀνάκρινον τὸ δαιμόνιον, δίχα θεοῦ μὴ ἐπιχειρήσῃς. ἂν γὰρ συμβουλεύσῃ, ἴσθι ὅτι μέγαν σε θέλει γενέσθαι ἢ πολλὰς πληγὰς λαβεῖν. [54] καὶ γὰρ τοῦτο λίαν κομψὸν τῷ Κυνικῷ παραπέπλεκται: δέρεσθαι αὐτὸν δεῖ ὡς ὄνον καὶ δερόμενον φιλεῖν αὐτοὺς τοὺς δέροντας ὡς πατέρα πάντων, ὡς ἀδελφόν. [55] οὔ: ἀλλ᾽ ἄν τίς σε δέρῃ, κραύγαζε στὰς ἐν τῷ μέσῳ ‘ὦ Καῖσαρ, ἐν τῇ σῇ εἰρήνῃ οἷα πάσχω; ἄγωμεν ἐπὶ τὸν ἀνθύπατον.’ [56] Κυνικῷ δὲ Καῖσαρ τί ἐστιν ἢ ἀνθύπατος ἢ ἄλλος ἢ ὁ καταπεπομφὼς αὐτὸν καὶ ᾧ λατρεύει, ὁ Ζεύς; ἄλλον τινὰ ἐπικαλεῖται ἢ ἐκεῖνον; οὐ πέπεισται δ᾽, ὅ τι ἂν πάσχῃ τούτων, ὅτι ἐκεῖνος αὐτὸν γυμνάζει; [57] ἀλλ᾽ ὁ μὲν Ἡρακλῆς ὑπὸ Εὐρυσθέως γυμναζόμενος οὐκ ἐνόμιζεν ἄθλιος εἶναι, ἀλλ᾽ ἀόκνως ἐπετέλει πάντα τὰ προσταττόμενα: οὗτος δ᾽ ὑπὸ τοῦ Διὸς ἀθλούμενος καὶ γυμναζόμενος μέλλει κεκραγέναι καὶ ἀγανακτεῖν, ἄξιος φορεῖν τὸ σκῆπτρον τὸ Διογένους; ἄκουε, τί λέγει ἐκεῖνος πυρέσσων πρὸς τοὺς παριόντας: [58] ‘κακαί,’ ἔφη, ‘κεφαλαί, οὐ μενεῖτε; ἀλλ᾽ ἀθλητῶν μὲν ὄλεθρον ἢ μάχην ὀψόμενοι ἄπιτε ὁδὸν τοσαύτην εἰς Ὀλυμπίαν: πυρετοῦ δὲ καὶ ἀνθρώπου μάχην ἰδεῖν οὐ βούλεσθε;’ [59] ταχύ γ᾽ ἂν ὁ τοιοῦτος ἐνεκάλεσεν τῷ θεῷ καταπεπομφότι αὐτὸν ὡς παρ᾽ ἀξίαν αὐτῷ χρωμένῳ, ὅς γε ἐνεκαλλωπίζετο ταῖς περιστάσεσι καὶ θέαμα εἶναι ἠξίου τῶν παριόντων. ἐπὶ τίνι γὰρ ἐγκαλέσει; ὅτι εὐσχημονεῖ; ὅτί κατηγορεῖ; ὅτι λαμπροτέραν ἐπιδείκνυται τὴν ἀρετὴν τὴν ἑαυτοῦ; [60] ἄγε, περὶ πενίας δὲ τί λέγει, περὶ θανάτου, περὶ πόνου; πῶς συνέκρινεν τὴν εὐδαιμονίαν τὴν αὑτοῦ τῇ μεγάλου βασιλέως; [61] μᾶλλον δ᾽ οὐδὲ συγκριτὸν ᾤετο εἶναι. ὅπου γὰρ ταραχαὶ καὶ λῦπαι καὶ φόβοι καὶ ὀρέξεις ἀτελεῖς καὶ ἐκκλίσεις περιπίπτουσαι καὶ φθόνοι καὶ ζηλοτυπίαι, ποῦ ἐκεῖ πάροδος εὐδαιμονίας; ὅπου δ᾽ ἂν ᾖ σαπρὰ δόγματα, ἐκεῖ πάντα ταῦτα εἶναι ἀνάγκη.
[62] πυθομένου δὲ τοῦ νεανίσκου, εἰ νοσήσας ἀξιοῦντος φίλου πρὸς αὐτὸν ἐλθεῖν ὥστε νοσοκομηθῆναι ὑπακούσει, Ποῦ δὲ φίλον μοι δώσεις Κυνικοῦ; [63] ἔφη. δεῖ γὰρ αὐτὸν ἄλλον εἶναι τοιοῦτον, ἵν᾽ ἄξιος ᾖ φίλος αὐτοῦ ἀριθμεῖσθαι. κοινωνὸν αὐτὸν εἶναι δεῖ τοῦ σκήπτρου καὶ τῆς βασιλείας καὶ διάκονον ἄξιον, εἰ μέλλει φιλίας ἀξιωθήσεσθαι, ὡς Διογένης Ἀντισθένους ἐγένετο, ὡς Κράτης Διογένους. [64] ἢ δοκεῖ σοι, ὅτι, ἂν χαίρειν αὐτῷ λέγῃ προσερχόμενος, φίλος ἐστὶν αὐτοῦ κἀκεῖνος αὐτὸν ἄξιον ἡγήσεται τοῦ πρὸς αὐτὸν εἰσελθεῖν; [65] ὥστε ἄν σοι δοκῇ καὶ ἐνθυμηθῇς τι τοιοῦτον, κοπρίαν μᾶλλον περιβλέπου κομψήν, ἐν ᾗ πυρέξεις, ἀποσκέπουσαν τὸν βορέαν, ἵνα μὴ περιψυγῇς. [66] σὺ δέ μοι δοκεῖς θέλειν εἰς οἶκόν τινος ἀπελθὼν διὰ χρόνου χορτασθῆναι. τί οὖν σοι καὶ ἐπιχειρεῖν πράγματι τηλικούτῳ;
[67] γάμος δ᾽, ἔφη, καὶ παῖδες προηγουμένως παραληφθήσονται ὑπὸ τοῦ Κυνικοῦ; — ἄν μοι σοφῶν, ἔφη, δῷς πόλιν, τάχα μὲν οὐδ᾽ ἥξει τις ῥᾳδίως ἐπὶ τὸ κυνίζειν. τίνων γὰρ ἕνεκα ἀναδέξηται ταύτην τὴν διεξαγωγήν; ὅμως δ᾽ ἂν ὑποθώμεθα, [68] οὐδὲν κωλύσει καὶ γῆμαι αὐτὸν καὶ παιδοποιήσασθαι. καὶ γὰρ ἡ γυνὴ αὐτοῦ ἔσται ἄλλη τοιαύτη καὶ ὁ πενθερὸς ἄλλος τοιοῦτος καὶ τὰ παιδία οὕτως ἀνατραφήσεται. [69] τοιαύτης δ᾽ οὔσης καταστάσεως, οἵα νῦν ἐστιν, ὡς ἐν παρατάξει, μή ποτ᾽ ἀπερίσπαστον εἶναι δεῖ τὸν Κυνικόν, ὅλον πρὸς τῇ διακονίᾳ τοῦ θεοῦ, ἐπιφοιτᾶν ἀνθρώποις δυνάμενον, οὐ προσδεδεμένον καθήκουσιν ἰδιωτικοῖς οὐδ᾽ ἐμπεπλεγμένον σχέσεσιν, ἃς παραβαίνων οὐκέτι σώσει τὸ τοῦ καλοῦ καὶ ἀγαθοῦ πρόσωπον, τηρῶν δ᾽ ἀπολεῖ τὸν ἄγγελον καὶ κατάσκοπον καὶ κήρυκα τῶν θεῶν; [70] ὅρα γάρ, ὅτι αὐτὸν ἀποδεικνύναι δεῖ τινα τῷ πενθερῷ, ἀποδιδόναι τοῖς ἄλλοις συγγενέσι τῆς γυναικός, αὐτῇ τῇ γυναικί: εἰς νοσοκομίας λοιπὸν ἐκκλείεται, εἰς πορισμόν. [71] ἵνα τἆλλα ἀφῶ, δεῖ αὐτὸν κουκκούμιον, ὅπου θερμὸν ποιήσει τῷ παιδίῳ, ἵν᾽ αὐτὸ λούσῃ εἰς σκάφην: ἐρίδια τεκούσῃ τῇ γυναικί, ἔλαιον, κραβάττιον, ποτήριον (γίνεται ἤδη πλείω σκευάρια) [72] : τὴν ἄλλην ἀσχολίαν, τὸν περισπασμόν. ποῦ μοι λοιπὸν ἐκεῖνος ὁ βασιλεὺς ὁ τοῖς κοινοῖς προσευκαιρῶν,
ᾧ λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν:
ὃν δεῖ τοὺς ἄλλους ἐπισκοπεῖν, τοὺς γεγαμηκότας, τοὺς πεπαιδοποιημένους, τίς καλῶς χρῆται τῇ αὑτοῦ γυναικί, τίς κακῶ
ς, τίς διαφέρεται, ποία οἰκία εὐσταθεῖ, ποία οὔ, ὡς ἰατρὸν περιερχόμενον καὶ τῶν σφυγμῶν ἁπτόμενον; [73] ‘σὺ πυρέττεις, σὺ κεφαλαλγεῖς, σὺ ποδαγρᾷς: σὺ ἀνάτεινον, σὺ φάγε, σὺ ἀλούτησον: σὲ δεῖ τμηθῆναι, σὲ δεῖ καυθῆναι.’ [74] ποῦ σχολὴ τῷ εἰς τὰ ἰδιωτικὰ καθήκοντα ἐνδεδεμένῳ; οὐ δεῖ αὐτὸν πορίσαι ἱματίδια τοῖς παιδίοις; ἄγε, πρὸς γραμματιστὴν ἀποστεῖλαι πινακίδια ἔχοντα, γραφεῖα, τιτλάρια, καὶ τούτοις κραβάττιον ἑτοιμάσαι; οὐ γὰρ ἐκ τῆς κοιλίας ἐξελθόντα δύναται Κυνικὰ εἶναι: εἰ δὲ μή, κρεῖσσον ἦν αὐτὰ γενόμενα ῥῖψαι ἢ οὕτως ἀποκτεῖναι. [75] σκόπει, ποῦ κατάγομεν τὸν Κυνικόν, πῶς αὐτοῦ τὴν βασιλείαν ἀφαιρούμεθα. [76] — ναί: ἀλλὰ Κράτης ἔγημεν. — περίστασίν μοι λέγεις ἐξ ἔρωτος γενομένην καὶ γυναῖκα τιθεῖς ἄλλον Κράτητα. ἡμεῖς δὲ περὶ τῶν κοινῶν γάμων καὶ ἀπεριστάτων ζητοῦμεν καὶ οὕτως ζητοῦντες οὐχ εὑρίσκομεν ἐν ταύτῃ τῇ καταστάσει προηγούμενον τῷ Κυνικῷ τὸ πρᾶγμα.
πῶς οὖν ἔτι, φησίν, διασώσει τὴν κοινωνίαν; [77] — τὸν θεόν σοι: μείζονα δ᾽ εὐεργετοῦσιν ἀνθρώπους οἱ ἢ δύο ἢ τρία κακόρυγχα παιδία ἀνθ᾽ αὑτῶν εἰσάγοντες ἢ οἱ ἐπισκοποῦντες πάντας κατὰ δύναμιν ἀνθρώπους, τί ποιοῦσιν, πῶς διάγουσιν, τίνος ἐπιμελοῦνται, τίνος ἀμελοῦσι παρὰ τὸ προσῆκον; [78] καὶ Θηβαίους μείζονα ὠφέλησαν ὅσοι τεκνία αὐτοῖς κατέλιπον Ἐπαμινώνδου τοῦ ἀτέκνου ἀποθανόντος; καὶ Ὁμήρου πλείονα τῇ κοινωνίᾳ συνεβάλετο Πρίαμος ὁ πεντήκοντα γεννήσας περικαθάρματα ἢ Δαναὸς ἢ Αἴολος; [79] εἶτα στρατηγία μὲν ἢ σύνταγμά τινα ἀπείρξει γάμου ἢ παιδοποιίας καὶ οὐ δόξει οὗτος ἀντ᾽ οὐδενὸς ἠλλάχθαι τὴν ἀτεκνίαν, ἡ δὲ τοῦ Κυνικοῦ βασιλεία οὐκ ἔσται ἀνταξία; [80] μήποτε οὐκ αἰσθανόμεθα τοῦ μεγέθους αὐτοῦ οὐδὲ φανταζόμεθα κατ᾽ ἀξίαν τὸν χαρακτῆρα τὸν Διογένους, ἀλλ᾽ εἰς τοὺς νῦν ἀποβλέπομεν, τοὺς τραπεζῆας πυλαωρούς, οἳ οὐδὲν μιμοῦνται ἐκείνους ἢ εἴ ὅτι ἄρα πόρδωνες γίνονται, ἄλλο δ᾽ οὐδέν; [81] ἐπεὶ οὐκ ἂν ἡμᾶς ἐκίνει ταῦτα οὐδ᾽ ἂν ἐπεθαυμάζομεν, εἰ μὴ γαμήσει ἢ παιδοποιήσεται. ἄνθρωπε, πάντας ἀνθρώπους πεπαιδοποίηται, τοὺς ἄνδρας υἱοὺς ἔχει, τὰς γυναῖκας θυγατέρας: πᾶσιν οὕτως προσέρχεται, οὕτως πάντων κήδεται. [82] ἢ σὺ δοκεῖς ὑπὸ περιεργίας λοιδορεῖσθαι τοῖς ἀπαντῶσιν; ὡς πατὴρ αὐτὸ ποιεῖ, ὡς ἀδελφὸς καὶ τοῦ κοινοῦ πατρὸς ὑπηρέτης τοῦ Διός.
[83] ἄν σοι δόξῃ, πυθοῦ μου καὶ εἰ πολιτεύσεται. σαννίων, μείζονα πολιτείαν ζητεῖς, ἧς πολιτεύσεται; [84] ἢ ἐν Ἀθηναίοις παρελθὼν ἐρεῖ τις περὶ προσόδων ἢ πόρων, ὃν δεῖ πᾶσιν ἀνθρώποις διαλέγεσθαι, ἐπίσης μὲν Ἀθηναίοις, ἐπίσης δὲ Κορινθίοις, ἐπίσης δὲ Ῥωμαίοις οὐ περὶ πόρων οὐδὲ περὶ προσόδων οὐδὲ περὶ εἰρήνης ἢ πολέμου, ἀλλὰ περὶ εὐδαιμονίας ἢ καὶ κακοδαιμονίας, περὶ εὐτυχίας καὶ δυστυχίας, περὶ δουλείας καὶ ἐλευθερίας; [85] τηλικαύτην πολιτείαν πολιτευομένου ἀνθρώπου σύ μου πυνθάνῃ εἰ πολιτεύσεται; πυθοῦ μου καί, εἰ ἄρξει: πάλιν ἐρῶ σοι: μωρέ, ποίαν ἀρχὴν μείζονα, ἧς ἄρχει;
[86] χρεία μέντοι καὶ σώματος ποιοῦ τῷ τοιούτῳ. ἐπεί τοι ἂν φθισικὸς προέρχηται, λεπτὸς καὶ ὠχρός, οὐκέτι ὁμοίαν ἔμφασιν ἡ μαρτυρία αὐτοῦ ἔχει. [87] δεῖ γὰρ αὐτὸν οὐ μόνον τὰ τῆς ψυχῆς ἐπιδεικνύοντα παριστάνειν τοῖς ἰδιώταις ὅτι ἐνδέχεται δίχα τῶν θαυμαζομένων εἶναι ὑπ᾽ αὐτῶν καλὸν καὶ ἀγαθόν, ἀλλὰ καὶ διὰ τοῦ σώματος ἐνδείκνυσθαι, ὅτι ἡ ἀφελὴς καὶ λιτὴ καὶ ὕπαιθρος δίαιτα οὐδὲ τὸ σῶμα λυμαίνεται: [88] ‘ἰδοὺ καὶ τούτου μάρτυς εἰμὶ ἐγὼ καὶ τὸ σῶμα τὸ ἐμόν.’ ὡς Διογένης ἐποίει: στίλβων γὰρ περιήρχετο καὶ κατ᾽ αὐτὸ τὸ σῶμα ἐπέστρεφε τοὺς πολλούς. [89] ἐλεούμενος δὲ Κυνικὸς ἐπαίτης δοκεῖ: πάντες ἀποστρέφονται, πάντες προσκόπτουσιν. οὐδὲ γὰρ ῥυπαρὸν αὐτὸν δεῖ φαίνεσθαι, ὡς μηδὲ κατὰ τοῦτο τοὺς ἀνθρώπους ἀποσοβεῖν, ἀλλ᾽ αὐτὸν τὸν αὐχμὸν αὐτοῦ δεῖ καθαρὸν εἶναι καὶ ἀγωγόν. [90]
δεῖ δὲ καὶ χάριν πολλὴν προσεῖναι φυσικὴν τῷ Κυνικῷ καὶ ὀξύτητα (εἰ δὲ μή, μύξα γίνεται, ἄλλο δ᾽ οὐδέν), ἵνα ἑτοίμως δύνηται καὶ παρακειμένως πρὸς τὰ ἐμπίπτοντα ἀπαντᾶν. [91] ὡς Διογένης πρὸς τὸν εἰπόντα ‘σὺ εἶ ὁ Διογένης ὁ μὴ οἰόμενος εἶναι θεούς;’ ‘καὶ πῶς,’ ἔφη, ‘σὲ θεοῖς ἐχθρὸν νομίζων;’ [92] πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
ἔνυπνος ἔτι ὢν ἀπήντησεν
ᾧ λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν.
[93] πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώτερον εἶναι τοῦ ἡλίου: εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις. [94] ὅρα γάρ, οἷόν ἐστιν. τοῖς βασιλεῦσι τούτοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρτάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς, τῷ Κυνικῷ ἀντὶ τῶν ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν ταύτην παραδίδωσιν. [95] ὅταν ἴδῃς, ὅτι ὑπερηγρύπνηκεν ὑπὲρ ἀνθρώπων καὶ πεπόνηκεν καὶ καθαρὸς μὲν κεκοίμηται, καθαρώτερον δ᾽ αὐτὸν ἔτι ὁ ὕπνος ἀφῆκεν, ἐντεθύμηται δ᾽, ὅσα ἐντεθύμηται ὡς φίλος τοῖς θεο�
��ς, ὡς ὑπηρέτης, ὡς μετέχων τῆς ἀρχῆς τοῦ Διός, πανταχοῦ δ᾽ αὐτῷ πρόχειρον τὸ
ἄγου δέ μ᾽ ὦ Ζεῦ καὶ σύ γ᾽ ἡ Πεπρωμένη,
καὶ ὅτι εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω: [96] διὰ τί μὴ θαρρήσῃ παρρησιάζεσθαι πρὸς τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ, πρὸς τὰ τέκνα, ἁπλῶς πρὸς τοὺς συγγενεῖς; [97] διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος: οὐ γὰρ τὰ ἀλλότρια πολυπραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ. [98] ἐὰν δ᾽ ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι: οὐ θέλεις μᾶλλον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο ὃ κέκλοφας; τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις; [99] τίς γὰρ εἶ; ὁ ταῦρος εἶ ἢ ἡ βασίλισσα τῶν μελισσῶν; δεῖξόν μοι τὰ σύμβολα τῆς ἡγεμονίας, οἷα ἐκείνη ἐκ φύσεως ἔχει. εἰ δὲ κηφὴν εἶ ἐπιδικαζόμενος τῆς βασιλείας τῶν μελισσῶν, οὐ δοκεῖς ὅτι καὶ σὲ καταβαλλοῦσιν οἱ συμπολιτευόμενοι, ὡς αἱ μέλισσαι τοὺς κηφῆνας; [100]