ἐλθέμεναι: τοὶ δ᾽ ὦκα συναγρόμενοι πεπίθοντο
ἄνδρες ἀριστῆες, καίπερ πάρος οὐκ ἐθέλοντες
165 στήμεναι ἄντ᾽ Ἀχιλῆος: ὁ γὰρ περιδάμνατο πάντας.
ἡ δ᾽ ἄρα κυδιάασκεν ἀάσχετον: ἕζετο δ᾽ ἵππῳ
καλῷ, ὠκυτάτῳ, τόν οἱ ἄλοχος Βορέαο
ὤπασεν Ὠρείθνια πάρος Θρῄκηνδε κιοήσῃ
ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι.
170 τῷ ῥα τόθ᾽ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα
ἐσθλὴ Πενθεσίλεια: λυγραὶ δέ μιν ὀτρύνεσκον
κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
ἐλθέμεν: ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
πολλοὶ ἕποντ᾽ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
175 ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλου, ὅς θ᾽ ἅμα πάντων
νισσομένων προθέῃσι δαημοσύνῃσι νομῆος:
ὣς ἄρα τῇ γ᾽ ἐφέποντο βίῃ μέγα μαιμώωντες
Τρῶες ἐϋσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
ἡ δ᾽ οἵη Τριτωνίς, ὅτ᾽ ἤλυθεν ἄντα Γιγάντων,
180 ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσονσα,
τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
εὔχετ᾽ ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
185 Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις:
‘κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
καὶ δ᾽ αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
190 αὐτήν θ᾽, οὕνεκ᾽ ἔοικεν ἐπουρανίῃσι θεῇσιν
ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
αἴδεσσαι δ᾽ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος:
195 αἴδεο δ᾽, ἕως ἔτι παῦροι ἀφ᾽ αἵματός εἰμεν ἀγαυοῦ
Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.’
ἦ ῥα μέγ᾽ εὐχόμενος: τῷ δ᾽ αἰετὸς ὀξὺ κεκληγὼς
ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν
200 ἐσσυμένως οἴμησεν ἀριστερός: ἀμφὶ δὲ θυμῷ
τάρβησε Πριάμοιο νόος, φάτο δ᾽ οὐκέτ᾽ ἀθρήσειν
ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν:
καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
κῆρες ὑπεκτελέειν: ὁ δ᾽ ἄρ᾽ ἄχνυτο θυμὸν ἐαγώς.
205 Ἀργεῖοι δ᾽ ἀπάνευθεν ἐθάμβεον, εὖτ᾽ ἐσίδοντο
Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τ᾽ ἐν ὄρεσσι
ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τ᾽ ἐπὶ θάμνοις
210 μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο:
καί τις ἅμ᾽ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν:
‘τίς δὴ Τρῶας ἔγειρε μεθ᾽ Ἕκτορα δῃωθέντα,
οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας ;
νῦν δ᾽ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
215 καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι:
φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
ἀλλ᾽ ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
ἀλκῆς μνησώμεσθα δαΐφρονος: οὐδὲ γὰρ ἡμεῖς
νόσφι θεῶν Τρώεσσι μαχησόμεθ᾽ ἤματι τῷδε.’
220 ὣς φάτο: τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις:
σὺν δ᾽ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δ᾽ ἔχον ἔντεα καλά,
ἔγχεα καὶ θώρηκας ἐϋσθενέαδ τε βοείας
225 καὶ κόρυθας βριαράς, ἕτερος δ᾽ ἑτέρου χρόα χαλκῷ
τύπτον ἀπηλεγέως: τὸ δ᾽ ἐρεύθετο Τρώιον οὖδας.
Ἔνθ᾽ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τ᾽ Ἐλάσιππον:
230 Δηρινόη δ᾽ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον,
ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
τοῦ δ᾽ ἄρ᾽ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη
Ἰφικληιάδῃ: τὸν γὰρ μέγα φίλαθ᾽ ἑταίρων:
235 αἶψα δ᾽ ὅ γ᾽ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δ᾽ ἔγκατα πάντα:
τῆς δ᾽ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ
240 χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
κέρσε, μέλαν δέ οἱ αἷμα δι᾽ ἕλκεος οὐταμένοιο
ἔβλυσεν ἐσσυμένως: ὁ δ᾽ ἄρα στενάχων ἀπόρουσεν
εἰσοπίσω: μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη:
τοῦ δ᾽ ἄρ᾽ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
245 ἄσπετος: ὃς δ᾽ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρ
ατο δούρατι τύψας
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν:
ἡ δ᾽ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τ᾽ ἐν ὄρες σι
250 δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δ᾽ ἀλεγεινὸν
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν:
ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δ᾽ ἂψεα πάντα
λῦσε μόρος, ψυχὴ δ᾽ ἐμίγη πολυαέσιν αὔραις.
Εὐάνδρην δ᾽ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
255 εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα
τῇ μὲν ἄρ᾽ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δ᾽ ὑπὸ νηδὺν
φάσγανον ἐγχρίμψας: τὰς δ᾽ ἐσσυμένως λίπεν αἰών.
Δηρινόην δ᾽ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
260 Ἀλκιβίης δ᾽ ἄρα Τυδείδης καὶ Δηριμαχείης
ἄμφω κρᾶτ̓ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπ᾽ ὤμους
ἄορι λευγαλέῳ: ταὶ δ᾽ ἠΰτε πόρτιες ἄμφω
κάππεσον, ἅς τ᾽ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας:
265 ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
τῇσι δ᾽ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
Ἀργείοις, οὐδ᾽ αὖθις ἑὴν νοστήσατο πάτρην.
270 τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,
καί ῥ᾽ ἔβαλε Σθενέλοιο καταντίον: οὐδ᾽ ἄρα τόν γε
οὔτασεν ἐς σύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον:
κτεῖνε δ᾽ ἄρ᾽ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
275 ὅς ῥ᾽ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
τοῦ δ᾽ ἄρ᾽ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ
ὠρίνθη: μάλα δ᾽ ὦκα λέων ὣς πώεσι μήλων
ἔνθορε: τοὶ δ᾽ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα:
κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἰππασίδην Ἀγέλαον,
280 οἵ ῥ᾽ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν
Νάστῃ ὑπ᾽ ἀντιθέῳ καὶ ὑπ᾽ Ἀμφιμάχῳ μεγαθύμῳ,
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
Βράγχου τ᾽ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥ᾽ ἐπὶ γαῖαν
285 Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι:
ἄλλους δ᾽ αὖτ᾽ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ:
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
290 ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη.
Δρησαῖον δ᾽ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,
τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
μιχθεῖσ᾽ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
295 πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης,
καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατ᾽ ὀμίχλη:
ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
300 οὕνεκ᾽ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τ᾽ ἐπὶ λυγρῷ
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει:
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότ᾽ ἄρ᾽ αὐτὴν
τηλόθεν ἀθρήσειας: ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τ᾽ ἀπορρώξ.
305 ἀλλ᾽ ἡ μὲν μακάρων ἀλοὸν χόλον ἐκτελέουσα
μύρεται ἐν πέτρῃσιν ἔτ᾽ ἀχνυμένῃ εἰκυῖα.
ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλοισι φόνον καὶ κῆρ᾽ ἐτίθεντο
ἀργαλέην: δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
λαοῖς ἐν μέσσοισιν: ἀταρτηρὸν δέ οἱ ἄγχι
310 εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες
λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
πολλῶν δ᾽ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
Τρώων τ᾽ Ἀργείων τε, πολὺς δ᾽ ἀλαλητὸς ὀρώρει:
οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
315 ἀλλ᾽ ὥς τίς τε βόεσσι κατ᾽ οὔρεα μακρὰ λέαινα
ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει:
ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.
οἱ δ᾽ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες,
320 ἡ δ᾽ ἕπετ᾽ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης
νήεσιν ὠκείῃσιν, ὅθ᾽ ἱστία λευκὰ πετάσσῃ
οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι
πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν.
ὣς ἥ γ᾽ ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας,
325 καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα:
‘ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην
σήμερον: οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας
χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδ᾽ ἀλόχοισιν
ἔσσεται: οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες
330 κείσεσθ᾽, οὐδέ τι τύμβος ἐφ᾽ ὑμέας ἵξεται αἴης.
πῇ νῦν Τυδείδαο βίη, πῇ δ᾽ Αἰακίδαο,
ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους:
&nbs
p; ἀλλ᾽ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι,
μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.’
335 ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσ᾽ ἐνόρουσε
θηρὶ βίην εἰκυῖα, πολὺν δ᾽ ὑπεσάμνατο λαὸν
ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δ᾽ αὖτε
πάλλουσ᾽ ὀξὺν ἄκοντα: φέρεν δέ οἱ αἰόλος ἵππος
ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρ᾽ αὐτῇ
340 χρειὼ ἀν᾽ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
καὶ τόξοιο πέλοιτο: θοοὶ δέ οἱ ἄνδρες ἕποντο
Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε
ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι:
345 τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
πίπτον ἐπασσύτεροι, μέγα δ᾽ ἔστενεν ἄσπετος αἶα
αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα:
ἵπποι δ᾽ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες:
350 οἱ δὲ κόνιν βρυγμοῖσι δεδραγμένοι ἀσπαίρεσκον:
τοὺς δ᾽ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν
ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
355 λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τ᾽ ἐνὶ πόντῳ
μαίνεθ᾽, ὅτ᾽ αἰγοκερῆι συνέρχεται ἠελίου ἴς:
καί ῥ᾽ ὅ γε μαψιδίῃσιν ἐπ᾽ ἐλπωρῇσιν ἔειπεν:
‘ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπ᾽ οὐρανοῦ εἰλήλουθε
Delphi Complete Works of Quintus Smyrnaeus Page 33