Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 48
Delphi Complete Works of Quintus Smyrnaeus Page 48

by Quintus Smyrnaeus


  οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,

  190 ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα.

  ἠὲ τόδ᾽ ἐξελάθου, ὅτ᾽ ἐς Ἰλίου ἱερὸν ἄστυ

  ἐλθέμεναι ἀλέεινες ἅμ᾽ ἀγρομένοισιν Ἀχαιοῖς,

  καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντ᾽ ἐφέπεσθαι

  ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι:

  195 σῇς γὰρ ὑπ᾽ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα

  Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα:

  οὐκ οἴῳ δ᾽ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,

  ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,

  ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ.

  200 νῦν δ᾽ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,

  οὔτ᾽ εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ

  ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σ᾽ ἐνὶ χάρμῃ

  ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν

  δυσμενέων, ὅτε σ᾽ ἄλλοι ἀνὰ μόθον οἰωθέντα

  205 κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν:

  ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ

  αὐτὸς Ζεὺς ἐφόβησεν ἀπ᾽ αἰθέρος, ὄφρα σε Τρῶες

  ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν

  δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας

  210 ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.

  σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων

  εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐδέ τι θυμῷ

  ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι

  νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐδὲ μὲν αἰνὸν

  215 πῦρ νηῶν ἀπάλαλκες: ἐγὼ δ᾽ ὑπ᾽ ἀταρβέϊ θυμῷ

  ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε

  πάντη ἐν ὑσμίνῃ: σὺ δέ μιν περιδείδιες αἰεί.

  ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον

  θῆκεν, ὅτ᾽ ἀμφ᾽ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,

  220 ὄφρ᾽ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ

  ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα

  αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι: νῦν δ᾽ ἄρα μύθων

  ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων:

  οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι

  225 δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγ᾽ ἔγχος

  νωμῆσαι παλάμῃσιν: ἐμοὶ δ᾽ ἄρα πάντα τέτυκται

  ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη

  οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.

  ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν

  230 ἕσταμεν ἀμφ᾽ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;

  ἀλλ᾽ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν

  ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ

  ἀλκῆς γὰρ τόδ᾽ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν

  θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα:

  μύθων δ᾽ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν:

  235 οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων

  εἰμί: γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.’

  ὣς φάτο: τὸν δ᾽ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν

  υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν:

  ‘Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;

  240 οὐτιδανόν τέ μ᾽ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν

  ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι

  μήδεσι καὶ μύθοισι, τά τ᾽ ἀνδράσι κάρτος ἀέξει:

  καὶ γάρ τ᾽ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν

  μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες

  245 ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον

  ναῦται ὑπεκπερόωσιν, ὅτ᾽ ἄσπετα κυμαίνηται:

  τέχνῃσιν δ᾽ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας

  πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν:

  ταῦροι δ᾽ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται

  250 ἀνθρώπων ἰότητι: νόῳ δέ τε πάντα τελεῖται.

  αἰεὶ δ᾽ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι

  πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων:

  τοὔνεκ᾽ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο

  λέξατό μ᾽ ἐκ πάντων ἐπιτάρροθον, ὄφρ᾽ ἀφίκωμαι

  255 ἐς φύλακας: μέγα δ᾽ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω:

  καὶ δ᾽ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα

  ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον: ἢν δὲ καὶ ἄλλου

  ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,

  οὐδ᾽ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων

  260 Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν

  ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι

  δῆριν ἐς αἰζηῶν: μέγα γὰρ κράτος ἀνδράσι μῦθος

  γίνετ᾽ ἐϋφροσύνῃ μεμελημένος: ἠνορέη δὲ

  ἄπρηκτος τελέθει μέγεθός τ᾽ εἰς οὐδὲν ἀέξει

  265 ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.

  αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν

  ἀθάνατοι: τεῦξαν δὲ μέγ᾽ Ἀργείοισιν ὄνειαρ.

  οὐδὲ μὲν ὡς σώ μ᾽ ἔφησθα πάρος φεύγοντα σάωσας

  δηίου ἐξ ἐνοπῆς: οὐ γὰρ φύγον, ἀλλ᾽ ἅμα πάντας

  270 Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον: οἱ δ᾽ ἐπέχυντο

  ἀλκῇ μαιμώωντες: ἐγὼ δ᾽ ὑπὸ κάρτεϊ χειρῶν

  πολλῶν θυμὸν ἔλυσα: σὺ δ᾽ οὐκ ἄρ᾽ ἐτήτ
υμα βάζεις:

  οὐ γὰρ ἔμοιγ᾽ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ

  ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ

  275 φεύγοντ᾽ ἐκ πολέμοιο. νέας δ᾽ ἐς μέσσον ἔρυσσα

  οὔτι περιτρομέων δηίων μένος, ἀλλ᾽ ἵνα μῆχος

  αἰὲν ἅμ᾽ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι:

  καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας: αὐτὰρ ἔγωγε

  αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν

  280 ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι,

  ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.

  οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς

  ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων

  κείνῳ, ὅτ᾽ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.

  285 νῦν δέ σευ ἀμφ᾽ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας

  δυσμενέων, ἐσάωσα δ᾽ ὁμῶς τεύχεσσι θανόντα.

  οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν

  ἕλκος ἔτ᾽ ἀμφ᾽ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων

  τῶνδ᾽ ὑπερουτηθέντα δαϊκταμένου τ᾽ Ἀχιλῆος:

  290 καὶ δ᾽ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.’

  ὣς ἄρ᾽ ἔφη: τὸν δ᾽ αὖθις ἀμείβετο καρτερὸς Αἴας:

  ‘ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,

  οὔ νύ σ᾽ ἐκεῖσ᾽ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος

  Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα

  295 ἑλκέμεναι μενέαινον: ἐγὼ δ ὑπὸ δουρὶ καὶ ἀλκῇ

  τῶν μὲν γούνατ᾽ ἔλυσα κατὰ μόθον, οὓς δ᾽ ἐφόβησα

  αἰὲν ἐπεσσύμενος: τοὶ δ᾽ ἀργαλέως φοβέοντο

  χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ

  αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν:

  300 ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ

  Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.

  σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι

  μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς

  ἀμφ᾽ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ

  305 ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.’

  ὣς φάτο: τὸν δ᾽ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ:

  ‘Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι

  οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί:

  ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέστερός εἰμι

  310 σεῖο μετ᾽ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος

  ἢ καὶ ἀγαυότερος: τὸ δέ που καὶ Τρῶες ἴσασιν,

  οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.

  καὶ δ᾽ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι

  ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,

  315 ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο

  Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.’

  ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.

  καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντ᾽ ἀλεγεινὴν

  αἰζηῶν: νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν

  320 πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι:

  τοῦ δ᾽ ἄμοτον γήθησε νόος: στονάχησε δὲ λαός.

  παχνώθη δ᾽ Αἴαντος ἐῢ σθένος: αἶψα δ᾽ ἄρ᾽ αὐτῷ

  ἄτη ἀνιηρὴ περικάππεσε: πὰν δέ οἱ εἴσω

  ἔζεσε φοίνιον αἷμα: χολὴ δ᾽ ὑπερέβλυσεν αἰνή:

  325 ἥπατι δ᾽ ἔγκατ᾽ ἔμικτο: περὶ κραδίην δ᾽ ἀλεγεινὸν

  ἷξεν ἄχος, καὶ δριμὺ δι᾽ ἐγκεφάλοιο θεμέθλων

  ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,

  σὺν δ᾽ ἔχεεν νόον ἀνδρός: ἐπὶ χθονὶ δ᾽ ὄμματα πήξας

  ἔστη ἀκινήτῳ ἐναλίγκιος: ἀμφὶ δ᾽ ἑταῖροι

  330 ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας

  πολλὰ παρηγορέοντες: ὁ δ᾽ ὑστατίην ποσὶν οἶμον

  ἤιεν οὐκ ἐθέλων: σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.

  ἀλλ᾽ ὅτε δὴ κατὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον,

  Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,

  335 καὶ τότ᾽ ἔσω μεγάλοιο Θέτις κατεδύσατο πόντου:

  σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηίδες: ἀμφὶ δ᾽ ἄρα σφι

  νήχετο κήτεα πολλά, τά, τά τε τρέφει ἁλμυρὸν οἶδμα.

  αἱ δὲ μέγα σκύζοντο Προμηθέϊ μητιόεντι

  μνώμεναι, ὡς κείνοιο θεοπροπίῃσι Κρονίων

  340 δῶκε Θέτιν Πηλῆι καὶ καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.

  Κυμοθόη δ᾽ ἐν τῇσι μέγ᾽ ἀσχαλόωσ᾽ ἀγόρευεν:

  ‘ὤ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθ᾽ ὑπέτλη

  δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ

  κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων.’

  345 ὣς φάτο Κυμοθόη κυανοπ λοκάμοις ἁλίῃσιν.

  ἠέλιος δ᾽ ἀπόρουσεν, ἐπεσκιόωντο δ᾽ ἀλωαὶ

  νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δ᾽ οὐρανὸν ἄστρα.

  Ἀργεῖοι δ᾽ ἐπὶ νηυσὶ τανυπρώροισιν ἴαυον

  ὕπνῳ ὑπ᾽ ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ

  350 ἡδέϊ, τὸν Κρήτηθε παρ᾽ Ἰδομενῆος ἀγαυοῦ

  ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.

  Αἴας δ᾽ Ἀργείοισι χολούμενος οὔτ᾽ ἄρα δόρπου

  μνήσατ᾽ ἐνὶ κλισίῃ μελιηδέος, οὔτε μιν ὕπνος

  ἄμφεχεν, ἀλλ᾽ ὅ γ᾽ ἑοῖσιν ἐν ἔντεσι δύσατο θύων:

  355 εἵλετο δὲ ξίφος ὀξύ, καὶ ἄσπετα πορφύρεσκεν,

  ἢ ὅ γ᾽ ἐνιπρήσῃ νῆας καὶ
πάντας ὀλέσσῃ

  Ἀργείους, ἢ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι

  δῃώσῃ μελεϊστὶ θοῶς δολόεντ᾽ Ὀδυσῆα.

  καὶ τὰ μὲν ὥς ὥρμαινε, τὰ δὴ τάχα πάντ᾽ ἐτέλεσσεν,

  360 εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε λύσσαν:

  κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος

  ἱρῶν μνωομένη, τά οἱ ἔμπεδα κεῖνος ἔρεξε:

  τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο

  τρέψεν ἀπ᾽ Ἀργείων. ὁ δ᾽ ἄρ᾽ ἤιε λαίλαπι ἶσος

  365 σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,

  ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,

  Πληιὰς εὖτ᾽ ἀκάμαντος ἐς ὠκεανοῖο ῥέεθρα

  δύεθ᾽ ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα,

  ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος:

  370 τῇ εἰκὼς οἴμησεν, ὅπῃ μιν γυῖα φέρεσκον.

  πάντη δ᾽ ἀμφιθέεσκεν ἀναιδέϊ θηρὶ ἐοικώς,

  ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης

  ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν

  ἢ κυσὶν ἢ ἀγρόταις, οἵ οἱ τέκνα δῃώσωνται

  375 ἄντρων ἐξερύσαντες, ὁ δ᾽ ἀμφὶ γένυσσι βεβρυχώς,

  εἴ που ἔτ᾽ ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα:

  τῷ δ᾽ εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,

  αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ:

  ὥς ὅ γ᾽ ἀμείλιχα θῦνε, μέλαν δέ οἱ ἔζεεν ἦτορ,

  380 εὖτε λέβης ἀλίαστον ἐπ᾽ ἐσχάρῃ Ἡφαίστοιο

  ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,

  γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,

 

‹ Prev