Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 57
Delphi Complete Works of Quintus Smyrnaeus Page 57

by Quintus Smyrnaeus


  ἐν πολέμῳ καὶ μακρὸν ἐπισταμένως δόρυ πῆλαι,

  610 τοὺς τέκε οἱ Περίβοια μιῇ ὠδῖνι παρ᾽ ὄχθῃς

  Σαγγαρίου, Κέλτον τε καὶ Εὔβιον: οὐδ᾽ ἀπόναντο

  ὄλβου ἀπειρεσίοιο πολὺν χρόνον, οὕνεκα Μοῖραι

  παῦρον ἐπὶ σφίσι πάγχυ τέλος βιότοιο βάλοντο:

  ἄμφω δ᾽ ὡς ἴδον ἦμαρ ὁμῶς, ὥς κάτθανον ἄμφω

  615 χερσὶ Νεοπτολέμοιο θρασύφρονος, ὃς μὲν ἄκοντι

  βλήμενος ἐς κραδίην, ὁ δὲ χερμαδίῳ ἀλεγεινῷ

  κὰκ κεφαλῆς: βριαρὴ δὲ περιθραυσθεῖσα καρήνῳ,

  ἐθλάσθη τρυφάλεια καὶ ἐγκέφαλον συνέχευεν.

  ἀμφὶ δ᾽ ἄρα σφίσι φῦλα περικτείνοντο καὶ ἄλλων

  620 μυρία δυσμενέων: μέγα δ᾽ Ἄρεος ἔργον ὀρώρει,

  μέσφ᾽ ὅτε δὴ βουλυτὸς ἐπήλυθεν, ἤνυτο δ᾽ ἠὼς

  ἀμβροσίη, καὶ λαὸς ἀταρβέος Εὐρυπύλοιο

  χάσσατο τυτθὸν ἄπωθε νεῶν: οἱ δ᾽ ἀγχόθι πύργων

  βαιὸν ἀνέπνευσαν: καὶ δ᾽ αὐτοὶ Τρώιοι υἷες

  625 ἀμπαύοντο μόθοιο δυσηχέος, οὕνεκ᾽ ἐτύχθη

  φύλοπις ἀργαλέη περὶ τείχεϊ. καί νύ χ᾽ ἅπαντες

  Ἀργεῖοι τότε νηυσὶν ἐπὶ σφετέρῃσιν ὄλοντο,

  εἰ μὴ Ἀχιλλῆος κρατερὸς πάϊς ἤματι κείνῳ

  δυσμενέων ἀπάλαλκε πολὺν στρατὸν ἠδὲ καὶ αὐτὸν

  630 Εὐρύπυλον. τῷ δ᾽ αἶψα γέρων σχεδὸν ἤλυθε Φοῖνιξ,

  καί μιν ἰδὼν θάμβησεν ἐοικότα Πηλείωνι:

  ἀμφὶ δέ οἱ μέγα χάρμα καὶ ἄσπετον ἄλγος ἵκανεν,

  ἄλγος μὲν μνησθέντι ποδώκεος ἀμφ᾽ Ἀχιλῆος,

  χάρμα δ᾽ ἄρ᾽, οὕνεκά οἱ κρατερὸν παῖδ᾽ εἰσενόησε:

  635 κλαῖε δ᾽ ὅ γ᾽ ἀσπασίως, ἐπεὶ οὔποτε φῦλ᾽ ἀνθρώπων

  νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.

  ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,

  ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγἐ ἀνατλὰς

  ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι:

  640 ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν

  ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον:

  ‘χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτ᾽ ἔγωγε

  τυτθὸν ἐόντ᾽ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι

  προφρονέως: ὁ δ᾽ ἄρ᾽ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ

  645 ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο: καί οἱ ἔγωγε

  γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν:

  ἔσκε δέ μοι μέγ᾽ ὄνειαρ: ἴσον δέ ἑ παιδὶ τίεσκον

  τηλυγέτῳ: ὁ δ᾽ ἄρ᾽ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ:

  κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δ᾽ ἄρ᾽ υἱὸς ἔμοιγε

  650 ἔσκε νόῳ: φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι

  εἵνεχ᾽ ὁμοφροσύνης: ἀρετῇ δ᾽ ὅ γε φέρτερος ἦεν

  πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.

  τῷ σύγε πάμπαν ἔοικας: ἐγὼ δ᾽ ἄρα κεῖνον ὀΐω

  ζωὸν ἔτ᾽ Ἀργείοισι μετέμμεναι: οὗ μ᾽ ἄχος ὀξὺ

  655 ἀμφέχει ἤματα πάντα, λυγρῷ δ᾽ ἐπὶ γήραϊ θυμὸν

  τείρομαι: ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει

  κείνου ἔτι ζώοντος: ὁ καὶ πέλει ἀνέρι κῦδος

  κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.

  ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ

  660 ἀχνύμενος: σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν:

  ἀλλ᾽ ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς

  τειρομένοις ἐπάμυνε μέγ᾽ ἀμφ᾽ ἀγαθοῖο τοκῆος

  χωόμενος δηίοισι: κλέος δέ τοι ἔσσεται ἐσθλὸν

  Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα:

  665 τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων

  σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.’

  ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος:

  ‘ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα

  αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.’

  670 ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς

  σεύεσθ᾽ ἐν τεύχεσσιν ἑοῦ πατρός: ἀλλά μιν ἔσχε

  νύξ, ἥ τ᾽ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα

  ἔσσυτ᾽ ἀπ᾽ ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.

  Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι

  675 κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκ᾽ ἄρ᾽ αὐτοὺς

  θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως:

  τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν

  ἄσπετα δῶρα διδόντες, ἅ τ᾽ ἀνέρι πλοῦτον ὀφέλλει:

  οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας

  680 δμωίδας, οἱ δ᾽ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον,

  ἄλλοι δ᾽ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν

  ἵππους τ᾽ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν

  φάρεά τ᾽ εὐποίητα γυναικῶν κάλλιμα ἔργα:

  τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.

  685 καί ῥ᾽ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο

  υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες

  ἶσον ἐπουρανίοισιν ἀτειρέσι: τῷ δ᾽ Ἀγαμέμνων

  πόλλ᾽ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν:

  ‘ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,

  690 ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος

  καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας:

  τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαί
νομαι: ἦ γὰρ ἔολπα

  σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα

  καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,

  695 οὕνεκα πατρὶ ἔοικας: ἐγὼ δ᾽ ἄρα κεῖνον ὀΐω

  εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα

  χωόμενος Πατρόκλοιο δεδουπότος: ἀλλ᾽ ὁ μὲν ἤδη

  ἐστὶ σὺν ἀθανάτοισι: σὲ δ᾽ ἐκ μακάρων προέηκε

  σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.’

  700 ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός:

  ‘εἴθε μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,

  ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα

  οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω

  ἔσσεσθ᾽, ἤν με σάωσιν ἀκηδέες Οὐρανίωνες.’

  705 ὣς ἄρ᾽ ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν:

  λαοὶ δ᾽ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.

  ἀλλ᾽ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,

  δὴ τότ᾽ ἄρ᾽ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς

  ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε

  710 πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων

  ἔντεά οἱ παρέκεινθ᾽: αἱ δ᾽ ἀμφί μιν ἄλλοθεν ἄλλαι

  χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον

  ὡς ζώοντος ἄνακτος: ὁ δ᾽ ὡς ἴδεν ἔντεα Τρώων

  καὶ δμωάς, στονάχησεν: ἔρως δέ μιν εἷλε τοκῆος:

  715 ὡς δ᾽ ὅτ᾽ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα

  σμερδαλέοιο λέοντος ὑπ᾽ ἀγρευτῇσι δαμέντος

  σκύμνος ἐς ἄντρον ἵκηται ἐΰσκιον, ἀμφὶ δὲ πάντῃ

  ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δ᾽ αὐτοῦ

  ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ

  720 ἵππων ἠδὲ βοῶν μεγάλ᾽ ἄχνυται ἀμφὶ τοκῆος:

  ὣς ἄρα θαρσαλέοιο πάϊς τότε Πηλείδαο

  θυμὸν ἐπαχνώθη: δμωαὶ δέ μιν ἀμφαγάσαντο:

  καὶ δ᾽ αὐτὴ Βρισηίς, ὅτ᾽ ἔδρακεν υἰ̔̂ Ἀχιλῆος,

  ἄλλοτε μὲν θυμῷ μέγ᾽ ἐγήθεεν, ἄλλοτε δ᾽ αὖτε

  725 ἄχνυτ᾽ Ἀχιλλῆος μεμνημένη: ἐν δέ οἱ ἦτορ

  ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ

  αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.

  Τρῶες δ᾽ αὖτ᾽ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα

  Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,

  730 ὁππόσον Ἕκτορα δῖον, ὅτ᾽ Ἀργείους ἐδάϊζε

  ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.

  ἀλλ᾽ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,

  δὴ τότε Τρώιοι υἷες ἰδ᾽ Ἀργεῖοι μενεχάρμαι

  νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.

  BOOK VIII.

  ἦμος δ᾽ ἠελίοιο φάος περικίδνατο γαῖαν

  ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης,

  δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες

  θωρήσσονθ᾽ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν:

  5 καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν

  ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας,

  τοὺς δ᾽ ἄρα Τηλεφίδαο μέγα σθένος: ἦ γὰρ ἐώλπει

  τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τ᾽ ἀμαθῦναι

  ἐν πυρὶ λευγαλέῳ, λαοὺς δ᾽ ὑπὸ χερσὶ δαΐξαι.

  10 ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ

  μαψιδίῃ: κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι

  πολλὸν καγχαλάσκον ἐτώσια μητιόωντι.

  καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς

  θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι:

  15 ‘κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν

  θέντες, ἵν᾽ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ

  δυσμενέεσσι δὲ πῆμα γενώμεθα: μηδέ τις ἡμέων

  ταρβείτω: κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ

  γίνεται ἀνθρώποισι: δέος δὲ βίην ἀμαθύνει

  20 καὶ νόον: ἀλλ᾽ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε,

  ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλ᾽ Ἀχιλῆα

  φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.’

  ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη

  πάντοθε μαρμαίροντα: Θέτις δ᾽ ἠγάλλετο θυμῷ

  25 ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο.

  καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο

  ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν:

  οἷος δ᾽ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο

  ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων,

  30 πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετ᾽ ἀστὴρ

  Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον:

  τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως

  υἱὸς Ἀχιλλῆος: φόρεον δέ μιν ἄμβροτοι ἵπποι,

  τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι

  35 ὤπασεν Αὐτομέδων: ὃς γάρ σφεας ἡνιόχευεν:

  ἵπποι δ᾽ αὖτ᾽ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα

  εἴκελον Αἰακίδῃ: τῶν δ᾽ ἄφθιτον ἦτορ ἐώλπει

  ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω.

  ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν

  40 ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες

  λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ

  χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι

  ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες

  τεύχουσιν μέγα πῆμα παρεσσυμένοι�
�ι βροτοῖσιν

  45 ὣς οἵ γ᾽ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο

  μαιμώωντες Ἄρηι: πολὺς δ᾽ ἐστείνετο χῶρος.

  πᾶν πεδίον δ᾽ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν

  ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος:

  οἷον δὲ νέφος εἶσι δι᾽ ἠέρος ἀπλήτοιο

  50 πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,

  ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη

  ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη:

  ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε

  νηῶν βαιὸν ἄπωθε: κόνις δ᾽ εἰς οὐρανὸν εὐρὺν

  55 πέπτατ᾽ ἀειρομένη: κανάχιζε δὲ τεύχεα φωτῶν,

  σὺν δὲ καὶ ἅρματα πολλά: διεσσύμενοι δ᾽ ἐπὶ μῶλον

  ἵπποι ἐπεχρεμέτιζον: ἐὴ δ᾽ ἐκέλευεν ἔκαοτον

  ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.

  ὡς δ᾽ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται

  60 σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης

  ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,

  ὁππότε χεῖμ᾽ ἀλεγεινὸν ἀλεγεινὸν ἀν̔ εὐρέα βένθεα πόντου

  μαίνετ᾽, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη

  κύμασι λευγαλέοισι, τὰ δ᾽ ἄλλοθεν ἄλλα φέρονται

  65 οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δ᾽ ἀλεγεινὴ

  ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή:

  ὣς οἳ γ᾽ ἀμφοτέρωθεν ἐπ᾽ Ἄρεα συμφορέοντο

  σμερδαλέον μεμαῶτες: ἔρις δ᾽ ὀρόθυνε καὶ ἀλκὴ.

 

‹ Prev