Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 59
Delphi Complete Works of Quintus Smyrnaeus Page 59

by Quintus Smyrnaeus


  ἀλκτῆρα πτολέμοιο: τί γὰρ ποτὶ δῆριν Ἄρηος

  λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;

  265 ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος: ἀλλὰ καὶ αὐτοὶ

  μνήσασθε πτολέμοιο, δέος δ᾽ ἀπὸ νόσφι βάλεσθε.’

  ὣς φάτο: τοὶ δ᾽ ἵσταντο καταντίον Ἀργείοισιν:

  ἠΰτ᾽ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο

  φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι

  270 ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν:

  ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος

  δείματος ἐκτὸς ἔσαν: κατὰ δ᾽ ἀντίον ἀνέρος ἀνὴρ

  μάρνατο θαρσαλέως: περὶ δ᾽ ἔκτυπεν ἔντεα φωτῶν

  θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν:

  275 αἰχμαὶ δ᾽ ἐς χρόα δῦνον: ἐδεύετο δ᾽ αἵματι πολλῷ

  δεινὸς Ἄρης: ὀλέκοντο δ᾽ ἀνὰ μόθον ἄλλος ἐπ᾽ ἄλλῳ

  μαρναμένων ἑκάτερθε: μάχη δ᾽ ἔχεν ἶσα τάλαντα.

  ὡς δ᾽ ὁπότ᾽ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς

  ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ

  280 σπερχόμενοι, τῶν δ᾽ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,

  οὕνεκ᾽ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε:

  ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα

  ἶσα πέλεν: Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ

  μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;

  285 Ἀργεῖοι δ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.

  κτεῖνον δ᾽ ἀλλήλους: ὀλοὴ δ᾽ ἀνὰ μέσσον Ἐνυὼ

  στρωφᾶτ᾽ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους

  καὶ χέρας: ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς:

  οὐδ᾽ ἑτέροισιν ἄμυνεν, ἴσῃ δ᾽ ἐπετέρπετο χάρμῃ

  290 ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.

  ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα

  δάμναθ᾽, ὃς οἰκί᾽ ἔναιε παρὰ Σμινθήιον ἄλσος:

  τῷ δ᾽ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον

  καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,

  295 ὃν τέκετ᾽ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης

  τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων:

  ἀλλ᾽ ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ:

  παιδὸς δ᾽ οὐκ ἀπόνητο: δόμον δέ οἱ ἔργα τε πάντα

  χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο

  300 Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε

  τυτθὸν ὑπὲρ βουβῶνα τυχών: περὶ δ᾽ ἔγχεϊ μακρῷ

  ἔγκατα πάντ᾽ ἐχύθησαν: ὅλη δ᾽ ἐξέσσυτο νηδύς.

  Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν

  Αὐλίδα ναιετάασκε, συνέσπετο δ᾽ Ἀρκεσιλάῳ

  305 ἐς Τροίην: ἀλλ᾽ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.

  Εὐρύαλος δ᾽ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα

  Ἀστραῖον: τοῦ δ᾽ αἶψα διὰ στέρνοιο ποτήθη

  αἰχμὴ ἀνιηρή, στομάχου δ᾽ ἀπέκερσε κελεύθους

  ἀνέρι κῆρα φέρουσα: μίγη δέ οἱ εἴδατα λύθρῳ.

  310 τοῦ δ᾽ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ

  Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον,

  τύψας ἐς κληῖδα θοῶς: σὺν δ᾽ αἵματι θυμὸς

  ἔκθορεν ἐκ μελέων: ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ.

  Τεύκρῳ δ᾽ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο,

  315 καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας:

  ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν:

  ἔμπεσε δ᾽ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ

  λαιὸν ἐς ὀφθαλμόν, διὰ δ᾽ οὔατος ἐξεπέρησε

  δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι

  320 ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον: ὃς δ᾽ ἔτι ποσσὶν

  ὀρθὸς ἀνασκαίρεσκε: βαλὼν δ᾽ ὅ γε δεύτερον ἰὸν

  λαιμῷ ἐπερροίζησε: διέθρισε δ᾽ αὐχένος ἶνας

  ἄντικρυς ἀΐξας: τὸν δ᾽ ἀργαλέη κίχε Μοῖρα.

  ἄλλος δ᾽ ἄλλῳ τεῦχε φόνον: κεχάροντο δὲ Κῆρες

  325 καὶ Μόρος, ἀλγινόεσσα δ᾽ Ἔρις μέγα μαιμώωσα

  ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε

  σμερδαλέον, Τρώεσσι δ᾽ ἐνέπνευσεν μέγα θάρσος,

  Ἀργείοισι δὲ φύζαν, ἄφαρ δ᾽ ἐλέλιξε φάλαγγας.

  ἀλλ᾽ οὐχ υἷα φόβησεν Ἀχιλλέος: ἀλλ᾽ ὅ γε μίμνων

  330 μάρνατο θαρσαλέως, ἐπὶ δ᾽ ἔκτανεν ἄλλον ἐπ᾽ ἄλλῳ:

  ὡς δ᾽ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι

  χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δ᾽ ὑπὸ πληγῇ

  τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι

  θυμὸν ἀποπνείουσι, πάϊς δ᾽ ἐπιτέρπεται ἔργῳ:

  335 ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος

  γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος

  Τρωσὶν ἐποτρύνοντος: ἐτίνυτο δ᾽ ἄλλοθεν ἄλλον

  λαοῦ ἐπαΐσσοντος: ὅπως δ᾽ ἀνέμοιο θυέλλας

  μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,

  340 ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι

  χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι

  αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη

  ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην:

  ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα

  345 Ξάνθου: τόσσον ἔσεισε: δέος δ᾽ ἀμφέκλασε θυμὸν

  νυμφάων, φοβέοντο δ᾽ ὑπὲρ Πριάμοιο πόληος:

  τεύχεσι δ᾽ ἀμβροσίοισι
περὶ στεροπαὶ ποτέοντο:

  σμερδαλέοι δὲ δράκοντες ἀπ᾽ ἀσπίδος ἀκαμάτοιο

  πῦρ ἄμοτον πνείεσκον: ἄνω δ᾽ ἔψαυε νέφεσσι

  350 θεσπεσίη τρυφάλεια. θοῷ δ᾽ ἤμελλεν Ἄρηι

  μάρνασθ᾽ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα

  ἀμφοτέρους ἐφόβησεν ἀπ᾽ αἰθέρος αἰπεινεῖο

  βροντήσας ἀλεγεινόν. Ἄρης δ᾽ ἀπεχάζετο χάρμης:

  δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός:

  355 ἵκετο δ᾽ ἐς Θρῄκην δυσχείμερον, οὐδ᾽ ἔτι Τρώων

  μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον: οὐδὲ μὲν ἐσθλὴ

  Παλλὰς ἔτ᾽ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ

  ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δ᾽ ἔτι χάρμης

  μνώοντ᾽ οὐλομένης: δεύοντο δὲ Τρώιοι υἷες

  360 ἀλκῆς: Ἀργεῖοι δὲ μέγ᾽ ἱέμενοι πολέμοιο

  χαζομένοισιν ἕποντο κατ᾽ ἴχνιον, ἠΰτ᾽ ἀῆται

  νήεσιν ἐσσυμένῃς ὑπὶ λαίφεσιν εἰς ἁλὸς οἶδμα

  ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν

  ὀτρηροὶ κατ᾽ ὄρεσφι κύνες λελιημένοι ἄγρης:

  365 ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκ᾽ ἄρ᾽ αὐτοὺς

  υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε

  κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον: οἱ δ᾽ ἐπὶ φύζαν

  χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.

  Ἀργεῖοι δ᾽ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο

  370 ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,

  ἄρνας ὅπως σταθμοῖσιν ἐπ᾽ οἰοπόλοισι νομῆες:

  ὡς δ᾽ ὁπότ᾽ ἀμπνείωσι βόες μέγα κεκμηῶτες

  ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην

  πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν: ὥς ἄρ᾽ Ἀχαιοὶ

  375 ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους

  μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα:

  οἱ δ᾽ ἄρ᾽ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας

  ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.

  ὡς δ᾽ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι

  380 λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται

  λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι

  ταρφέσιν, οἱ δὲ μάλ᾽ οὔτι λιλαιόμενοί περ ἱκέσθαι

  ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε

  χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες:

  385 ὣς οἵ γ᾽ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν

  δυσμενέων: λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι.

  ὡς δ᾽ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ

  καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι

  βρώμης ἱέμενοι θυμηδέος, οὐδ᾽ ἄρα τούς γε

  390 αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι,

  πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει:

  ὣς Δαναοὶ Πριάμοιο τότ᾽ ἀμφεχέοντο πόληι

  ὄβριμοι: ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι

  ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.

  395 Τρῶες δ᾽ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες,

  ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο

  νωλεμές: ἰοὶ δ᾽ αἰὲν ἐϋδμήτων ἀπὸ τειχέων

  θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι

  δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος

  400 ἧκε βίην: ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς

  Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.

  Ἔνθ᾽ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον

  καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω

  τυτθὸν ὑπὸ γναθμοῖο: πάγη δ᾽ ὑπὸ λαιμὸν ὀϊστός.

  405 κάππεσε δ᾽ αἰγυπιῷ ἐναλίγκιος, ὅν τ᾽ ἀπὸ πέτρης

  ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ:

  ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο:

  γυῖα δέ οἱ λίπε θυμός: ἐπέβραχε δ᾽ ἔντεα νεκρῷ.

  τῷ δ᾽ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο

  410 ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ

  υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην:

  ἀλλ᾽ ὁ μὲν αἶψ᾽ ἀλέεινε παρακλίνας ἑτέρωσε

  ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν̣̣̔̓

  ὡς δ᾽ ὅθ᾽ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ

  415 ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην

  νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι

  χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς

  ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμ᾽ ἀπερύκει:

  ὣς ἄρ᾽ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.

  420 οἱ δ᾽ αἰεὶ μάρναντο: λύθρῳ δ᾽ ἐρυθαίνετο τείχη

  πύργοι θ᾽ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες

  ἰοῖσι κτείνοντο πολυσθενέων ὑπ᾽ Ἀχαιῶν:

  οὐδὲ μὲν οἵ γ᾽ ἀπάνευθε πόνων ἔσαν, ἀλλ᾽ ἄρα καὶ τῶν

  πολλοὶ γαῖαν ἔρευθον: ὀρώρει δ᾽ αἰπὺς ὄλεθρος

  425 βαλλομένων ἑκάτερθε: λυγρὴ δ᾽ ἐπετέρπετ᾽ Ἐνυὼ

  δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.

  καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης

  Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,

  εἰ μὴ ἄρ᾽ αἶψ᾽ ἐβόησεν ἀγακλειτὸς Γανυμήδης

  430 οὐρανοῦ ἐκκατιδών: μάλα γὰρ περιδείδιε πάτρης:

  ‘Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,

  σῇσι δ᾽ ὑπ᾽ ἐννεσίῃσι λιπὼν ἐρικυδ�
�α Τροίην

  εἰμὶ μετ᾽ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,

  τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ:

  435 οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι

  οὐδ᾽ ἄρ᾽ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι

  λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος:

  σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,

  ἔρξον ἐμεῦ ἄπο νόσφιν: ἐλαφρότερον δέ μοι ἄλγος

  440 ἔσσεται, ἢν μὴ ἔγωγε μετ᾽ ὄμμασιν οἷσιν ἴδωμαι:

  κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην

  δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.’

  ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.

  καὶ τότ᾽ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι

  445 νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα:

  ἠχλύνθη δὲ μάχη φθισίμβροτος: οὐδέ τις ἀνδρῶν

  ἐξιδέειν ἐπὶ τεῖχος ἔτ᾽ ἔσθενεν, ᾗχι τέτυκτο:

  ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο:

  ἀμφὶ δ᾽ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο

  450 οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες

  θάμβεον: ἐν δ᾽ ἄρα τοῖσι μέγ᾽ ἴαχε Νηλέος υἱός:

  ‘ὦ κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν

  ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι

  Τρωσὶν ἀμύνοντος: μάλα γὰρ μέγα πῆμα κυλίνδει

  455 ἡμῖν: ἀλλ᾽ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες

  παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,

 

‹ Prev