κάλλιπεν, οὐδ᾽ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα:
ἀμφὶ δέ μιν Νύμφαι μέγ᾽ ἐκώκυον, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ
365 εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν
ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε:
σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
ἀχνύμενοι κατὰ θυμόν: ἐπεστενάχοντο δὲ βῆσσαι.
καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
370 δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ:
τῆς δ᾽ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
γυῖα δ᾽ ὑπεκλάσθησαν: ἔπος δ᾽ ὀλοφύρατο τοῖον:
‘ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δ᾽ ἐπὶ πένθεϊ πένθος
κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
375 παίδων ἔσκες ἐμεῖο μεθ᾽ Ἕκτορα: τῷ νύ σε λυγρὴ
κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ:
οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα
μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι,
ἀλλ᾽ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ:
νῦν δ᾽ ἐπὶ πήματι πῆμα μετ᾽ ὄμμασι δέρκομαι αἰεὶ
380 ἐλπομένη καὶ ἔτ᾽ ἄλλα κακώτερα θηήσασθαι,
παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα
καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων,
σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις
ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπ᾽ ἀνάγκῃ.’
385 ὣς φάτο κωκύουσα: πόσις δέ οἱ οὔ τι πέπυστο:
ἀλλ᾽ ὁ παρ᾽ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων,
οὕνεκ᾽ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην:
τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο.
ἀλλ᾽ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα
390 ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ μενέαινε: φίλον δ᾽ ἀνὰ θυμὸν ἔειπεν:
‘ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα,
ὤλεο λευγαλέως: ἐμὲ δ᾽ ἐν στυγερῇ κακότητι
κάλλιπες ἐλπομένην ὀλοώτερα πήματ᾽ ἰδέσθαι.
395 ὡς ὄφελόν μ᾽ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν,
ὁππότε σοίγ᾽ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ:
νῦν δ᾽ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδ᾽ ἐμοὶ αὐτῇ
αἰνομόρῳ: πάντες δέ μ᾽ ἀάσπετον ἐρρίγασι,
πάντες δ᾽ ἐχθαίρουσιν ἐμόν κέαρ: οὐδέ πῃ οἶδα
400 ἐκφυγέειν: εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον,
αὐτίκ᾽ ἀεικίσσουσιν ἐμὸν δέμας: εἰ δέ κε μίμνω,
Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
αἶψα διαρραίσουσι: νέκυν δ᾽ οὐ γαῖα καλύψει,
ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα:
405 ὡς ὄφελόν μ᾽ ἕλεν Αἶσα, πάρος τάδε πήματ᾽ ἰδέσθαι.’
ὣς ἔφατ᾽, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
μύρετ᾽ ἀλιτροσύνης μεμνημένη: ἀμφὶ δὲ Τρωαὶ
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δ᾽ ἄλλα μενοίνων,
αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
410 αἱ δ᾽ ἄρ᾽ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
οἴη δ᾽ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
Οἰνώνη: ἀλλ᾽ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
κώκυεν, ἀλλ᾽ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ ἀκοίτεω.
415 οἵη δ᾽ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος
αἰπυτάτων ὀρέων, ἥ τ᾽ ἄγκεα πολλὰ παλύνει
χευαμένη ζεφύροιο καταιγίσιν: ἡ δ᾽ ἄρ᾽ ὑπ᾽ Εὔρῳ
ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
δεύονθ᾽, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
420 πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ:
ὣς ἥ γ᾽ ἀσχαλόωσα μέγα στυγερῇ ὑπ᾽ ἀνίῃ
τήκετ᾽ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
αἰνὰ δ᾽ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν:
‘ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
425 ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν
γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
αἰὲν ὁμοφρονέουσα: θεοὶ δ᾽ ἑτέρωσε βάλοντο:
ὥς μ᾽ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι:
430 ἀλλὰ καὶ εἰ ζωός μ᾽ ἔλιπεν, μέγα τλήσομαι ἔργον
ἀμφ᾽ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.’
ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
δάκρυα, κουριδίοιο δ᾽ ἀναπλήσαντος ὄλεθρον
μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,
435 ἅζετο γὰρ πατέρα σφὸν ἰδ᾽ ἀμφιπόλους εὐπέπλους,
μέχρις ἐπὶ χθόνα δῖαν ἀπ᾽ εὐρέος ὠκεανοῖο
νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
καί ῥα τόθ᾽ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
440 ἔκθορεν, ἠΰτ᾽ ἄελλα: φέρον δέ μιν ὠκέα γυῖα:
ὡς δ᾽ ὅτ᾽ ἀν᾽ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
ἐσσυμένως, ἡ δ᾽ οὔτι λιλαιομένη φιλότητος
ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
445 εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο:
ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
οὐδέ τί οἱ κάμε γούνατ᾽: ἐλαφρότεροι δ᾽ ἐφέροντο
ἐσσυμένης πόδες αἰέν: ἔπειγε γὰρ οὐλομένη Κὴρ
450 καὶ Κύπρις: οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα:
πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
τὴν δέ που εἰσορόωσα τόθ᾽ ὑψόθι δῖα Σελήνη
455 μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
πολλὰ μάλ᾽ ἐσσυμένην ὀλοφύρατο: καί οἱ ὕπερθε
λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
ἵκετο δ᾽ ἐμβεβαυῖα δι᾽ οὔρεος, ᾗχι καὶ ἄλλαι
νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
460 τὸν δ᾽ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκ᾽ ἄρ᾽ αὐτῷ
μηλονόμοι ξυνιόντες ἀπ᾽ οὔρεος ἄλλοθεν ἄλλοι
ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
κλαίοντες μάλα πολλὰ περισταδόν: ἡ δέ μιν οὔτι,
465 ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα
αἶψα πυρῇ ἐνέπαλτο: γόον δ᾽ ἄρα πουλὺν ὄρινε:
καίετο δ᾽ ἀμφὶ πόσει: νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
θάμβεον, εὖτ᾽ ἐσίδοντο μετ᾽ ἀνέρι πεπτηυῖαν:
470 καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν:
‘ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
νήπιος: οὐδ᾽ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν
475 τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο
καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.’
ὣς ἄρ᾽ ἔφη Νύμφη τις ἀνὰ φρένας: οἱ δ᾽ ἐνὶ μέσσῃ
πυρκαϊῇ καίοντο λελασμένοι Ἡριγενείης:
ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
480 Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
ἀλλ᾽ ὁπότ᾽ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
Οἰνώνην τε Πάριν τε, μιῇ δ᾽ ὑποκάββαλε τέφπῃ,
485 δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν: ὀστέα δ᾽ αὐτῶν
χρυσέῳ ἐν κρητῆρι θέσαν: περὶ δέ σφισι σῆμα
ἐσσυμένως τεύξαντο: θέσαν δ᾽ ἄρα δοιὼ ὕπερθε
στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη.
ζῆλον ἐπ᾽ ἀλλήλῃσιν ἔτι στονόεντα φέρουσαι.
BOOK XI.
Τρωαὶ δὲ στενάχοντο κατὰ πτόλιν, οὐδ᾽ ἐδύναντο
ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθ᾽ ἔκειτο
ἄστεος αἰπεινοῖο: νέοι δ᾽ ἔκτοσθε πόληος
νωλεμέως πονέοντο: μάχη δ᾽ οὐ λῆγε φόνοιο,
5 καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκ᾽ Ἀχαιοὶ
Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ
τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη:
ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τ᾽ Ἐνυὼ
στρωφῶντ᾽, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
10 ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον:
ἀμφ᾽ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
ἀργαλέως μαίνοντο: φόβος δ᾽ ἑτέρωθι καὶ Ἄρης
λαοὺς ὀτρύνεσκον: ἐφέσπετο δέ σφισι Δεῖμος
φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες
15 οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται:
πάντῃ δ᾽ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν,
ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο:
ἀμφὶ δ᾽ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
20 Ἔνθ᾽ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,
ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
ὅν ποτ᾽ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθ᾽ ἑοῖο
25 θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ
δάμναθ᾽ ὑπ᾽ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
τῷ δ᾽ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
δουρὶ διὰ γναθμοῖο: πέρησε δέ οἱ στόμα χαλκὸς
γλῶσσάν τ᾽ αὐδήεσσαν: ὁ δ᾽ ἔγχεος ἄσχετον αἰχμὴν
30 ἄμφεχε βεβρυχώς: περὶ δ᾽ ἔρρεεν αἷμα γένυσσι
φθεγγομένου: καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
δευόμενον θυμοῖο. βάλεν δ᾽ Εὐήνορα δῖον
τυτθὸν ὑπὲρ λαπάρην, διὰ δ᾽ ἤλασεν ἐς μέσον ἧπαρ
35 αἰχμήν: τῷ δ᾽ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.
εἷλε δ᾽ ἄρ᾽ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
Μαινάλου ὄβριμον υἷα, τὸν Ὡκυρόη τέκε Νύμφη
Σαγγαρίου ποταμοῖο παρὰ ῥόον: οὐδέ νυ τόν γε
δέξατο νοστήσαντα: κακὴ δέ ἑ Κὴρ ἀπάμερσε
40 παιδὸς ἀνιηρῶς, μέγα δ᾽ υἱέος
ἔμβαλε πένθος.
Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,
ὃς τράφη ἐν Κνωσσῷ, ὁ δ᾽ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ:
ἄμφω δ᾽ εἰς ἕνα χῶρον ἀπ᾽ ὠκυπόδων πέσον ἵππων:
καί ῥ᾽ ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ
45 λαιμόν, ὁ δ᾽ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα
χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς
βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος.
ἵπποι δ᾽ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε
φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι:
50 καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο
μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.
ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷ
φεύγοντ᾽ ἐκ πολέμοιο: διέθρισε δ᾽ ἀγκύλα νεῦρα
γούνατος ἐξόπιθεν, κατὰ δ᾽ ἔκλασεν ἀνέρος ὁρμήν:
55 καὶ τὸν μὲν Δαναῶν τις ὅτ᾽ ἔδρακε γυιωθέντα
ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας
ἀλγινόεντα τένοντα: κόλον δ᾽ ὑπεδέξατο γαῖα
σῶμα: κάρη δ᾽ ἀπάτερθε κυλινδομένη πεφόρητο
φωνῆς ἱεμένοιο: ταχὺς δ᾽ ἅμ᾽ ἀπέπτατο θυμός.
60 Πουλδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,
οἱ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι
ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι
αἰνοῦ ὑπ᾽ ἀγκίστροιο, βαλέσθαι τ᾽ εἰς ἅλα δῖαν
δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς
Delphi Complete Works of Quintus Smyrnaeus Page 65