Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 70
Delphi Complete Works of Quintus Smyrnaeus Page 70

by Quintus Smyrnaeus


  τοὔνεκα δὴ πάντων βῆ δεύτατος: εἴρυσε δ᾽ εἴσω

  κλίμακας, ᾖς ἀνέβησαν: ὁ δ᾽ αὖ μάλα πάντ᾽ ἐπερείσας

  αὐτοῦ πὰρ κληῖδι καθέζετο: τοὶ δὲ σιωπῇ

  335 πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.

  οἱ δ᾽ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον

  ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.

  τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε

  σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων:

  340 τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου

  Ἀργεῖοι κατέρυξαν, ἵν᾽ ἐν νήεσσι μένοντες

  λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες

  ἔργον ἐποίχονται, ὁπότ᾽ εἰσορόωσιν ἄνακτες:

  τοὔνεκ᾽ ἄρ᾽ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.

  345 οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο:

  εὐνὰς δ᾽ ἔνθ᾽ ἔβαλον κατὰ βένθεος: ἐκ δ᾽ ἔβαν αὐτοὶ

  νηῶν ἐσσυμένως: ἀπὸ δ᾽ ἔκτοθι πείσματ᾽ ἔδησαν

  ἠιόνων: αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι

  δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.

  350 οἱ δ᾽ ἄρ᾽ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που

  φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι:

  καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.

  Τρῶες εἰσενόησαν ἐπ᾽ ᾐόσιν Ἑλλησπόντου

  καπνὸν ἔτ᾽ ἀΐσσοντα δι᾽ ἠέρος: οὐδ᾽ ἄρα νῆας

  355 δέρκονθ᾽, αἵ σφιν ἔνεικαν ἀφ᾽ Ἑλλάδος αἰνὸν ὄλεθρον.

  γηθόσυνοι δ᾽ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι

  τεύχἐ ἐφεσσάμενοι: ἔτι γὰρ δέος ἄμφεχε θυμόν:

  ἵππον δ᾽ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ

  θάμβεον ἑσταότες: μάλα γὰρ μέγα ἔργον ἐτὺχθη:

  360 ἀγχόθι δ᾽ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν:

  καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος

  μέσσον ἐκυκλώσαντο περισταδόν: ἀμφὶ δὲ μύθοις

  μειλιχίοις εἴροντο πάρος: μετέπειτα δ᾽ ὁμοκλῇ

  σμερδαλέῃ: καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον

  365 πολλὸν ἐπὶ χρόνον αἰέν: ὁ δ᾽ ἔμπεδον ἠΰτε πέτρη

  μίμνεν ἀτειρέα γυἶ ἐπιειμένος: ὀψὲ δ᾽ ἄρ᾽ αὐτοῦ

  οὔαθ᾽ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο

  πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,

  ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος

  370 ἔνδον ἐρητύεσκεν. ὁ δ᾽ ἐνθέμενος φρεσὶ κάρτος

  λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλ᾽ ἐνὶ θυμῷ

  ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ

  ἀργαλέως: Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος:

  τοῖα δ᾽ ἄρ᾽ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν:

  375 ‘Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται

  μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ:

  Κάλχαντος δ᾽ ἰότητι δαΐφρονι Τριτογενείῃ

  ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρ᾽ ἀλέωνται

  πάγχυ κοτεσσαμένης Τρώων ὕπερ: ἀμφὶ δὲ νόστου

  380 ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,

  ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης

  δαίμοσιν εἰναλίοις. ἐμὲ δ᾽ οὐ λάθον, ἀλλ᾽ ἀλεγεινὰς

  σπονδάς τ᾽ οὐλοχύτας τε μάλ᾽ ἐσσυμένως ὑπαλύξας

  ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου:

  385 οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο

  ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.’

  ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν:

  ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.

  τῷ δ᾽ οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δ᾽ ἄρ᾽ ἔφαντο

  390 ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ

  ἥνδανε Λαοκόωντος: ὁ γὰρ πεπνυμένα βάζων

  φῆ δόλον ἔμμεναι αἰνὸν ὑπ᾽ ἐννεσίῃσιν Ἀχαιῶν,

  πάντας δ᾽ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,

  ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.

  395 καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,

  εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ

  αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν

  θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.

  τῷ δ᾽ ἄφαρ ἔμπεσε δεῖμα: τρόμος δ᾽ ἀμφέκλασε γυῖα

  400 ἀνδρὸς ὑπερθύμοιο: μέλαινα δέ οἱ περὶ κρατὶ

  νὺξ ἐχύθη: στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,

  σὺν δ᾽ ἔχεεν λασίῃσιν ὑπ᾽ ὀφρύσιν ὄμματα φωτός:

  γλῆναι δ᾽ ἀργαλέῃσι πεπαρμέναι ἀμφ᾽ ὀδύνῃσι

  ῥιζόθεν ἐκλονέοντο: περιστρωφῶντο δ᾽ ὀπωπαὶ

  405 τειρόμεναι ὑπένερθεν: ἄχος δ᾽ ἀλεγεινὸν ἵκανεν

  ἄχρι καὶ ἐς μήνιγγας ἰδ᾽ ἐγκεφάλοιο θέμεθλα:

  τοῦ δ᾽ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ

  ὀφθαλμοί, ὁτὲ δ᾽ αὖτε δυσαλθέα γλαυκιόωντες:

  πολλάκι δ᾽ ἔρρεον οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης

  410 εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ:

  μαινομένῳ δ᾽ ἤικτο, καὶ ἔδρακε διπλόα πάντα

  αἰνὰ μάλα στενάχων. καὶ ἔτι Τρώεσσι κέλευεν,

  οὐδ᾽ ἀλέγιζε μόγοιο: φάος δέ οἱ ἐσθλὸν ἄμερσε

  δῖα θεά: λευκαὶ δ᾽ ἄρ᾽ ὑπὸ βλέφαρ᾽ ἔσταν ὀπωπαὶ

  415 αἵματος ἐξ �
��λοοῖο: περιστενάχιζε δὲ λαὸς

  οἰκτείρων φίλον ἄνδρα, καὶ ἀθανάτην Ἀγελείην

  ἐρριγώς, μή τι παρήλιτεν ἀφραδίῃσιν,

  καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,

  δειδιότων, μὴ δή σφι καὶ αὐτοῖς ἄλγος ἕπηται

  οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος

  420 ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντ᾽ ἀγορεύσειν:

  τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ

  ὀψέ περ οἰκτείραντες. ἀγειρόμενοι δ᾽ ἅμα πάντες

  σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ

  δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς

  425 ποσσὶν ὑπὸ βριαροῖσιν ἐΰτροχα δούρατ᾽ ἔθηκεν,

  ὄφρα κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται

  ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. οἱ δ᾽ ἅμα πάντες

  εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα

  ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης

  430 αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες

  τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα

  ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα:

  ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ

  πανσυδίῃ μογέοντες ἀνείρυον: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ

  435 πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο:

  αὐτοὶ δ᾽ ἐστέψαντο κάρη: μέγα δ᾽ ἤπυον αὐλοὶ

  ἀλλήλοις ἐπικεκλομένοι: ἐγέλασσε δ᾽ Ἐνυὼ

  δερκομένη πολέμοιο κακὸν τέλος: ὑψόθι δ᾽ Ἥρη

  τέρπετ᾽: Ἀθηναίη δ᾽ ἐπεγήθεεν: οἱ δὲ μολόντες

  440 ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος

  λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον: αἱ δ᾽ ὀλόλυξαν

  Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι

  θάμβεον ὄβριμον ἔργον: ὃ δέ σφισιν ἔκρυφε πῆμα.

  Λαοκόων δ᾽ ἔτ᾽ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν

  445 ἵππον ἀμαλδῦναι μαλερῷ πυρί: τοὶ δέ οἱ οὔτι

  πείθοντ᾽, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.

  τῷ δ᾽ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθὴνη

  δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.

  δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ

  450 ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες

  σμερδαλέοι ναίεσκον ἔτ᾽ οὐλομένοιο γενέθλης

  Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην

  λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.

  ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων

  455 ἐς Τροίην: οἱ δ᾽ αἶψα θεῆς ὕπο κινηθέντες

  νῆσον ὅλην ἐτίναξαν: ἐπεσμαράγησε δὲ πόντος

  νισσομένων, καὶ κῦμα διΐστατο: τοὶ δ᾽ ἐφέροντο

  αἰνὸν λιχμώωντες: ἔφριξε δὲ κήτεα πόντου:

  ἀμφὶ δ᾽ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες

  460 νύμφαι καὶ Σιμόεντος: ἀπ᾽ Οὐλύμποιο δὲ Κύπρις

  ἄχνυτο: τοὶ δ᾽ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,

  θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων

  δυστήνοις ἐπὶ παισί: κακὴ δ᾽ ἐπενίσσετο φύζα

  Τρῶας, ὅτ᾽ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα:

  465 οὐδέ τις αἰζηῶν οὐδ᾽ εἰ μένος ἄτρομος ἦεν

  μεῖναι ἔτλη: πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα

  θῆρας ἀλευομένους, ὀδύνη δ᾽ ἔχεν: ἂν δὲ γυναῖκες

  οἴμωζον: καί πού τις ἑῶν ἐπελήσατο τέκνων

  αὐτὴ ἀλευομένη στυγερὸν μόρον: ἀμφὶ δὲ Τροίη

  470 ἔστεν᾽ ἐπεσσυμένων: πολλοὶ δ᾽ ἄφαρ εἰς ἓν ἰόντες

  γυῖα περιδρύφθησαν: ἐνεστείνοντο δ᾽ ἀγυιαῖς

  ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν

  Λαοκόων ἅμα παισί: πέδησε γὰρ οὐλομένη Κὴρ

  καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον

  475 ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι

  πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας: οὐδ᾽ ὅ γ᾽ ἀμύνειν

  ἔσθενεν: ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες

  κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δ᾽ ἄρ᾽ Ἀθήνης

  προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν

  480 ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα: τῶν δ᾽ ἔτι σῆμα

  φαίνεθ᾽, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος:

  Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες

  παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων

  τεῦξαν ἅμ᾽ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ

  485 χεῦε πατὴρ ἀλαοῖσιν ὑπ᾽ ὄμμασιν: ἀμφὶ δὲ μήτηρ

  πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ

  ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δ᾽ ἄτην

  ἀνέρος ἀφραδίῃς, μακάρων δ᾽ ὑπεδείδιε μῆνιν:

  ὡς δ᾽ ὅτ᾽ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν

  490 πολλὰ μάλ᾽ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,

  ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,

  δάμναθ᾽ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,

  μητέρι δ᾽ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα

  μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα:

  495 ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπ᾽ ὀλέθρῳ

  μυρομένη κενεῷ περὶ σήματι: σὺν δέ οἱ ἄλλο

  πῆμα μάλ᾽ ἀργαλέον πόσιος πέλεν ἀμφ᾽ ἀλαοῖο.

  καί ῥ᾽ ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε

  τοὺς μὲν
ἀποφθιμένους τὸν δ᾽ ἄμμορον ἠελίοιο:

  500 Τρῶες δ᾽ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς

  λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει

  λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.

  ἱερὰ δ᾽ οὐ καίοντο, πυρὸς δ᾽ ἐσβέννυτ᾽ ἀϋτμή,

  ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο:

  505 καπνὸς δ᾽ αἱματόεις ἀνεκήκιε: μηρὰ δὲ πάντα

  πῖπτε χαμαὶ τρομέοντα: κατηρείποντο δὲ βωμοί:

  σπονδαὶ δ᾽ αἷμα γένοντο: θεῶν δ᾽ ἐξέρρεε δάκρυ,

  καὶ νηοὶ δεύοντο λύθρῳ: στοναχαὶ δ᾽ ἐφέροντο

  ἔκποθεν ἀπροφάτοιο: περισσείοντο δὲ μακρὰ

  510 τείχεα καὶ πύργοι μεγάλ᾽ ἔκτυπον, ὡς ἀχέοντες:

  αὐτόματοι δ᾽ ἄρ᾽ ὀχῆες ἀνωίγνυντο πυλάων

  αἰνὸν κεκλήγοντες: ἐπεστενάχοντο δὲ λυγρὸν

  ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες:

  ἄστρα δὲ πάντ᾽ ἐφύπερθε θεοδμήτοιο πόληος

  515 ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος

  οὐρανοῦ αἰγλήεντος: ἀπαυαίνοντο δὲ δάφναι

  πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι:

  ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο

  ἔντοσθεν πυλέων: μάλα μυρία δ᾽ ἄλλα φαάνθη

  520 σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα.

  ἀλλ᾽ οὐ δεῖμ᾽ ἀλεγεινὸν ὑπὸ Τρώων φρένας ἷξε

  δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατ᾽ ἄστυ:

  κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρ᾽ ἐπὶ δαιτὶ

  πότμον ἀναπλήσωσιν ὑπ᾽ Ἀργείοισι δαμέντες.

 

‹ Prev