Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 74
Delphi Complete Works of Quintus Smyrnaeus Page 74

by Quintus Smyrnaeus


  ὔμμιν ὁμήλικας ἔμμεν: ἀναπνεύσει δέ μευ ἦτορ,

  ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.’

  ὣς φάτο: τοὶ δ᾽ ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος,

  ἀμφ᾽ Ἑλένης ὅσ᾽ ἔρεξε, καὶ ὡς διέπερσαν Ἀφίδνας

  520 κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότ᾽ ἄρ᾽ αὐτοὺς

  ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι

  νηπιάχους ἔτ᾽ ἐόντας: ἀνεμνήσαντο δ᾽ ἀγαυῆς

  Αἴθρης, ὅσσ᾽ ἐμόγησε δορυκτήτῳ ὑπ᾽ ἀνάγκῃ,

  ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα

  525 ἀντιθέης Ἑλένης: σὺν δ᾽ ἀμφασίῃ κεχάροντο.

  Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπεν:

  ‘σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ

  αὐτίκ᾽, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας

  ἡμέας, οἵ σε φίλῃς συναειράμενοι παλάμῃσιν

  530 οἴσομεν ἐς νῆας, καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας

  ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.’

  ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ

  χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους

  καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα:

  535 ὣς δ᾽ αὕτως Ἀκάμαντα κύσεν, περὶ δέ σφισι δάκρυ

  ἡδὺ κατὰ βλεφάροιϊν ἐχεύατο μυρομένοισιν:

  ὡς δ᾽ ὁπότ᾽ αἰζηοῖο μετ᾽ ἀλλοδαποῖσιν ἐόντος

  λαοὶ φημίξωσι μόρον, τὸν δ᾽ ἔκποθεν υἷες

  ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα

  540 κλαίουσιν μάλα τερπνόν: ὁ δ᾽ ἔμπαλια παισὶ καὶ αὐτὸς

  μύρεται ἐν μεγάροισιν ἐπωμαδόν, ἀμφὶ δὲ δῶμα

  ἡδὺ κινυρομένων γοερὴ περιπέπτατ᾽ ἰωή:

  ὣς τῶν πυρομένων λαρὸς γόος ἀμφιδεδήει.

  καὶ τότε που Πριάμοιο πολυκτήτοιο θύγατρα

  545 Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι

  εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρα ἑ γαῖα

  ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.

  τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθεν

  ῥῆξεν ἀπειρεσίην: ἡ δ᾽ ἐννεσίῃσι θεοῖο

  550 κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου,

  Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν

  Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι

  ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλων

  πληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν:

  555 ἀλλ᾽ αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν

  ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν: ἡ δ᾽ ἄρα μούνη

  κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ

  Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν: οὐδέ οἱ αὐτὸς

  Ζεὺς ὕπατος χραίσμησεν ἀπ᾽ αἰθέρος, οὕνεκα Μοίραις

  560 εἴκει καὶ μεγάλοιο Διὸς μένος: ἀλλὰ τὸ μέν που

  ἀθανάτων τάχ᾽ ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί:

  Ἀργεῖοι δ᾽ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον

  πάντῃ ἀνὰ πτολίεθρον: ἔρις δ᾽ ἔχε πείρατα χάρμης.

  BOOK XIV.

  καὶ τότ᾽ ἀπ᾽ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς

  οὐρανὸν εἰσανόρουσε: χάος δ᾽ ὑπεδέξατο νύκτα.

  οἱ δὲ βίη Τροίην εὐερκέα δῃώσαντο

  Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,

  5 χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται

  ἐξ ἐρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,

  πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετ᾽ ὄρεσφιν

  αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης:

  ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ

  10 κτήματα πάντα φέρεσκον ἐϋσκάρθμους ἐπὶ νῆας.

  σὺν δ᾽ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,

  τὰς μὲν ἔτ᾽ ἀδμῆτας καὶ νηίδας οἷο γάμοιο,

  τίς δ᾽ ἄρ᾽ ὑπ᾽ αἰζηοῖσι νέον φιλότητι δαμείσας,

  ἄλλας δ᾽ αὖ πολιοπλοκάμους, ἑτέρας δ᾽ ἄρ᾽ ἐκείνων

  15 ὁπλοτέρας, ὧν παῖδας ἀπειρύσσαντ᾽ ἀπὸ μαζῶν

  ὑστάτιον χείλεσσι γλάγος περιμαιμώωντας.

  τοῖσιν δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς

  ἦγεν ἑὴν παράκοιτιν ἀπ᾽ ἄστεος αἰθομένοιο

  ἐξανύσας μέγα ἔργον: ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.

  20 Κασσάνδρην δ᾽ ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων:

  Ἀνδρομάχην δ᾽ Ἀχιλῆος ἐῢς πάϊς: αὐτὰρ Ὀδυσεὺς

  εἷλκε βίῃ Ἑκάβην: τῆς δ᾽ ἁθρόα δάκρὐ ἀπ᾽ ὄσσων

  πίδακος ὣς ἐχέοντο: περιτρομέεσκε δὲ γυῖα,

  καὶ κραδίη ἀλάλυκτο φόβῳ, δεδάϊκτο δὲ χαίτας

  25 κράατος ἐκ πολιοῖο: τέφρη δ᾽ ἐπεπέπτατο πολλή,

  τήν που ἀπ᾽ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν

  ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο:

  καί ῥα μέγα στονάχιζεν, ὅτ᾽ ἄμφεχε δούλιον ἦμαρ

  μὰψ ἀεκαζομένην: ἕτερος δ᾽ ἑτέρην γοόωσαν

  30 ἦγεν Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ:

  αἱ δ᾽ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι

  νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς:

  ὡς δ᾽ ὁπότ᾽ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα

  σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν

  35 ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, τοὶ δ᾽ ἀλεγεινὸν

  μίγδα περιτρύζουσι διηνεκὲς ἀλλήλοισιν:

  ὣς Τρῳαὶ Δαναοῖσιν �
�π᾽ ἐστενάχοντο δαμεῖσαι:

  ἴσην δ᾽ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.

  ἀλλ᾽ οὐ μὰν Ἑλένην γόος ἄμφεχεν: ἀλλά οἱ αἰδὼς

  40 ὄμμασι κυανέοισιν ἐφίζανε, καί οἱ ὕπερθεν

  καλὰς ἀμφερύθηνε παρηίδας: ἐν δέ οἱ ἦτορ

  ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν

  κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί:

  τοὔνεχ᾽ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.

  45 καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ

  ἕσπετο νισσομένοιο κατ᾽ ἴχνιον ἀνδρὸς ἑοῖο

  αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,

  εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηος

  ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν

  50 δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,

  τοῖς ἔνι κεῖτ᾽ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε

  ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν

  Ἥφαιστον: δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω

  ἀμφαδὸν εἰσοράασθαι ἐπ᾽ αἴσχεϊ θηλυτέρῃοι.

  55 τῇ Ελένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ

  ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ

  νῆας ἔπ᾽ Ἀργείων εὐήρεας: ἀμφὶ δὲ λαοὶ

  θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς

  ἀγλαΐην καὶ κάλλος ἐπήρατον: οὐδέ τις ἔτλη

  60 κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι,

  οὔτ᾽ οὖν ἀμφαδίην, ἀλλ᾽ ὡς θεὸν εἰσορόωντο

  ἀσπασίως: πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.

  ὡς δ᾽ ὅτ᾽ ἀλωομένοισι δι᾽ ἀκαμάτοιο θαλάσσης

  πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη,

  65 οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες

  πάτρῃ χεῖρ᾽ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ:

  ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον: οὐ γὰρ ἔτ᾽ αὐτοῖς

  μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ:

  τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων

  70 ἦρα φέρουσ᾽ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.

  καὶ τότ᾽ ἄρ᾽, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ

  Ξάνθος ἔθ᾽ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ

  μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ

  ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα:

  75 ὡς δ᾽ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα

  τυτθὰ διατμήξῃ, στάχυας δ᾽ ἀπὸ πάντας ἀμέρσῃ

  ῥιπῇ ὑπ᾽ ἀργαλέῃ, καλάμη δ᾽ ἄρα χεύατ᾽ ἔραζε

  μαψιδίη καρποῖο κατ᾽ οὔδεος ὀλλυμένοιο

  λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι:

  80 ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος

  Ἰλίου οἰωθέντος: ἔχεν δέ μιν αἰὲν ὀϊζὺς

  ἀθάνατόν περ ἐόντα: μακρὴ δ᾽ ἀμφέστενεν Ἴδη

  καὶ Σιμόεις: μύροντο δ᾽ ἀπόπροθι πάντες ἔναυλοι

  Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.

  85 Ἀργεῖοι δ᾽ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες

  μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,

  ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ καὶ αὐτῶν

  θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.

  μολπὴ δ᾽ οὐρανὸν ἷκε δι᾽ αἰθέρος, εὖτε κολοιῶν

  90 κλαγγὴ ἀπειρεσίη, ὁπότ᾽ εὔδιον ἦμαρ ἵκηται

  χείματος ἐξ ὀλοοῖο, πέλει δ᾽ ἄρα νήμενος αἰθήρ:

  ὣς τῶν πὰρ νήεσσι μέγ᾽ ἔνδοθι γηθομένοων κῆρ

  ἀθάνατοι τέρποντο κατ᾽ οὐρανόν, ὅσσοι ἀρωγοὶ

  ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων:

  95 ἄλλοι δ᾽ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,

  δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον:

  ἀλλ᾽ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν

  ἔσθενον: οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων

  ῥηιδίως δύνατ᾽ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων

  100 ἀθανάτων σθένος ἐστί, Διὸς δ᾽ ἐκ πάντα πέλονται.

  Ἀργεῖοι δ᾽ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες

  καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς

  λείβεσκον μέθυ λαρὸν ἐπ᾽ αἰθομένῃσι θυηλῇς

  ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.

  105 πολλὰ δ᾽ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον

  πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος:

  θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχ᾽ ὑπέτλη

  λώβην δυσμενέων πολυκηδέα: καί ῥά ἑ πάντες

  μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον:

  110 ὃς δ᾽ ἄρ᾽ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ

  νίκῃ ἔπ᾽ Ἀργείων, σφετέρῃ δ᾽ οὐκ ἄχνυτο λώβῃ:

  ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον

  κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων

  ἐσθλῶν, ὁππόσα τ᾽ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.

  115 οἱ δ᾽ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες

  δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες:

  ‘ἠνύσαμεν πολέμοιο μακροῦ τέλος: ἠράμεθ᾽ εὐρὺ

  κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες:

  ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.’

  120 ὣς ἔφαν: ἀλλ᾽ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.

  τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος ...

  ... οὐ γὰρ ἔτ᾽ αὐτοῖς

  δεῖμα πέλε�
� πολέμοιο δυσηχέος, ἀλλ᾽ ἐπὶ ἔργα

  εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.

  125 ὃς δ᾽ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν,

  λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,

  ἠδ᾽ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο

  δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,

  ἕνδεκα δ᾽ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τ᾽ ἔρεξε

  130 Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα,

  ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδ᾽ ὅσ᾽ Ἀχαιοὶ

  μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,

  Ἕκτορα δ᾽ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,

  ὥς τ᾽ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τ᾽ ἐδάμασσεν

  135 υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας

  Γλαῦκον ἐϋμμελίην, ἠδ᾽ ὡς ἐρικυδέα φῶτα

  Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,

  ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,

  ἠδ᾽ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου

  140 ἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο

  πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.

  ἄλλα δ᾽ ἄρ᾽ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.

  ἀλλ᾽ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,

  δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο

  145 παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο:

  χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας:

  τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν

 

‹ Prev