Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 76
Delphi Complete Works of Quintus Smyrnaeus Page 76

by Quintus Smyrnaeus


  ἀλλ᾽ ἴομεν: δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ

  παύσατ᾽ ὀϊζυροῖο χόλου: κατέρυξε δὲ κῦμα

  ὄβριμον Ἐννοσίγαιος: ἐπιπνείουσι δ᾽ ἀῆται

  μείλιχοι: οὐδ᾽ ἔτι κῦμα κορύσσεται ἀλλ᾽ ἄγε νῆας

  345 εἰς ἁλὸς οἶδμ᾽ ἐρύσαντες ἀναμνησώμεθα νόστου.’

  ὣς φάτ᾽ ἐελδομένοις: οἱ δ᾽ ἐς πλόον ἐντύνοντο.

  ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,

  οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο

  ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετ᾽: ἀμφὶ δὲ λαοὶ

  350 θάμβεον ἀγρόμενοι: τῆς δ᾽ ἅψεα λάϊνα πάντα

  θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι:

  καὶ τὴν μὲν Κάλχαντος ὑπ᾽ ἐννεσίῃσιν Ἀχαιοὶ

  νηὸς ἐπ᾽ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου.

  καρπαλίμως δ᾽ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες

  355 κτήματα πάντ᾽ ἐβάλονθ᾽, ὁπόσ᾽ Ἴλιον εἰσανιόντες

  ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες,

  ἠδ᾽ ὁπόσ᾽ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα

  γήθεον, οὕνεκ᾽ ἕσαν μάλα μυρία: τοῖς δ᾽ ἅμα πολλαὶ

  ληιάδες συνέποντο μάλ᾽ ἀχνύμεναι κατὰ θυμόν:

  360 αὐτοὶ δ᾽ ἐντὸς ἵκοντο νεῶν. ἀλλ᾽ οὔ σφισι Κάλχας

  ἕσπετ᾽ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους

  Ἀργείους κατέρυκε: Καφηρίσι γὰρ περὶ πέτρῃς

  δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.

  οἱ δέ οἱ οὔτι πίθοντο: παρήπαφε γὰρ νόον ἀνδρῶν

  365 αἶσα κακή: μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς

  Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου,

  μίμνεν ὁμῶς Κάλχαντι περίφρονι: τοῖσι γὰρ ἦεν

  αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης

  Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι.

  370 ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν: αὐτὰρ Ἀχαιοὶ

  νηῶν πείσματ᾽ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς

  ἐσσυμένως ἀνάειραν: ἐπίαχε δ᾽ Ἑλλήσποντος

  σπερχομένων: νῆες δὲ περικλύζοντο θαλάσσῃ:

  ἀμφὶ δ᾽ ἄρα σφίσι πολλὰ περὶ πρώρῃσιν ἔκειντο

  375 ἔντἐ ἀποκταμένων: καθύπερθε δὲ σήματα νίκης

  μυρί᾽ ἀπῃώρηντο: κατεστέψαντο δὲ νῆας

  καὶ κεφαλὶς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο

  ἀντία δυσμενέων: ἀπὸ δὲ πρώρηθεν ἄνακτες

  εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν

  380 εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι:

  εὐχωλαὶ δ᾽ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν

  μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.

  αἱ δ᾽ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ

  ληιάδες: καὶ πολλὰ κινυρόμεναι γοάασκον

  385 κρύβδην Ἀργείων μέγ᾽ ἐνὶ φρεσὶ πένθος ἔχουσαι:

  καί ῥ᾽ αἱ μὲν περὶ γούνατ᾽ ἔχον χέρας: αἱ δὲ μέτωπα

  χερσὶν ἐπηρείδοντο δυσάμμορι: αἱ δ᾽ ἄρα τέκνα

  ἄμφεχον ἀγκοίνῃσι: τὰ δ᾽ οὔπω δούλιον ἦμαρ

  ἔστενον οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλ᾽ ἐπὶ μαζῷ

  θυμὸν ἔχον: κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.

  390 πάσῃσιν δ᾽ ἑλέλυντο κόμαι καὶ στήθεα λυγρὰ

  ἀμφ᾽ ὀνύχεσσι δέδρυπτο: παρειῇσιν δ᾽ ἔπι δάκρυ

  αὐαλέον περίκειτο, κατείβετο δ᾽ ἄλλ᾽ ἐφύπερθε

  πυκνὸν ἀπὸ βλεφάρων: δέρκοντο δὲ τλήμονα πάτρην

  αἰθομένην ἔτι πάγχυ, πολὺν δ᾽ ἀνὰ καπνὸν ἰόντα:

  395 ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι

  πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς

  μνωόμεναι: ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις,

  καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.

  Τρώων δ᾽ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,

  400 ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο

  θαπτέμεναι μεμαῶτες: ἄγεν δ᾽ ἀλεγεινὸν ἐς ἔργον

  Ἀντήνωρ: αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.

  Ἀργεῖοι δ᾽ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες

  ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,

  405 ἄλλοτε δ᾽ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο

  ἐσσυμένως: ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα

  Δαρδανίη καὶ τύμβος Ἀχιλλέος: οἱ δ᾽ ἀνὰ θυμὸν

  καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑνὰ θυμὸν

  ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν

  410 ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν

  χαζομένη: τοὶ δ᾽ αἶψα παρ᾽ ἀγχιάλοιο φέροντο

  ῥηγμῖνας Τενέδοιο: παρημείβοντο δὲ Χρῦσαν

  καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης:

  Λέσβος δ᾽ ἠνεμόεσσ᾽ ἀνεφαίνετο: κάμπτετο δ᾽ ἄκρη

  415 ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.

  λαίφεα δὲ πρησθέντα περίαχεν: ἀμφὶ δὲ πρώραις

  ἔβραχεν οἶδμα κελαινόν: ἐπεσκιόωντο δὲ μακρὰ

  κύματα: λευκαίνοντο δ᾽ ὑπὲρ πόντοιο κέλευθοι.

  καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας

  420 πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι

  κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη:

  καί ῥ᾽ ὁπότ᾽ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,

  δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον

  ἀμφὶ Λοκρῶν βασι�
�ῆι καὶ ἄσχετον ἀσχαλόωσα

  425 Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον

  ἀθανάτων ἀπάνευθε: χόλον δέ οἱ οὐ χάδε θυμός:

  ‘Ζεῦ πάτερ, οὐκέτ᾽ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται

  ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ

  οὔτ᾽ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτ᾽ ὀπηδεῖ

  430 ἀνδράσι λευγαλέοισι, κακοῦ δ᾽ ἄρα πλλάκις ἐσθλὸς

  συμφέρετ᾽ ἄλγεσι μᾶλλον, ἔχει δ᾽ ἄλληκτον ὀϊζύν:

  τοὔνεκ᾽ ἄρ᾽ οὔτε δίκην τις ἔθ᾽ ἅζεται, οὐδέ τις αἰδὼς

  ἔστι παρ᾽ ἀνθρώποισιν: ἔγωγε μὲν οὔτ᾽ ἐν Ὀλύμπῳ

  ἔσσομαι, οὔτ᾽ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν

  435 τίσομ᾽ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ

  υἱὸς Ὀϊλῆος μέγ᾽ ἐνήλιτεν, οὐδ᾽ ἐλέαιρε

  Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας

  πολλάκις, οὐδ᾽ ὅ γ᾽ ἔδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ

  ᾐδέσατ᾽ ἀθανάτην, ἀλλ᾽ ἄσχετον ἔργον ἔρεξε.

  440 τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς

  ῥέξαι, ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι

  αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.’

  ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν:

  ‘ὦ τέκος, οὔτι ἔγωγ᾽ ἀνθίσταμαι εἵνεκ᾽ Ἀχαιῶν,

  445 ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες

  χερσὶν ὑπ᾽ ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες

  δώσω ἐέλδομένῃ: σὺ δὲ σῷ κρατερόφρονι θυμῷ

  αὐτὴ χεῖμ᾽ ἀλεγεινὸν ἐπ᾽ Ἀργείοισιν ὄρινον.’

  ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν

  450 καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης

  θήκατο: τῆς δ᾽ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγ᾽ ἰάνθη.

  αὐτίκα δ᾽ αἰγίδα θοῦριν ἐδύσατο παμφανόωσαν,

  ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν:

  ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης

  455 σμερδαλέον: κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν

  λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες:

  ἔβραχε δ᾽ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,

  οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.

  λάζετο δ᾽ ἔντεα πατρός, ἅπερ θεὸς οὔτις ἀείρει

  460 νόσφι Διὸς μεγάλοιο: τίναξε δὲ μακρὸν Ὄλυμπον:

  σὺν δ᾽ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε:

  νὺξ δ᾽ ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα:

  Ζεὺς δὲ μέγ᾽ εἰσορόων ἐπετέρπετο: κίνυτο δ᾽ εὐρὺς

  οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς: περὶ δ᾽ ἔβραχεν αἰθήρ,

  465 ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.

  ἡ δ᾽ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι

  οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,

  ὄφρ᾽ ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ

  ἐλθέμεναι κραναοῖο Καφηρέος ἐγγύθεν ἄκρων

  470 νωλεμέως χριμφθέντας, ἀνοιδῆναί τε θάλασσαν,

  λευγαλέῃς ῥιπῇσι μεμηνότας. ἡ δ᾽ ἀΐουσα

  ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι:

  φαίης κεν πῦρ ἔμμεν ἅμ᾽ ἠέρι καὶ μέλαν ὕδωρ.

  ἵκετο δ᾽ Αἰολίην, ἀνέμων ὅθι λάβρον ἀέντων

  475 ἄντρα πέλει στυφελῇσιν ἀρηράμεν᾽ ἀμφὶ πέτρῃσι

  κοῖλα καὶ ἠχήεντα: δόμοι δ᾽ ἄγχιστα πέλονται

  Αἰόλου Ἱπποτάδαο. κίχεν δέ μιν ἔνδον ἐόντα

  σύν τ᾽ ἀλόχῳ καὶ παισὶ δυώδεκα: καί οἱ ἔειπεν,

  ὁππόσ᾽ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.

  480 αὐτὰρ ὅ γ᾽ οὐκ ἀπίθησε, μολὼν δ᾽ ἔκτοσθε μελάθρων

  χερσὶν ὑπ᾽ ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ,

  ἔνθ᾽ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο

  ἐν κενεῷ κευθμῶνι: περίαχε δ᾽ αἰὲν ἰωὴ

  βρυχομένη ἀλεγεινά: βίῃ δ᾽ ἔρρηξε κολώνην.

  485 οἱ δ᾽ ἄφαρ ἐξεχέοντο: κέλευσε δὲ πάντας ἐρεμνὴν

  λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρ᾽ ἀλεγεινὸν

  ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.

  οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι

  πᾶν ἔπος: ἐσσυμένοισι δ᾽ ἐπεστενάχιζε θάλασσα

  490 ἄσχετον: ἠλιβάτοισι δ᾽ ἐοικότα κύματ᾽ ὄρεσσιν

  ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δ᾽ ἄρ᾽ Ἀχαιῶν

  θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που

  ὑψηλὴν φέρε κῦμα δι᾽ ἠέρος, ἄλλοτε δ᾽ αὖτε

  οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε

  495 βυσσόν ἐς ἠερόεντα: βίη δέ τις ἄσχετος αἰεὶ

  ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.

  οἱ δ᾽ ἄρ᾽ ἀμηχανίη βεβολημένοι οὔτ᾽ ἐπ᾽ ἐρετμῷ

  χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτ᾽ ἄρα λαίφη

  ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι

  500 ῥηγνύμεν᾽ ἐξ ἀνέμων, οὐδ᾽ ἔμπαλιν ἰθύνασθαι

  ἐς πλόον: ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι:

  οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν

  χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν:

  πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.

  505 οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκ᾽ ἐρεμνὴ

  νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς

  ὦρτο: Ποσειδάων γὰρ ἀν�
�λέα πόντον ὄρινεν

  ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ,

  ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα

  510 θῦνε μετ᾽ ἀστεροπῇσιν: ἐπέκτυπε δ᾽ οὐρανόθεν Ζεὺς

  κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι

  νῆσοί τ᾽ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ

  Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ᾗχι μάλιστα

  τεῦχεν ἀμειλίκτοισιν ἐπ᾽ ἄλγεσιν ἄλγεα δαίμων

  515 Ἀργείοις. στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας

  ἔπλετ᾽ ἀπολλυμένων: κανάχιζε δὲ δούρατα νηῶν

  ἀγνυμένων: αἱ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν

  αἰὲν ἐπερρήγνυντο: πόνος δ᾽ ἄπρηκτος ὀρώρει:

  καί ῥ᾽ οἱ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες

  520 νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ

  κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δ᾽ ὑπὸ πότμῳ

  κάτθανον, οὕνεκ᾽ ἄρα σφιν ἐπέχραον ἄλλοθεν ἄλλα

  νηῶν δούρατα μακρά: συνηλοίηντο δὲ πάντων

  σώματα λευγαλέως: οἱ δ᾽ ἐν νήεσσι πεσόντες

  525 κεῖντο καταφθιμένοισιν ἐοικότες: οἱ δ᾽ ὑπ᾽ ἀνάγκης

  νήχοντ᾽ ἀμφιπεσόντες ἐϋξέστοισιν ἐρετμοῖς:

  ἄλλοι δ᾽ αὖ σανίδεσσιν ἐπέπλεον: ἔβραχε δ᾽ ἅλμη

  βυσσόθεν, ὥστε θάλασσαν ἰδ᾽ οὐρανὸν ἠδὲ καὶ αἶαν

  φαίνεσθ᾽ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.

  530 ἡ δ᾽ ἄρ᾽ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη

  οὔτι καταισχύνεσκε βίην πατρός: ἀμφὶ δ᾽ ἄρ᾽ αἰθὴρ

  ἴαχεν. ἡ δ᾽ Αἴαντι χόλον καὶ πῆμα φέρουσα

 

‹ Prev