Book Read Free

Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)

Page 197

by Xenophon


  [5.3.5] Ἐκ τούτου δὴ ἤιει πρὸς Βαβυλῶνα παραταξάμενος ὥσπερ ὅτε ἡ μάχη ἦν. ὡς δ᾽ οὐκ ἀντεξῆισαν οἱ Ἀσσύριοι, ἐκέλευσεν ὁ Κῦρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν ὅτι εἰ βούλεται ὁ βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, κἂν αὐτὸς σὺν ἐκείνωι μάχοιτο· εἰ δὲ μὴ ἀμυνεῖ τῆι χώραι, ὅτι ἀνάγκη τοῖς κρατοῦσι πείθεσθαι. [5.3.6] ὁ μὲν δὴ Γωβρύας προσελάσας ἔνθα ἀσφαλὲς ἦν ταῦτα εἶπεν, ὁ δ᾽ αὐτῶι ἐξέπεμψεν ἀποκρινούμενον τοιάδε· Δεσπότης ὁ σὸς λέγει, ὦ Γωβρύα, Οὐχ ὅτι ἀπέκτεινά σου τὸν υἱὸν μεταμέλει μοι, ἀλλ᾽ ὅτι οὐ καὶ σὲ προσαπέκτεινα. μάχεσθαι δὲ ἐὰν βούλησθε, ἥκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δ᾽ οὔπω ἡμῖν σχολή· ἔτι γὰρ παρασκευαζόμεθα. [5.3.7] ὁ δὲ Γωβρύας εἶπεν· Ἀλλὰ μήποτέ σοι λήξειεν αὕτη ἡ μεταμέλεια· δῆλον γὰρ ὅτι ἀνιῶ σέ τι, ἐξ οὗ αὕτη σε ἡ μεταμέλεια ἔχει.

  [5.3.8] Ὁ μὲν δὴ Γωβρύας ἀπήγγειλε τὰ τοῦ Ἀσσυρίου· ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἀπήγαγε τὸ στράτευμα· καὶ καλέσας τὸν Γωβρύαν Εἰπέ μοι, ἔφη, οὐκ ἔλεγες μέντοι σὺ ὅτι τὸν ἐκτμηθέντα ὑπὸ τοῦ Ἀσσυρίου οἴει ἂν σὺν ἡμῖν γενέσθαι; Εὖ μὲν οὖν, ἔφη, δοκῶ εἰδέναι· πολλὰ γὰρ δὴ ἔγωγε κἀκεῖνος ἐπαρρησιασάμεθα πρὸς ἀλλήλους. [5.3.9] Ὁπότε τοίνυν σοι δοκεῖ καλῶς ἔχειν, πρόσιθι πρὸς αὐτόν· καὶ πρῶτον μὲν οὕτω ποίει ὅπως ἂν αὐτοὶ ὅ τι ἂν λέγηι εἰδῆτε· ἐπειδὰν δὲ συγγένηι αὐτῶι, ἐὰν γνῶις αὐτὸν φίλον βουλόμενον εἶναι, τοῦτο δεῖ μηχανᾶσθαι ὅπως λάθηι φίλος ὢν ἡμῖν· οὔτε γὰρ ἂν φίλους τις ποιήσειεν ἄλλως πως πλείω ἀγαθὰ ἐν πολέμωι ἢ πολέμιος δοκῶν εἶναι οὔτ᾽ ἂν ἐχθροὺς πλείω τις βλάψειεν ἄλλως πως ἢ φίλος δοκῶν εἶναι. [5.3.10] Καὶ μήν, ἔφη ὁ Γωβρύας, οἶδ᾽ ὅτι κἂν πρίαιτο Γαδάτας τὸ μέγα τι ποιῆσαι κακὸν τὸν νῦν βασιλέα Ἀσσυρίων. ἀλλ᾽ ὅ τι ἂν δύναιτο, τοῦτο δεῖ καὶ ἡμᾶς σκοπεῖν. [5.3.11] Λέγε δή μοι, ἔφη ὁ Κῦρος, εἰς τὸ φρούριον τὸ πρὸ τῆς χώρας, ὅ φατε Ὑρκανίοις τε καὶ Σάκαις ἐπιτετειχίσθαι τῆιδε τῆι χώραι πρόβολον εἶναι τοῦ πολέμου, ἆρ᾽ ἄν, ἔφη, οἴει ὑπὸ τοῦ φρουράρχου παρεθῆναι τὸν εὐνοῦχον ἐλθόντα σὺν δυνάμει; Σαφῶς γ᾽, ἔφη ὁ Γωβρύας, εἴπερ ἀνύποπτος ὤν, ὥσπερ νῦν ἐστιν, ἀφίκοιτο πρὸς αὐτόν. [5.3.12] Οὐκοῦν, ἔφη, ἀνύποπτος ἂν εἴη, εἰ προσβάλοιμι μὲν ἐγὼ πρὸς τὰ χωρία αὐτοῦ ὡς λαβεῖν βουλόμενος, ἀπομάχοιτο δὲ ἐκεῖνος ἀνὰ κράτος· καὶ λάβοιμι μὲν αὐτοῦ τι ἐγώ, ἀντιλάβοι δὲ κἀκεῖνος ἡμῶν ἢ ἄλλους τινὰς ἢ καὶ ἀγγέλους πεμπομένους ὑπ᾽ ἐμοῦ πρὸς τούτους οὕς φατε πολεμίους τῶι Ἀσσυρίωι εἶναι· καὶ οἱ μὲν ληφθέντες λέγοιεν ὅτι ἐπὶ στρατεύματα ἔρχονται καὶ κλίμακας ὡς ἐπὶ τὸ φρούριον ἄξοντες, ὁ δ᾽ εὐνοῦχος ἀκούσας προσποιήσαιτο προαγγεῖλαι βουλόμενος ταῦτα παρεῖναι; [5.3.13] καὶ ὁ Γωβρύας εἶπεν ὅτι οὕτω μὲν γιγνομένων σαφῶς παρείη ἂν αὐτόν, καὶ δέοιτό γ᾽ ἂν αὐτοῦ μένειν ἔστε σὺ ἀπέλθοις. Οὐκοῦν, ἔφη ὁ Κῦρος, εἴ γε ἅπαξ εἰσέλθοι, δύναιτ᾽ ἂν ἡμῖν ὑποχείριον ποιῆσαι τὸ χωρίον; [5.3.14] Εἰκὸς γοῦν, ἔφη ὁ Γωβρύας, τὰ μὲν ἔνδον ἐκείνου συμπαρασκευάζοντος, τὰ δ᾽ ἔξωθεν σοῦ ἰσχυρότερα προσάγοντος. Ἴθι οὖν, ἔφη, καὶ πειρῶ ταὺτα διδάξας καὶ διαπραξάμενος παρεῖναι· πιστὰ δὲ αὐτῶι οὐκ ἂν μείζω οὔτ᾽ εἴποις οὔτε δείξαις ὧν αὐτὸς σὺ τυγχάνεις παρ᾽ ἡμῶν εἰληφώς.

  [5.3.15] Ἐκ τούτου ὤιχετο μὲν ὁ Γωβρύας· ἄσμενος δὲ ἰδὼν αὐτὸν ὁ εὐνοῦχος συνωμολόγει τε πάντα καὶ συνέθετο ἃ ἔδει. ἐπεὶ δὲ ἀπήγγειλεν ὁ Γωβρύας ὅτι πάντα δοκοίη ἰσχυρῶς τῶι εὐνούχωι τὰ ἐπισταλέντα, ἐκ τούτου τῆι ὑστεραίαι προσέβαλε μὲν ὁ Κῦρος, ἀπεμάχετο δὲ ὁ Γαδάτας. ἦν δὲ καὶ ὃ ἔβαλε χωρίον ὁ Κῦρος, ὁποῖον ἔφη ὁ Γαδάτας. [5.3.16] τῶν δὲ ἀγγέλων οὓς ἔπεμψεν ὁ Κῦρος προειπὼν ἧι πορεύσοιντο, ὅπως ἄγοιεν τὰ στρατεύματα καὶ τὰς κλίμακας κομίζοιεν, τοὺς μὲν εἴασεν ὁ Γαδάτας διαφεύγειν· οὓς δ᾽ ἔλαβε, βασανίζων ἐναντίον πολλῶν, ὡς ἤκουσεν ἐφ᾽ ἃ ἔφασαν πορεύεσθαι, εὐθέως συσκευασάμενος ὡς ἐξαγγελῶν τῆς νυκτὸς ἐπορεύετο. [5.3.17] τέλος δὲ πιστευθεὶς ὡς βοηθὸς εἰσέρχεται εἰς τὸ φρούριον· καὶ τέως μὲν συμπαρεσκεύαζεν ὅ τι δύναιτο τῶι φρουράρχωι· ἐπεὶ δὲ ὁ Κῦρος ἦλθε, καταλαμβάνει τὸ χωρίον συνεργοὺς ποιησάμενος καὶ τοὺς παρὰ τοῦ Κύρου αἰχμαλώτους. [5.3.18] ἐπεὶ δὲ τοῦτο ἐγένετο, εὐθὺς [Γαδάτας] ὁ εὐνοῦχος τὰ ἔνδον καταστήσας ἐξῆλθε πρὸς τὸν Κῦρον, καὶ τῶι νόμωι προσκυνήσας εἶπε, Χαῖρε, Κῦρε. [5.3.19] Ἀλλὰ ποιῶ ταῦτ᾽, ἔφη· σὺ γάρ με σὺν τοῖς θεοῖς οὐ κελεύεις μόνον ἀλλὰ καὶ ἀναγκάζεις χαίρειν. εὖ γὰρ ἴσθι, ἔφη, ὅτι ἐγὼ μέγα ποιοῦμαι φίλιον τοῦτο τὸ χωρίον τοῖς ἐνθάδε συμμάχοις καταλείπων· σοῦ δ᾽, ἔφη, ὦ Γαδάτα, ὁ Ἀσσύριος παῖδας μέν, ὡς ἔοικε, τὸ ποιεῖσθαι ἀφείλετο, οὐ μέντοι τό γε φίλους δύνασθαι κτᾶσθαι ἀπεστέρησεν· ἀλλ᾽ εὖ ἴσθι ὅτι ἡμᾶς τοιούτους τῶι ἔργωι τούτωι φίλους πεποίησαι, οἵ σοι, ἐὰν δυνώμεθα, πειρασόμεθα μὴ χείρους βοηθοὶ παραστῆναι ἢ εἰ παῖδας ἐκγόνους ἐκέκτησο. ὁ μὲν ταῦτ᾽ ἔλεγεν. [5.3.20] ἐν δὲ τούτωι ὁ Ὑρκάνιος ἄρτι ἠισθημένος τὸ γεγενημένον προσθεῖ τῶι Κύρωι καὶ λαβὼν τὴν
δεξιὰν αὐτοῦ εἶπεν· Ὦ μέγα ἀγαθὸν σὺ τοῖς φίλοις Κῦρε, ὡς πολλήν με τοῖς θεοῖς ποιεῖς χάριν ὀφείλειν ὅτι σοί με συνήγαγον. [5.3.21] Ἴθι νῦν, ἔφη ὁ Κῦρος, καὶ λαβὼν τὸ χωρίον οὕπερ ἕνεκά με ἀσπάζηι διατίθει αὐτὸ οὕτως ὡς ἂν τῶι ὑμετέρωι φύλωι πλείστου ἄξιον ἦι καὶ τοῖς ἄλλοις συμμάχοις, μάλιστα δ᾽, ἔφη, Γαδάται τουτωιΐ , ὃς ἡμῖν αὐτὸ λαβὼν παραδίδωσι.

  [5.3.22] Τί οὖν; ἔφη ὁ Ὑρκάνιος, ἐπειδὰν Καδούσιοι ἔλθωσι καὶ Σάκαι καὶ οἱ ἐμοὶ πολῖται, καλέσωμεν καὶ τούτων, ἵνα κοινῆι βουλευσώμεθα πάντες ὅσοις προσήκει πῶς ἂν συμφορώτατα χρώιμεθα τῶι φρουρίωι; [5.3.23] ταῦτα μὲν οὕτω συνήινεσεν ὁ Κῦρος· ἐπεὶ δὲ συνῆλθον οἷς ἔμελε περὶ τοὺ φρουρίου, ἐβουλεύσαντο κοινῆι φυλάττειν οἷσπερ ἀγαθὸν ἦν φίλιον ὄν, ὅπως αὐτοῖς μὲν πρόβολος εἴη πολέμου, τοῖς δ᾽ Ἀσσυρίοις ἐπιτετειχισμέμον. [5.3.24] τούτων γενομένων πολὺ δὴ προθυμότερον καὶ πλείους καὶ Καδούσιοι συνεστρατεύοντο καὶ Σάκαι καὶ Ὑρκάνιοι· καὶ συνελέγη ἐντεῦθεν στράτευμα Καδουσίων μὲν πελτασταὶ εἰς δισμυρίους καὶ ἱππεῖς εἰς τετρακισχιλίους, Σακῶν δὲ τοξόται εἰς μυρίους καὶ ἱπποτοξόται εἰς χιλίους· καὶ Ὑρκάνιοι δὲ πεζούς τε ὁπόσους ἐδύναντο προσεξέπεμψαν καὶ ἱππέας ἐξεπλήρωσαν εἰς δισχιλίους· τὸ γὰρ πρόσθεν καταλελειμμένοι ἦσαν πλείους οἴκοι αὐτοῖς ἱππεῖς, ὅτι καὶ οἱ Καδούσιοι καὶ οἱ Σάκαι τοῖς Ἀσσυρίοις πολέμιοι ἦσαν. [5.3.25] ὅσον δὲ χρόνον ἐκαθέζετο ὁ Κῦρος ἀμφὶ τὴν περὶ τὸ φρούριον οἰκονομίαν, τῶν Ἀσσυρίων τῶν κατὰ ταῦτα τὰ χωρία πολλοὶ μὲν ἀπῆγον ἵππους, πολλοὶ δὲ ἀπέφερον ὅπλα, φοβούμενοι ἤδη πάντας τοὺς προσχώρους.

  [5.3.26] Ἐκ δὲ τούτου προσέρχεται τῶι Κύρωι ὁ Γαδάτας καὶ λέγει ὅτι ἥκουσιν αὐτῶι ἄγγελοι ὡς ὁ Ἀσσύριος, ἐπεὶ πύθοιτο τὰ περὶ τοῦ φρουρίου, χαλεπῶς τε ἐνέγκοι καὶ συσκευάζοιτο ὡς ἐμβαλῶν εἰς τὴν αὑτοῦ χώραν. ἐὰν οὖν ἀφῆις με, ὦ Κῦρε, τὰ τείχη ἂν πειραθείην διασῶσαι, τῶν δ᾽ ἄλλων μείων λόγος. [5.3.27] καὶ ὁ Κῦρος εἶπεν· Ἐὰν οὖν ἴηις νῦν, πότε ἔσηι οἴκοι; καὶ ὁ Γαδάτας εἶπεν· Εἰς τρίτην δειπνήσω ἐν τῆι ἡμετέραι. Ἦ καὶ τὸν Ἀσσύριον ἔφη, οἴει ἐκεῖ ἤδη καταλήψεσθαι; Εὖ μὲν οὖν, ἔφη, οἶδα· σπεύσει γὰρ ἕως ἔτι πρόσω δοκεῖς ἀπεῖναι. [5.3.28] Ἐγὼ δ᾽, ἔφη ὁ Κῦρος, ποσταῖος ἂν τῶι στρατεύματι ἐκεῖσε ἀφικοίμην; πρὸς τοῦτο δὴ ὁ Γαδάτας λέγει· Πολὶ ἤδη, ὦ δέσποτα, ἔχεις τὸ στράτευμα καὶ οὐκ ἂν δύναιο μεῖον ἢ ἐν ἓξ ἢ ἑπτὰ ἡμέραις ἐλθεῖν πρὸς τὴν ἐμὴν οἴκησιν. Σὺ μὲν τοίνυν, ἔφη ὁ Κῦρος, ἄπιθι ὡς τάχιστα· ἐγὼ δ᾽ ὡς ἂν δυνατὸν ἦι πορεύσομαι. [5.3.29] ὁ μὲν δὴ Γαδάτας ὤιχετο· ὁ δὲ Κῦρος συνεκάλεσε πάντας τοὺς ἄρχοντας τῶν συμμάχων· καὶ ἤδη πολλοί τε ἐδόκουν καὶ καλοὶ κἀγαθοὶ παρεῖναι· ἐν οἷς δὴ λέγει ὁ Κῦρος ταῦτα.

  [5.3.30] Ἄνδρες σύμμαχοι, Γαδάτας διέπραξαν ἃ δοκεῖ πᾶσιν ἡμῖν πολλοῦ ἄξια εἶναι, καὶ ταῦτα πρὶν καὶ ὁτιοῦν ἀγαθὸν ὑφ᾽ ἡμῶν παθεῖν. νῦν δὲ ὁ Ἀσσύριος εἰς τὴν χώραν αὐτοῦ ἐμβαλεῖν ἀγγέλλεται, δῆλον ὅτι ἅμα μὲν τιμωρεῖσθαι αὐτὸν βουλόμενος, ὅτι δοκεῖ ὑπ᾽ αὐτοῦ μεγάλα βεβλάφθαι· ἅμα δὲ ἴσως κἀκεῖνο ἐννοεῖται ὡς εἰ οἱ μὲν πρὸς ἡμᾶς ἀφιστάμενοι μηδὲν ὑπ᾽ ἐκείνου κακὸν πείσονται, οἱ δὲ σὺν ἐκείνωι ὄντες ὑφ᾽ ἡμῶν ἀπολοῦνται, ὅτι τάχα οὐδένα εἰκὸς σὺν αὐτῶι βουλήσεσθαι εἶναι. [5.3.31] νῦν οὖν, ὦ ἄνδρες, καλόν τι ἄν μοι δοκοῦμεν ποιῆσαι, εἰ προθύμως Γαδάται βοηθήσαιμεν ἀνδρὶ εὐεργέτηι· καὶ ἅμα δίκαια ποιοῖμεν ἂν χάριν ἀποδιδόντες· ἀλλὰ μὴν καὶ σύμφορά γ᾽ ἄν, ὡς ἐμοὶ δοκεῖ, πράξαιμεν ἡμῖν αὐτοῖς. [5.3.32] εἰ γὰρ πᾶσι φαινοίμεθα τοὺς μὲν κακῶς ποιοῦντας νικᾶν πειρώμενοι κακῶς ποιοῦντες, τοὺς δ᾽ εὐεργετοῦντας ἀγαθοῖς ὑπερβαλλόμενοι, εἰκὸς ἐκ τῶν τοιούτων φίλους μὲν πολλοὺς ἡμῖν βούλεσθαι γίγνεσθαι, ἐχθρὸν δὲ μηδένα ἐπιθυμεῖν εἶναι· [5.3.33] εἰ δὲ ἀμελῆσαι δόξαιμεν Γαδάτα, πρὸς τῶν θεῶν ποίοις λόγοις ἂν ἄλλον πείθοιμεν χαρίζεσθαί τι ἡμῖν; πῶς δ᾽ ἂν τολμῶιμεν ἡμᾶς αὐτοὺς ἐπαινεῖν; πῶς δ᾽ ἂν ἀντιβλέψαι τις ἡμῶν δύναιτο Γαδάται, εἰ ἡττώιμεθ᾽ αὐτ3ου εὖ ποιοῦντος τοσοῦτοι ὄντες ἑνὸς ἀνδρὸς καὶ τούτου οὕτω διακειμένου; [5.3.34] ὁ μὲν οὕτως εἶπεν· οἱ δὲ πάντες ἰσχυρῶς συνεπήινουν ταῦτα ποιεῖν.

  Ἄγε τοίνυν, ἔφη, ἐπεὶ καὶ ὑμῖν συνδοκεῖ ταῦτα, ἐπὶ μὲν τοῖς ὑποζυγίοις καὶ ὀχήμασι καταλίπωμεν ἕκαστοι τοὺς μετ᾽ αὐτῶν ἐπιτηδειοτάτους πορεύεσθαι. [5.3.35] Γωβρύας δ᾽ ἡμῖν ἀρχέτω αὐτῶν καὶ ἡγείσθω αὐτοῖς· καὶ γὰρ ὁδῶν ἔμπειρος καὶ τἆλλα ἱκανός· ἡμεῖς δ᾽, ἔφη. καὶ ἵπποις τοῖς δυνατωτάτοις καὶ ἀνδράσι πορευώμεθα, τὰ ἐπιτήδεια τριῶν ἡμερῶν λαβόντες· ὅσωι δ᾽ ἂν κουφότερον συσκευασώμεθα, καὶ εὐτελέστερον, τοσούτωι ἥδιον τὰς ἐπιούσας ἡμέρας ἀριστήσομέν τε καὶ δειπνήσομεν καὶ καθευδήσομεν. νῦν δ᾽, ἔφη, πορευώμεθα ὧδε· [5.3.36] πρώτους μὲν ἄγε σύ, Χρυσάντα, τοὺς θωρακοφόρους, ἐπεὶ ὁμαλή τε καὶ πλατεῖα ἡ ὁδός ἐστι, τοὺς ταξιάρχους ἔχων ἐν μετώπωι πάντας· ἡ δὲ τάξις ἑκάστη ἐφ᾽ ἑνὸς ἴτω· ἁθρόοι γὰρ ὄντες καὶ τάχιστα καὶ ἀσφ�
�λέστατα πορευοίμεθ᾽ ἄν. [5.3.37] τούτου δ᾽ ἕνεκα, ἔφη, κελεύω τοὺς θωρακοφόρους ἡγεῖσθαι ὅτι τοῦτο βραδύτατόν ἐστι τοῦ στρατεύματος· τοῦ δὲ βραδυτάτου ἡγουμένου ἀνάγκη ῥαιδίως ἕπεσθαι πάντα τὰ θᾶττον ἰόντα· ὅταν δὲ τὸ τάχιστον ἡγῆται ἐν νυκτί, οὐδέν ἐστι θαυμαστὸν καὶ διασπᾶσθαι τὰ στρατεύματα· τὸ γὰρ προταχθὲν ἀποδιδράσκει. [5.3.38] ἐπὶ δὲ τούτοις, ἔφη, Ἀρτάβαζος τοὺς Περσῶν πελταστὰς καὶ τοξότας ἀγέτω· ἐπὶ δὲ τούτοις Ἀνδαμύας ὁ Μῆδος τὸ Μήδων πεζόν· ἐπὶ δὲ τούτοις Ἔμβας τὸ Ἀρμενίων πεζόν· ἐπὶ δὲ τούτοις Ἀρτούχας Ὑρκανίους· ἐπὶ δὲ τούτοις Θαμβράδας τὸ Σακῶν πεζόν· ἐπὶ δὲ τούτοις Δατάμας Καδουσίους. [5.3.39] ἀγόντων δὲ καὶ οὗτοι πάντες ἐν μετώπωι μὲν τοὺς ταξιάρχους ἔχοντες, δεξιοὺς δὲ τοὺς πελταστάς, ἀριστεροὺς δὲ τοὺς τοξότας τοῦ ἑαυτῶν πλαισίου· οὕτω γὰρ πορευόμενοι καὶ εὐχρηστότεροι γίγνονται. [5.3.40] ἐπὶ δὲ τούτοις οἱ σκευοφόροι, ἔφη, πάντων ἑπέσθων· οἱ δὲ ἄρχοντες αὐτῶν ἐπιμελείσθων ὅπως συνεσκευασμένοι τε ὦσι πάντα πρὶν καθεύδειν καὶ πρὼι σὺν τοῖς σκεύεσι παρῶσιν εἰς τὴν τεταγμένην χώραν καὶ ὅπως κοσμίως ἕπωνται. [5.3.41] ἐπὶ δὲ τοῖς σκευοφόροις, ἔφη, τοὺς Πέρσας ἱππέας Μαδάτας ὁ Πέρσης ἀγέτω, ἔχων καὶ οὗτος τοὺς ἑκατοντάρχους τῶν ἱππέων ἐν μετώπωι· ὁ δ᾽ ἑκατόνταρχος τὴν τάξιν ἀγέτω εἰς ἕνα, ὥσπερ οἱ πέζαρχοι. [5.3.42] ἐπὶ τούτοις †Ῥαμβάκας† ὁ Μῆδος ὡσαύτως τοὺς ἑαυτοῦ ἱππέας· ἐπὶ τούτοις σύ, ὦ Τιγράνη, τὸ σεαυτοῦ ἱππικόν· καὶ οἱ ἄλλοι δὲ ἴππαρχοι μεθ᾽ ὧν ἕκαστα ἀφίκοντο πρὸς ἡμᾶς. ἐπὶ τούτοις Σάκαι ἄγετε· ἔσχατοι δέ, ὥσπερ ἦλθον, Καδούσιοι ἰόντων· Ἀλκεύνα, σὺ δὲ ὁ ἄγων αὐτοὺς ἐπιμελοῦ τὸ νῦν εἶναι πάντων τῶν ὄπισθεν καὶ μηδένα ἔα ὕστερον τῶν σῶν ἱππέων γίγνεσθαι. [5.3.43] ἐπιμελεῖσθαι δὲ τοῦ σιωπῆι πορεύεσθαι οἵ τε ἄρχοντες καὶ πάντες δὲ οἱ σωφρονοῦντες· διὰ γὰρ τῶν ὤτων ἐν τῆι νυκτὶ ἀνάγκη μᾶλλον ἢ διὰ τῶν ὀφθαλμῶν ἕκαστα καὶ αἰσθάνεσθαι καὶ πράττεσθαι· καὶ τὸ ταραχθῆναι δὲ ἐν τῆι νυκτὶ πολὺ μεῖζόν ἐστι πρᾶγμα ἢ ἐν τῆι ἡμέραι καὶ δυσκαταστατώτερον· οὗ ἕνεκα ἥ τε σιωπὴ ἀσκητέα καὶ ἡ τάξις φυλακτέα. [5.3.44] τὰς δὲ νυκτερινὰς φυλακάς, ὅταν μέλλητε νυκτὸς ἀναστήσεσθαι, χρὴ ὡς βραχυτάτας καὶ πλείστας ποιεῖσθαι, ὡς μηδένα ἡ ἐν τῆι φυλακῆι ἀγρυπνία πολλὴ οὖσα λυμαίνηται ἐν τῆι πορείαι· ἡνίκα δ᾽ ἂν ὥρα ἦι πορεύεσθαι, σημαίνειν τῶι κέρατι. [5.3.45] ὑμεῖς δ᾽ ἔχοντες ἃ δεῖ ἕκαστοι πάρεστε εἰς τὴν ἐπὶ Βαβυλῶνος ὁδόν· ὁ δ᾽ ὁρμώμενος ἀεὶ τῶι κατ᾽ οὐρὰν παρεγγυάτω ἕπεσθαι.

 

‹ Prev