Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)
Page 199
[5.4.19] Καὶ τότε μὲν οὕτως ἐκοιμήθησαν. ἅμα δὲ τῆι ἡμέραι κηρύξας συνιέναι τῶν μὲν ἄλλων τοὺς ἄρχοντας, τοὺς δὲ Καδουσίους ἅπαντας, ἔλεξε τοιάδε.
Ἄνδρες σύμμαχοι, ἀνθρώπινον τὸ γεγενημένον· τὸ γὰρ ἁμαρτάνειν ἀνθρώπους ὄντας οὐδὲν οἴομαι θαυμαστόν. ἄξιοί γε μέντοι ἐσμὲν τοῦ γεγενημένου πράγματος τούτου ἀπολαῦσαί τι ἀγαθόν, τὸ μαθεῖν μήποτε διασπᾶν ἀπὸ τοῦ ὅλου δύναμιν ἀσθενεστέραν τῆς τῶν πολεμίων δυνάμεως. [5.4.20] καὶ οὐ τοῦτο, ἔφη, λέγω ὡς οὐ δεῖ ποτε καὶ ἐλάττονι ἔτι μορίωι ἰέναι, ὅπου ἂν δέηι, ἢ νῦν ὁ Καδούσιος ὤιχετο· ἀλλ᾽ ἐάν τις κοινούμενος ὁρμᾶται τῶι ἱκανῶι βοηθῆσαι, ἔστι μὲν ἀπαρτηθῆναι, ἔστι δὲ τῶι ὑπομένοντι ἐξαπατήσαντι τοὺς πολεμίους ἄλλοσε τρέψαι ἀπὸ τῶν ἐξεληλυθότων, ἔστι δὲ ἄλλα παρέχοντα πράγματα τοῖς πολεμίοις τοῖς φίλοις ἀσφάλειαν παρέχειν· καὶ οὕτω μὲν οὐδ᾽ ὁ χωρὶς ὢν ἀπέσται, ἀλλ᾽ ἐξαρτήσεται τῆς ἰσχύος· ὁ δὲ ἀπεληλυθὼς μὴ ἀνακοινωσάμενος, ὅπου ἂν ἦι, οὐδὲν διάφορον πάσχει ἢ εἰ μόνος ἐστρατεύετο. [5.4.21] ἀλλ᾽ ἀντὶ μὲν τούτου, ἔφη, ἐὰν θεὸς θέληι, ἀμυνούμεθα τοὺς πολεμίους οὐκ εἰς μακράν. ἀλλ᾽ ἐπειδὰν τάχιστα ἀριστήσητε, ἄξω ὑμᾶς ἔνθα τὸ πρᾶγμα ἐγένετο· καὶ ἅμα μὲν θάψομεν τοὺς τελευτήσαντας, ἅμα δὲ δείξομεν τοῖς πολεμίοις ἔνθα κρατῆσαι νομίζουσιν ἐνταῦθα ἄλλους αὐτῶν κρείττους, ἢν θεὸς θέληι· ἐὰν δὲ μὴ ἀντεπεξίωσι, καύσομεν αὐτῶν τὰς κώμας καὶ δηιώσομεν τὴν χώραν, ἵνα μὴ ἃ ἡμᾶς ἐποίησαν ὁρῶντες εὐφραίνωνται, ἀλλὰ τὰ ἑαυτῶν κακὰ θεώμενοι ἀνιῶνται, καὶ ὅπως γε μηδὲ τὸ χωρίον ἡδέως ὁρῶσιν ἔνθα κατέκανον ἡμῶν τοὺς συμμάχους. [5.4.22] οἱ μὲν οὖν ἄλλοι, ἔφη, ἀριστᾶτε ἰόντες· ὑμεῖς δέ, ὦ Καδούσιοι, πρῶτον μὲν ἀπελθόντες ἄρχοντα ὑμῶν αὐτῶν ἕλεσθε ἧιπερ ὑμῖν νόμος, ὅστις ὑμῶν ἐπιμελήσεται σὺν τοῖς θεοῖς καὶ σὺν ἡμῖν, ἄν τι προσδέησθε· ἐπειδὰν δὲ ἕλησθε, πέμψατε πρὸς ἐμὲ τὸν αἱρεθέντα καὶ ἀριστήσατε. [5.4.23] οἱ μὲν δὴ ταῦτ᾽ ἔπραξαν· ὁ δὲ Κῦρος ἐπεὶ ἐξήγαγε τὸ στράτευμα, κατέστησεν εἰς τάξιν τὸν ἡιρημένον ὑπὸ τῶν Καδουσίων καὶ ἐκέλευσε πλησίον αὑτοῦ ἄγειν τὴν τάξιν, ὅπως, ἔφη, ἂν δυνώμεθα, ἀναθαρρύνωμεν τοὺς ἄνδρας. οὕτω δὴ ἐπορεύοντο· καὶ ἐλθόντες ἔθαπτον μὲν τοὺς Καδουσίους, ἐδήιουν δὲ τὴν χώραν. ποιήσαντες δὲ ταῦτα ἀπῆλθον τὰ ἐπιτήδεια ἐκ τῆς πολεμίας ἔχοντες πάλιν εἰς τὴν Γαδάτα.
[5.4.24] Ἐννοήσας δὲ ὅτι οἱ πρὸς αὑτὸν ἀφεστηκότες ὄντες πλησίον Βαβυλῶνος κακῶς πείσονται, ἂν μὴ αὐτὸς αἰεὶ παρῆι, οὕτως ὅσους τε τῶν πολεμίων ἀφίει, τούτους ἐκέλευε λέγειν τῶι Ἀσσυρίωι, καὶ αὐτὸς κήρυκα ἔπεμψε πρὸς αὐτὸν ταὐτὰ λέγοντα, ὅτι ἕτοιμος εἴη τοὺς ἐργαζομένους τὴν γῆν ἐᾶν καὶ μὴ ἀδικεῖν, εἰ καὶ ἐκεῖνος βούλοιτο ἐᾶν ἐργάζεσθαι τοὺς τῶν πρὸς αὐτὸν ἀφεστηκότων ἐργάτας. [5.4.25] καίτοι, ἔφη, σὺ μὲν ἂν καὶ δύνηι κωλύειν, ὀλίγους τινὰς κωλύσεις· ὀλίγη γάρ ἐστι χώρα ἡ τῶν πρὸς ἐμὲ ἀφεστηκότων· ἐγὼ δὲ πολλὴν ἄν σοι χώραν ἐώιην ἐνεργὸν εἶναι. εἰς δὲ τὴν τοῦ καρποῦ κομιδήν, ἐὰν μὲν πόλεμος ἦι, ὁ ἐπικρατῶν οἶμαι καρπώσεται· ἐὰν δὲ εἰρήνη, δῆλον, ἔφη ὅτι σύ. ἐὰν μέντοι τις ἢ τῶν ἐμῶν ὅπλα ἀνταίρηται σοὶ ἢ τῶν σῶν ἐμοί, τούτους, ἔφη, ὡς ἂν δυνώμεθα ἑκάτεροι ἀμυνούμεθα. [5.4.26] ταῦτα ἐπιστείλας τῶι κήρυκι ἔπεμψεν αὐτόν. οἱ δὲ Ἀσσύριοι ὡς ἤκουσαν ταῦτα, πάντα ἐποίουν πείθοντες τὸν βασιλέα συγχωρῆσαι ταῦτα καὶ ὅτι μικρότατον τοῦ πολέμου λιπεῖν. [5.4.27] καὶ ὁ Ἀσσύριος μέντοι εἴτε ὑπὸ τῶν ὁμοφύλων πεισθεὶς εἴτε καὶ αὐτὸς οὕτω βουληθεὶς συνήινεσε ταῦτα· καὶ ἐγένοντο συνθῆκαι τοῖς μὲν ἐργαζομένοις εἰρήνην εἶναι, τοῖς δ᾽ ὁπλοφόροις πόλεμον. [5.4.28] ταῦτα μὲν δὴ διεπέπρακτο περὶ τῶν ἐργατῶν ὁ Κῦρος· τὰς μέντοι νομὰς τῶν κτηνῶν τοὺς μὲν ἑαυτοῦ φίλους ἐκέλευσε καταθέσθαι, εἰ βούλοιντο, ἐν τῆι ἑαυτῶν ἐπικρατείαι· τὴν δὲ τῶν πολεμίων λείαν ἦγον ὁπόθεν δύναιντο, ὅπως εἴη ἡ στρατεία ἡδίων τοῖς συμμάχοις. οἱ μὲν γὰρ κίνδυνοι οἱ αὐτοὶ καὶ ἄνευ τοῦ λαμβάνειν τὰ ἐπιτήδεια, ἡ δ᾽ ἐκ τῶν πολεμίων τροφὴ κουφοτέραν τὴν στρατείαν ἐδόκει παρέχειν.
[5.4.29] Ἐπεὶ δὲ παρεσκευάζετο ἤδη ὁ Κῦρος ὡς ἀπιών, παρῆν ὁ Γαδάτας ἄλλα τε δῶρα πολλὰ καὶ παντοῖα φέρων καὶ ἄγων ὡς ἂν ἐξ οἴκου μεγάλου, καὶ ἵππους δὲ ἦγε πολλοὺς ἀφελόμενος τῶν ἑαυτοῦ ἱππέων οἷς ἠπιστήκει διὰ τὴν ἐπιβουλήν. [5.4.30] ὡς δ᾽ ἐπλησίασεν, ἔλεξε τοιάδε. Ὦ Κῦρε, νῦν μέν σοι ἐγὼ ταῦτα δίδωμι ἐν τῶι παρόντι, καὶ χρῶ αὐτοῖς, ἐὰν δέηι τι· νόμιζε δ᾽, ἔφη, καὶ τἆλλα πάντα τἀμὰ σὰ εἶναι. οὔτε γὰρ ἔστιν οὔτ᾽ ἔσται ποτὲ ὅτωι ἐγὼ ἀπ᾽ ἐμοῦ φύντι καταλείψω τὸν ἐμὸν οἶκον· ἀλλ᾽ ἀνάγκη, ἔφη, σὺν ἐμοὶ τελευτῶντι πᾶν ἀποσβῆναι τὸ ἡμέτερον γένος καὶ ὄνομα. [5.4.31] καὶ ταῦτα, ἔφη, ὦ Κῦρε, ὄμνυμί σοι θεούς, οἳ καὶ ὁρῶσι πάντα καὶ ἀκούουσι πάντα, οὔτε ἄδικον οὔτε αἰσχρὸν οὐδὲν οὔτε εἰπὼν οὔτε ποιήσας ἔπαθον. καὶ ἅμα ταῦτα λέγων κατεδάκρυσε τὴν ἑαυτοῦ τύχην καὶ οὐκέτι ἐδυνήθη πλείω εἰπεῖν.
[5
.4.32] Καὶ ὁ Κῦρος ἀκούσας τοῦ μὲν πάθους ὤικτιρεν αὐτόν, ἔλεξε δὲ ὧδε. Ἀλλὰ τοὺς μὲν ἵππους δέχομαι, ἔφη· σέ τε γὰρ ὠφελήσω εὐνουστέροις δοὺς αὐτοὺς ἢ οἳ νῦν σοι εἶχον, ὡς ἔοικεν, ἐγώ τε οὗ δὴ πάλαι ἐπιθυμῶ, τὸ Περσῶν ἱππικὸν θᾶττον ἐκπληρώσω εἰς τοὺς μυρίους ἱππέας· τὰ δ᾽ ἄλλα χρήματα σὺ ἀπαγαγὼν φύλαττε, ἔστ᾽ ἂν ἐμὲ ἴδηις ἔχοντα ὥστε σοῦ μὴ ἡττᾶσθαι ἀντιδωρούμενον· εἰ δὲ πλείω μοι δοὺς ἀπίοις ἢ λαμβάνοις παρ᾽ ἐμοῦ, μὰ τοὺς θεοὺς οὐκ οἶδ᾽ ὅπως ἂν δυναίμην μὴ αἰσχύνεσθαι. [5.4.33] πρὸς ταῦτα ὁ Γαδάτας εἶπεν· Ἀλλὰ ταῦτα μέν, ἔφη, πιστεύω σοι· ὁρῶ γάρ σου τὸν τρόπον· φυλάττειν μέντοι ὅρα εἰ ἐπιτήδειός εἰμι. [5.4.34] ἕως μὲν γὰρ φίλοι ἦμεν τῶι Ἀσσυρίωι, καλλίστη ἐδόκει εἶναι ἡ τοῦ ἐμοῦ πατρὸς κτῆσις· τῆς γὰρ μεγίστης πόλεως Βαβυλῶνος ἐγγὺς οὖσα ὅσα μὲν ὠφελεῖσθαι ἔστιν ἀπὸ μεγάλης πόλεως, ταῦτα ἀπελαύομεν, ὅσα δὲ ἐνοχλεῖσθαι, οἴκαδε δεῦρ᾽ ἀπιόντες τούτων ἐκποδὼν ἦμεν· νῦν δ᾽ ἐπεὶ ἐχθροί ἐσμεν, δῆλον ὅτι ἐπειδὰν σὺ ἀπέλθηις, καὶ αὐτοὶ ἐπιβουλευσόμεθα καὶ ὁ οἶκος ὅλος, καὶ οἶμαι λυπηρῶς βιωσόμεθα ὅλως τοὺς ἐχθροὺς καὶ πλησίον ἔχοντες καὶ κρείττους ἡμῶν αὐτῶν ὁρῶντες. [5.4.35] τάχ᾽ οὖν εἴποι τις ἄν· καὶ τί δῆτα οὐχ οὕτως ἐνενοοῦ πρὶν ἀποστῆναι; ὅτι, ὦ Κῦρε, ἡ ψυχή μου διὰ τὸ ὑβρίσθαι καὶ ὀργίζεσθαι οὐ τὸ ἀσφαλέστατον σκοποῦσα διῆγεν, ἀλλ᾽ αἰεὶ τοῦτο κυοῦσ᾽, ἆρά ποτ᾽ ἔσται ἀποτείσασθαι τὸν καὶ θεοῖς ἐχθρὸν καὶ ἀνθρώποις, ὃς διατελεῖ μισῶν, οὐκ ἤν τίς τι αὐτὸν ἀδικῆι, ἀλλ᾽ ἐάν τινα ὑποπτεύσηι βελτίονα αὑτοῦ εἶναι. [5.4.36] τοιγαροῦν οἶμαι αὐτὸς πονηρὸς ὢν πᾶσι πονηροτέροις αὑτοῦ συμμάχοις χρήσεται. ἐὰν δέ τις ἄρα καὶ βελτίων αὐτοῦ φανῆι, θάρρει, ἔφη, ὦ Κῦρε, οὐδέν σε δεήσει τῶι ἀγαθῶι ἀνδρὶ μάχεσθαι, ἀλλ᾽ ἐκεῖνος τοῦτο ἀρκέσει μηχανώμενος, ἕως ἂν ἕληι τὸν ἑαυτοῦ βελτίονα. τοῦ μέντοι ἐμὲ ἀνιᾶν καὶ σὺν πονηροῖς ῥαιδίως οἶμαι κρείττων ἔσται.
[5.4.37] Ἀκούσαντι ταῦτα τῶι Κύρωι ἔδοξεν ἄξια ἐπιμελείας λέγειν· καὶ εὐθὺς εἶπε· Τί οὖν, ἔφη, ὦ Γαδάτα, οὐχὶ τὰ μὲν τείχη φυλακῆι ἐχυρὰ ἐποιήσαμεν, ὅπως ἄν σοι σῶια ἦι χρῆσθαι ἀσφαλῶς, ὁπόταν εἰς αὐτὰ ἴηις· αὐτὸς δὲ σὺν ἡμῖν στρατεύηι, ἵνα ἢν οἱ θεοὶ ὥσπερ νῦν σὺν ἡμῖν ὦσιν, οὗτος σὲ φοβῆται, ἀλλὰ μὴ σὺ τοῦτον; ὅ τι δὲ ἡδύ σοι ὁρᾶν τῶν σῶν ἢ ὅτωι συνὼν χαίρεις, ἔχων σὺν σαυτῶι πορεύου. καὶ σύ τ᾽ ἂν ἐμοί, ὥς γ᾽ ἐμοὶ δοκεῖ, πάνυ χρήσιμος εἴης, ἐγώ τε σοὶ ὅσα ἂν δύνωμαι πειράσομαι. [5.4.38] ἀκούσας ταῦτα ὁ Γαδάτας ἀνέπνευσέ τε καὶ εἶπεν· Ἆρ᾽ οὖν, ἔφη, δυναίμην ἂν συσκευασάμενος φθάσαι πρίν σε ἐξιέναι; βούλομαι γάρ τοι, ἔφη, καὶ τὴν μητέρα ἄγειν μετ᾽ ἐμαυτοῦ. Ναὶ μὰ Δί᾽, ἔφη, φθάσεις μέντοι. ἐγὼ γὰρ ἐπισχήσω ἔστ᾽ ἂν φῆις καλῶς ἔχειν. [5.4.39] οὕτω δὴ ὁ Γαδάτας ἀπελθὼν φύλαξι μὲν τὰ τείχη σὺν Κύρωι ὠχυρώσατο, συνεσκευάσατο δὲ πάντα ὁπόσοις ἂν οἶκος μέγας καλῶς οἰκοῖτο. ἤγετο δὲ καὶ τῶν ἑαυτοῦ τῶν τε πιστῶν οἷς ἥδετο καὶ ὧν ἠπίστει πολλούς, ἀναγκάσας τοὺς μὲν καὶ γυναῖκας ἄγειν, τοὺς δὲ καὶ ἀδελφούς, ὡς δεδεμένους τούτοις κατέχοι αὐτούς. [5.4.40] καὶ τὸν μὲν Γαδάταν εὐθὺς ὁ Κῦρος ἐν τοῖς περὶ αὑτὸν ἤιει ἔχων καὶ ὁδῶν φραστῆρα καὶ ὑδάτων καὶ χιλοῦ καὶ σίτου, ὡς εἴη ἐν [τοῖς] ἀφθονωτάτοις στρατοπεδεύεσθαι.
[5.4.41] Ἐπεὶ δὲ πορευόμενος καθεώρα τὴν τῶν Βαβυλωνίων πόλιν καὶ ἔδοξεν αὐτῶι ἡ ὁδὸς ἣν ἤιει παρ᾽ αὐτὸ τὸ τεῖχος φέρειν, καλέσας τὸν Γωβρύαν καὶ τὸν Γαδάταν ἠρώτα εἰ εἴη ἄλλη ὁδός, ὥστε μὴ πάνυ ἐγγὺς τοῦ τείχους ἄγειν. [5.4.42] καὶ ὁ Γωβρύας εἶπεν· Εἰσὶ μέν, ὦ δέσποτα, καὶ πολλαὶ ὁδοί· ἀλλ᾽ ἔγωγ᾽, ἔφη, ὠιόμην καὶ βούλεσθαι ἄν σε νῦν ὅτι ἐγγυτάτω τῆς πόλεως ἄγειν, ἵνα καὶ ἐπιδείξαις αὐτῶι ὅτι τὸ στράτευμά σου ἤδη πολύ τὲ ἐστι καὶ καλόν· ἐπειδὴ καὶ ὅτε ἔλαττον εἶχες προσῆλθές τε πρὸς αὐτὸ τὸ τεῖχος καὶ ἐθεᾶτο ἡμᾶς οὐ πολλοὺς ὄντας· νῦν δὲ εἰ καὶ παρεσκευασμένος τί ἐστιν, ὥσπερ πρὸς σὲ εἶπεν ὅτι παρασκευάζοιτο ὡς μαχούμενός σοι, οἶδ᾽ ὅτι ἰδόντι αὐτῶι τὴν σὴν δύναμιν πάλιν ἀπαρασκευαστότατα τὰ αὑτοῦ φανεῖται.
[5.4.43] Καὶ ὁ Κῦρος πρὸς ταῦτα εἶπε· Δοκεῖς μοι, ὦ Γωβρύα, θαυμάζειν ὅτι ἐν ὧι μὲν χρόνωι πολὺ μείονα ἔχων στρατιὰν ἦλθον, πρὸς αὐτὸ τὸ τεῖχος προσῆγον· νῦν δ᾽ ἐπεὶ πλείονα δύναμιν ἔχω, οὐκ ἐθέλω ὑπ᾽ αὐτὰ τὰ τείχη ἄγειν. [5.4.44] ἀλλὰ μὴ θαύμαζε· οὐ γὰρ τὸ αὐτό ἐστι προσάγειν τε καὶ παράγειν. προσάγουσι μὲν γὰρ πάντες οὕτω ταξάμενοι ὡς ἂν ἄριστοι εἶεν μάχεσθαι [καὶ ἀπάγουσι δὲ οἱ σώφρονες ἧι ἂν ἀσφαλέστατα, οὐχ ἧι ἂν τάχιστα ἀπέλθοιεν], [5.4.45] παριέναι δὲ ἀνάγκη ἐστὶν ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειρμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπὶ πολύ· ταῦτα δὲ πάντα δεῖ προκεκαλύφθαι τοῖς ὁπλοφόροις καὶ μηδαμῆι τοῖς πολεμίοις γυμνὰ ὅπλων τὰ σκευοφόρα φαίνεσθαι. [5.4.46] ἀνάγκη οὖν οὕτω πορευομένων ἐπὶ λεπτὸν καὶ ἀσθενὲς τὸ μάχιμον τετάχθαι· εἰ οὖν βούλοιντο ἁθρόοι ἐκ τοῦ τείχους προσπεσεῖν πηι, ὅπηι προσ�
�είξειαν, πολὺ ἂν ἐρρωμενέστεροι συμμιγνύοιεν τῶν παρίοντων· [5.4.47] καὶ τοῖς μὲν ἐπὶ μακρὸν πορευομένοις μακραὶ καὶ αἱ ἐπιβοήθειαι, τοῖς δ᾽ ἐκ τοῦ τείχους βραχὺ πρὸς τὸ ἐγγυς καὶ προσδραμεῖν καὶ πάλιν ἀπελθεῖν. [5.4.48] ἢν δὲ μὴ μεῖον ἀπέχοντες παρίωμεν ἢ ἐφ᾽ ὅσον καὶ νῦν ἐκτεταμένοι πορευόμεθα, τὸ μὲν πλῆθος κατόψονται ἡμῶν· ὑπὸ δὲ τῶν παρυφασμένων ὅπλων πᾶς ὄχλος δεινὸς φαίνεται. [5.4.49] ἂν δ᾽ οὖν τῶι ὄντι ἐπεξίωσί πηι, ἐκ πολλοῦ προορῶντες αὐτοὺς οὐκ ἂν ἀπαράσκευοι λαμβανοίμεθα. μᾶλλον δέ, ὦ ἄνδρες, ἔφη, οὐδ᾽ ἐπιχειρήσουσιν, ὁπόταν πρόσω δέηι ἀπὸ τοῦ τείχους ἀπιέναι, ἂν μὴ τῶι ὅλωι ὑπολάβωσι τοῦ παντὸς κρείττους εἶναι· [5.4.50] φοβερὰ γὰρ ἡ ἀποχώρησις. ἐπεὶ δὲ ταῦτ᾽ εἶπεν, ἔδοξέ τε ὀρθῶς τοῖς παροῦσι λέγειν καὶ ἦγεν ὁ Γωβρύας ὥσπερ ἐκέλευσε. παραμειβομένου δὲ τὴν πόλιν τοῦ στρατεύματος αἰεὶ τὸ ὑπολειπόμενον ἰσχυρότερον ποιούμενος ἀπεχώρει.