Book Read Free

Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)

Page 320

by Xenophon


  [5.26] Βλέπει δὲ οὐκ ὀξὺ διὰ πολλά· τά τε γὰρ ὄμματα ἔχει ἔξω καὶ τὰ βλέφαρα ἐλλείποντα καὶ οὐκ ἔχοντα προβολὴν ταῖς αὐγαῖς· ἡ ὄψις οὖν διὰ ταῦτα ἀμαυρά, ἐσκεδασμένη. [5.27] ἅμα δὲ τούτοις καὶ ἐν ὕπνωι ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁπᾶν· καὶ ἡ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν αὐτῶι πολὺ συμβάλλεται· ταχὺ γὰρ ἑκάστου παραφέρει τὴν ὄψιν πρὶν νοῆσαι ὅ τι ἐστί. [5.28] καὶ οἱ φόβοι τῶν κυνῶν ὅταν διώκωνται, ἑπόμενοι μετὰ τούτων συνεξαιροῦνται τὸ προνοεῖσθαι. ὥστε διὰ ταῦτα προσπίπτων λανθάνει πρὸς πολλὰ καὶ εἰς τὰς ἄρκυς ἐμπίπτων. [5.29] εἰ δ᾽ ἔφευγεν ὀρθόν, ὀλιγάκις ἂν ἔπασχε τὸ τοιοῦτον· νῦν δὲ περιβάλλων καὶ ἀγαπῶν τοὺς τόπους ἐν οἷς ἐγένετο καὶ ἐτράφη ἁλίσκεται. κατὰ πόδας δὲ οὐ πολλάκις ὑπὸ τῶν κυνῶν διὰ <τὸ> τάχος κρατεῖται· ὅσοι δὲ ἁλίσκονται, παρὰ φύσιν τοῦ σώματος, τύχηι δὲ χρώμενοι· οὐδὲν γὰρ τῶν ὄντων ἰσομέγεθες τούτωι ὅμοιόν ἐστι πρὸς ἁρμόν. σύγκειται γὰρ ἐκ τοιούτων τὸ σῶμα. [5.30] ἔχει γὰρ κεφαλὴν κούφην, μικράν, κατωφερῆ, στενὴν ἐκ τοῦ πρόσθεν, <ὦτα ὑψηλά,> τράχηλον λεπτόν, περιφερῆ, οὐ σκληρόν, μῆκος ἱκανόν, ὠμοπλάτας ὀρθάς, ἀσυνδέτους ἄνωθεν, σκέλη τὰ ἐπ᾽ αὐτῶν ἐλαφρά, σύγκωλα, στῆθος οὐ βαρύτονον, πλευρὰς ἐλαφράς, συμμέτρους, ὀσφῦν περιφερῆ, κωλῆν σαρκώδη, λαγόνας ὑγράς, λαπαρὰς ἱκανῶς, ἰσχία στρογγύλα, πλήρη κύκλωι, ἄνωθεν δὲ ὡς χρὴ διεστῶτα, μηροὺς μικρούς, εὐπαγεῖς, ἔξωθεν μῦς ἐπιτεταμένους, ἔνδοθεν δὲ οὐκ ὀγκώδεις, ὑποκώλια μακρά, στιφρά, πόδας τοὺς πρόσθεν ἄκρως ὑγρούς, στενούς, ὀρθούς, τοὺς δὲ ὄπισθεν στερεούς, πλατεῖς, πάντας δὲ οὐδενὸς τραχέος φροντίζοντας, σκέλη τὰ ὄπισθεν μείζω πολὺ τῶν ἔμπροσθεν καὶ ἐγκεκλιμένα μικρὸν ἔξω, τρίχωμα βραχύ, κοῦφον. [5.31] ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν, ὑγρόν, ὑπερέλαφρον. τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν· ὅταν ἀτρέμα διαπορεύηται, πηδᾶι – βαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδ᾽ ὄψεται – τιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω· καὶ θεῖ οὕτως. δῆλον δὲ τοῦτο ἐν χιόνι. [5.32] οὐρὰν δὲ οὐκ ἐπιτηδείαν ἔχει πρὸς δρόμον· ἐπευθύνειν γὰρ οὐχ ἱκανὴ τὸ σῶμα διὰ τὴν βραχύτητα· ἀλλὰ τῶι ὠτὶ ἑκατέρωι τοῦτο ποιεῖ· καὶ ὅταν ἀνιστῆται ὑπὸ τῶν κυνῶν, καταβάλλων [γὰρ] καὶ παραβάλλων τὸ ἕτερον οὖς πλάγιον, ὁποτέραι ἂν λυπῆται, ἀπερειδόμενος [διὸ] δὴ εἰς τοῦτο ὑποστρέφεται ταχύ, ἐν μικρῶι πολὺ καταλιπὼν τὸ ἐπιφερόμενον. [5.33] οὕτω δὲ ἐπίχαρί ἐστι τὸ θέαμα, ὥστε οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ἰχνευόμενον, εὑρισκόμενον, μεταθεόμενον, ἁλισκόμενον, ἐπιλάθοιτ᾽ ἂν εἴ του ἐρώιη.

  [5.34] Ἐν δὲ τοῖς ἔργοις κυνηγετοῦντα ἀπέχεσθαι ὧν ὧραι φέρουσι καὶ τὰ νάματα καὶ τὰ ῥεῖθρα ἐᾶν· τὸ γὰρ ἅπτεσθαι τούτων αἰσχρὸν καὶ κακόν, καὶ ἵνα μὴ τῶι νόμωι ἐναντίοι ὦσιν οἱ ἰδόντες· καὶ ὅταν ἀναγρία ἐμπίπτηι, ἀναλύειν χρὴ τὰ περὶ τὸ κυνηγέσιον πάντα.

  [6.1] Κυνῶν δὲ κόσμος δέραια, ἱμάντες, στελμονίαι· ἔστω δὲ τὰ μὲν δέραια μαλακά, πλατέα, ἵνα μὴ θραύηι τὰς τρίχας τῶν κυνῶν, οἱ δὲ ἱμάντες ἔχοντες ἀγκύλας τῆι χειρί, ἄλλο δὲ μηδέν· οὐ γὰρ καλῶς τηροῦσι τὰς κύνας οἱ ἐξ αὐτῶν εἰργασμένοι τὰ δέραια· αἱ δὲ στελμονίαι πλατεῖς τοὺς ἱμάντας, ἵνα μὴ τρίβωσι τὰς λαγόνας αὐτῶν· ἐγκατερραμμέναι δὲ ἐγκεντρίδες, ἵνα τὰ γένη φυλάττωσιν. [6.2] ἐξάγειν δ᾽ αὐτὰς οὐ χρὴ ἐπὶ τὰ κυνηγέσια, ὅταν μὴ τὰ προσφερόμενα δέχωνται ἡδέως [τεκμήριον δὲ τοῦτο ὅτι οὐκ ἔρρωνται] μηδὲ ὅταν ἄνεμος πνέηι μέγας· διαρπάζει γὰρ τὰ ἴχνη καὶ οὐ δύνανται ὀσφραίνεσθαι οὐδὲ αἱ ἄρκυς ἑστάναι οὐδὲ τὰ δίκτυα. [6.3] ὅταν δὲ τούτων μηδέτερον κωλύηι, ἄγειν διὰ τρίτης ἡμέρας. τὰς δὲ ἀλώπεκας μὴ ἐθίζειν τὰς κύνας διώκειν· διαφθορὰ γὰρ μεγίστη καὶ ἐν τῶι δέοντι οὔποτε πάρεισιν. [6.4] εἰς δὲ τὰ κυνηγέσια μεταβάλλοντα ἅγειν, ἵνα ὦσιν ἔμπειροι τῶν κυνηγεσίων, αὐτὸς δὲ τῆς χώρας. ἐξιέναι δὲ πρώι, ἵνα τῆς ἰχνεύσεως μὴ ἀποστερῶνται, ὡς οἱ ὀψιζόμενοι ἀφαιροῦνται τὰς μὲν κύνας τοῦ εὑρεῖν τὸν λαγῶ, αὑτοὺς δὲ τῆς ὠφελείας· οὐ γὰρ ἐπιμένει τοῦ ἴχνους ἡ φύσις λεπτὴ οὖσα πᾶσαν ὥραν.

  [6.5] Τὴν δὲ στολὴν ὁ ἀρκυωρὸς ἐξίτω ἔχων ἐπὶ θήραν μὴ ἔχουσαν βάρος. τὰς δὲ ἄρκυς ἱστάτω εἰς ἄγκη, δρυμῶνας τραχείας, σιμάς, λαγαράς, σκοτεινάς, ῥοῦς, χαράδρας, χειμάρρους ἀενάους· εἰς ταῦτα γὰρ μάλιστα φεύγει· [6.6] <εἰς> ὅσα δὲ ἄλλα [εἰς] ἄπειρον εἰπεῖν· τούτων δὲ παρόδους, διόδους, καταφανεῖς, λεπτὰς <καταλιπών>, εἰς ὄρθρον καὶ μὴ πρώι, ἵνα ἐὰν ἦι πλησίον τὸ ἀρκυστάσιον τῶν ζητησίμων, μὴ φοβῆται ἀκούων ὁμοῦ τὸν ψόφον [ἐὰν δὲ ἦι ἀπ᾽ ἀλλήλων πολύ, ἧττον κωλύει πρώι], καθαρὰς ποιούμενος τὰς ἀρκυσταστίας, [6.7] ἵνα [δ᾽] αὐτῶν μηδὲν ἀντέχεται. πηγνύειν <δὲ> τὰς σχαλίδας ὑπτίας, ὅπως ἂν ἐπαγόμεναι ἔχωσι τὸ σύντονον· ἐπὶ δὲ ἄκρας ἴσους τοὺς βρόχους ἐπιβαλλέτω καὶ ὁμοίως ἀντερειδέτω, ἐπαίρων εἰς μέσον τὸν κεκρύφαλον. [6.8] εἰς δὲ τὸν περίδρομον ἐναπτέτω λίθον μακρὸν
καὶ μέγαν, ἵνα ἡ ἄρκυς, ὅταν ἕχηι τὸν λαγῶ, μὴ ἀντιτείνηι. στοιχιζέτω δὲ μακρά, ὑψηλά, ὅπως ἂν μὴ ὑπερπηδᾶι. ἐν δὲ ταῖς ἰχνείαις μὴ ὑπερβάλλεσθαι· ἔστι γὰρ θηρατικὸν μὲν οὔ, φιλόπονον δὲ τὸ ἐκ παντὸς τρόπου ἑλεῖν ταχύ. [6.9] τὰ δὲ δίκτυα τεινέτω ἐν ἀπέδοις, ἐμβαλλέτω δὲ τὰ ἐνόδια εἰς τὰς ὁδούς, καὶ ἐκ τῶν τριμμῶν εἰς τὰ συμφέροντα, καθάπτων τοὺς περιδρόμους ἐπὶ τὴν γῆν, τὰ ἀκρωλένια συνάγων, πηγνύων τὰς σχαλίδας μεταξὺ τῶν σαρδόνων, ἐπὶ ἄκρας ἐπιβάλλων τοὺς ἐπιδρόμους καὶ τὰ παράδρομα συμφράττων. [6.10] φυλαττέτω δὲ ἐκπεριών· ἐὰν δὲ ἐκκλίνηι τὸν στοῖχον ἡ ἄρκυς, ἀνιστάτω. διωκομένου δὲ τοῦ λαγῶ εἰς τὰς ἄρκυς εἰς τὸ πρόσθεν προθείτω, καὶ ἐπιθέων μὲν ἐμβοάτω· ἐμπεπτωκότος δὲ τὴν ὀργὴν τῶν κυνῶν παυέτω, μὴ ἁπτόμενος ἀλλὰ παραμυθούμενος· καὶ δηλούτω τῶι κυνηγέτηι, ὅτι ἑάλωκεν ἀναβοήσας ἢ ὅτι παραδεδράμηκε παρὰ τάδε ἢ τάδε ἢ ὅτι οὐχ ἑώρακε.

  [6.11] Τὸν δὲ κυνηγέτην ἐξιέναι ἔχοντα ἠμελημένην ἐλαφρὰν ἐσθῆτα ἐπὶ τὸ κυνηγέσιον καὶ ὑπόδεσιν, ἐν δὲ τῆι χειρὶ ῥόπαλον, τὸν δὲ ἀρκυωρὸν ἕπεσθαι· πρὸς δὲ τὸ κυνηγέσιον σιγῆι προσιέναι, ἵνα μὴ ὁ λαγῶς, ἐάν που ἦι πλησίον, ὑποκινῆι ἀκούων τῆς φωνῆς. [6.12] δήσαντα δ᾽ ἐκ τῆς ὕλης τὰς κύνας ἑκάστην χωρίς, ὅπως ἂν εὔλυτοι ὦσιν, ἱστάναι τὰς ἄρκυς καὶ τὰ δίκτυα, ὡς εἴρηται. μετὰ δὲ τοῦτο τὸν μὲν ἀρκυωρὸν εἶναι ἐν φυλακῆι· αὐτὸν δὲ τὰς κύνας λαβόντα ἰέναι πρὸς τὴν ὑπαγωγὴν τοῦ κυνηγεσίου, [6.13] καὶ εὐξάμενον τῶι Ἀπόλλωνι καὶ τῆι Ἀρτέμιδι τῆι Ἀγροτέραι μεταδοῦναι τῆς θήρας λῦσαι μίαν κύνα, ἥτις ἂν ἦι σοφωτάτη ἰχνεύειν, ἐὰν μὲν ἦι χειμών, ἅμ᾽ ἡλίωι ἀνίσχοντι, ἐὰν δὲ θέρος, πρὸ ἡμέρας, τὰς δὲ ἄλλας ὥρας μεταξὺ τούτου. [6.14] ἐπειδὰν δὲ ἡ κύων λάβηι τὸ ἴχνος ὀρθὸν ἐκ τῶν ἐπηλλαγμένων, παραλῦσαι καὶ ἑτέραν· περαινομένου δὲ τοῦ ἴχνους διαλιπόντα μὴ πολὺ καὶ τὰς ἄλλας ἀφιέναι κατὰ μίαν, καὶ ἕπεσθαι μὴ ἐγκείμενον, ὀνομαστὶ ἑκάστην προσαγορεύοντα, μὴ πολλά, ἵνα μὴ παροξύνωνται πρὸ τοῦ καιροῦ. [6.15] αἱ δ᾽ ὑπὸ χαρᾶς καὶ μένους προΐασιν ἐξίλλουσαι τὰ ἴχνη, ὡς πέφυκε, διπλᾶ, τριπλᾶ, προφορούμεναι παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπηλλαγμένα, περιφερῆ, ὀρθά, καμπύλα, πυκνά, μανά, γνώριμα, ἄγνωστα, ἑαυτὰς παραθέουσαι, ταχὺ τὰς οὐρὰς διασείουσαι, καὶ ἐπικλίνουσαι τὰ ὦτα καὶ ἀστράπτουσαι τοῖς ὄμμασιν. [6.16] ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι, δῆλον ποιήσουσι τῶι κυνηγέτηι σὺν ταῖς οὐραῖς τὰ σώματα ὅλα συνεπικραδαίνουσαι, πολεμικῶς ἐπιφερόμεναι, φιλονίκως παραθέουσαι, συντρέχουσαι φιλοπόνως, συνιστάμεναι ταχύ, διιστάμεναι, πάλιν ἐπιφερόμεναι· τελευτῶσαι δὲ ἀφίξονται πρὸς τὴν εὐνὴν τοῦ λαγῶ, καὶ ἐπιδραμοῦνται ἐπ᾽ αὐτόν. [6.17] ὁ δ᾽ ἐξαίφνης ἀνάιξας [ἐφ᾽ αὑτὸν] ὑλαγμὸν ποιήσει τῶν κυνῶν καὶ κλαγγὴν φεύγων. ἐμβοάτω δὲ αὐτῶι διωκομένωι Ἰὼ κύνες, ἰώ, καλῶς, σοφῶς γε ὦ κύνες. καὶ κυνοδρομεῖν περιελίξαντα ὃ ἀμπέχεται περὶ τὴν χεῖρα καὶ τὸ ῥόπαλον ἀναλαβόντα κατὰ τὸν λαγῶ, καὶ μὴ ὑπαντᾶν· ἄπορον γάρ. [6.18] ὁ δὲ ὑποχωρῶν ταχὺ ἐκλείπων τὴν ὄψιν πάλιν περιβάλλει ὅθεν εὑρίσκεται ἐπὶ τὸ πολύ. ἀναβοᾶν δ᾽ ἐκεῖνον μὲν αὐτῶι Παισάτω παῖς· παῖ δή, παῖ δή. ὁ δέ, ἐάν τε ἑαλωκὼς ἦι ἐάν τε μή, δηλούτω. [6.19] καὶ ἐὰν μὲν ἑαλωκὼς ἦι ἐν τῶι πρώτωι δρόμωι, ἀνακαλεσάμενον τὰς κύνας ζητεῖν ἄλλον· ἐὰν δὲ μή, κυνοδρομεῖν ὡς τάχιστα καὶ μὴ ἀνιέναι, ἀλλ᾽ ἐκπερᾶν φιλοπόνως. καὶ ἐὰν πάλιν ἀπαντῶσι διώκουσαι αὐτόν, ἀναβοᾶν Εὖ γε, εὖ γε ὦ κύνες, ἕπεσθε ὦ κύνες· ἐὰν δὲ πολὺ προειληφυῖαι ὦσι καὶ μὴ οἷός τ᾽ ἦι κυνοδρομῶν ἐπιγίγνεσθαι αὐταῖς, ἀλλὰ διημαρτηκὼς ἦι τῶν δρόμων, ἢ καὶ πλησίον που φοιτώσας ἢ ἐπιστάσας ἢ ἐχομένας τῶν ἰχνῶν μὴ δύνηται ἰδεῖν, πυνθάνεσθαι παραθέοντα ἅμα ὅτωι ἂν προσπελάζηι ἀναβοῶντα [6.20] Ἦ κατεῖδες ὠὴ τὰς κύνας; ἐπειδὰν δὲ πύθηται ἤδη, ἐὰν μὲν ἐν τῶι ἴχνει ὦσι, προσστάντα ἐγκελεύειν, τοὔνομα μεταβάλλοντα ἑκάστης τῆς κυνός, ὁποσαχῆι οἷόν τ᾽ ἂν ἦι τοὺς τόνους τῆς φωνῆς ποιούμενον, ὀξύ, βαρύ, μικρόν, μέγα· πρὸς δὲ τοῖς ἄλλοις κελεύσμασιν, ἐὰν ὦσιν ἐν ὄρει αἱ μεταδρομαί, ἐπικελεύειν τόδε, Εὖα κύνες, εὖ᾽ ὦ κύνες. ἐὰν δὲ μὴ πρὸς αὐτοι3ς ὦσι τοῖς ἴχνεσιν, ἀλλ᾽ ὑπερβάλλωσι, καλεῖν αὐτάς, Οὐ πάλιν, οὐ πάλιν ὦ κύνες; [6.21] ἐπειδὰν δὲ προσσχῶσι τοῖς ἴχνεσι, περιάγειν αὐτὰς κύκλους πολλοὺς ποιούμενον· ὅπου δ᾽ ἂν ἦι αὐταῖς ἀμαυρὸν τὸ ἴχνος, σημεῖον θέσθαι στοῖχον ἑαυτῶι, καὶ ἀπὸ τούτου συνείρειν μέχρι ἂν σαφῶς γνωρίσωσιν ἐγκελεύοντα καὶ θωπεύοντα. [6.22] αἱ δ᾽ ἐπειδὰν λαμπρὰ ἦι τὰ ἴχνη ἐπιρριπτοῦσαι, παραπηδῶσαι, κοινωνοῦσαι, ὑπολαμβάνουσαι, ἐνσημαινόμεναι, ὅρους τιθέμεναι ἑαυταῖς γνωρίμους ταχὺ μεταθεύσονται· ὅταν δὲ οὕτω διά τοῦ ἴχνους πυκνῶς διάιττωσι, μὴ κατέχοντα κυνοδρομεῖν, ἵνα μὴ ὑπὸ φιλοτιμίας ὑπερβάλλωσι τὰ ἴχνη. [6.23] ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι καὶ τοῦτο ἐπιδεικνύωνται σαφῶς τῶι κυνηγέτηι, προσέχειν, ὅπως ἂν μὴ ὑποκινῆι εἰς τὸ πρόσθεν πεφοβημένος τὰς κύνας�
� αἱ δὲ διαρριπτοῦσαι τὰς οὐρὰς καὶ ἑαυταῖς ἐμπίπτουσαι καὶ πολλὰ ὑπερπηδῶσαι καὶ ἐπανακλαγγάνουσαι, ἐπαναίρουσαι τὰς κεφαλάς, εἰσβλέπουσαι εἰς τὸν κυνηγέτην, ἐπιγνωρίζουσαι ἀληθῆ ἤδη εἶναι ταῦτα ὑφ᾽ αὑτῶν ἀναστήσουσι τὸν λαγῶ καὶ ἐπίασι κεκλαγγυῖαι. [6.24] ἐὰν δὲ εἰς τὰς ἄρκυς ἐμπίπτηι ἢ ἐντὸς ἢ ἔξω παρενεχθῆι, καθ᾽ ἓν ἕκαστον τούτων ὁ ἀρκυωρὸς γεγωνείτω. καὶ ἐὰν μὲν ἦι ἑαλωκώς, ἕτερον ἐπιζητεῖν· ἐὰν δὲ μή, μεταθεῖν χρώμενον τοῖς αὐτοῖς ἐγκελεύσμασιν. [6.25] ἐπειδὰν δὲ μεταθέουσαι αἱ κύνες ἤδη ὑπόκοποι ὦσι καὶ ἦι ὀψὲ ἤδη τῆς ἡμέρας, τότε δεῖ τὸν κυνηγέτην τὸν λαγῶ ἀπειρηκότα ζητεῖν, μὴ παραλείποντα μηδὲν ὧν ἡ γῆ ἀνίησιν ἢ ἔχει ἐφ᾽ αὑτῆς, τὰς ἀναστροφὰς ποιούμενον πυκνάς, ὅπως ἂν μὴ παραλειφθῆι [κατακλίνεται γὰρ ἐν μικρῶι τὸ θηρίον καὶ οὐκ ἀνίσταται ὑπὸ κόπου καὶ φόβου], τὰς κύνας ἐπαγόμενον, ἐγκελεύοντα, παραμυθούμενον τὴν φιλάνθρωπον πολλά, τὴν αὐθάδη ὀλίγα τὴν μέσην μέτρια, ἕως ἂν ἢ ἀποκτείνηι αὐτὸν κατὰ πόδας ἢ εἰς τὰς ἄρκυς ἐμβάληι. [6.26] μετὰ δὲ ταῦτα ἀνελόντα τὰς ἄρκυς καὶ τὰ δίκτυα, ἀνατρίψαντα τὰς κύνας ἀπιέναι ἐκ τοῦ κυνηγεσίου, ἐπιμείναντα, ἐὰν ἦι θερινὴ μεσημβρία, ὅπως ἂν τῶν κυνῶν οἱ πόδες μὴ καίωνται ἐν τῆι πορείαι.

 

‹ Prev