Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 38
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 38

by Aeschylus


  καὶ δάι’. αἰαῖ, διαίνεσθε, Πέρσαι, τόδ’ ἄχος κλύοντες.

   260 ΑΓ. ὡς πάντα γ’ ἔστ’ ἐκεῖνα διαπεπραγμένα·

  καὐτὸς δ’ ἀέλπτως νόστιμον βλέπω φάος.

  ΧΟ. ἦ μακροβίοτος ὅδε γέ τις   [ἀντ. α.

  αἰὼν ἐφάνθη γεραιοῖς, ἀκούειν τόδε πῆμ’ ἄελπτον.

   266 ΑΓ. καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,

  Πέρσαι, φράσαιμ’ ἂν οἷ’ ἐπορσύνθη κακά.

  ΧΟ. ὀτοτοτοῖ, μάταν   [στρ. β.

  τὰ πολλὰ βέλεα παμμιγῆ

   270 γᾶς ἀπ’ Ἀσίδος ἤλθετ’ - αἰαῖ -

  δᾴαν Ἑλλάδα χώραν.

  ΑΓ. πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων

  Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.

  ΧΟ. ὀτοτοτοῖ, φίλων   [ ἀντ. β.

   275 πολύδονα σώμαθ’ ἁλιβαφῆ

  κατθανόντα λέγεις φέρεσθαι

  πλαγκτοῖς ἐν διπλάκεσσιν.

  ΑΓ. οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ’ ἀπώλλυτο

  στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς.

   280 ΧΟ. ἴυζ’ ἄποτμον δαΐοις   [στρ. γ.

  δυσαιανῆ βοάν,

  ὡς πάντᾳ πᾶν κακῶς

  †ἔθεσαν· αἰαῖ, στρατοῦ φθαρέντος.

  ΑΓ. ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν·

   285 φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.

  ΧΟ. στυγναί γ’ Ἀθᾶναι δαΐοις·   [ἀντ. γ.

  μεμνῆσθαί τοι πάρα·

  ὡς πολλὰς Περσίδων [μάταν]

  ἔκτισαν εὐνῖδας ἠδ’ ἀνάνδρους.

   290 ΒΑ. σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη

  κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά,

  τὸ μήτε λέξαι μήτ’ ἐρωτῆσαι πόση.

  ὅμως δ’ ἀνάγκη πημονὰς βροτοῖς φέρειν

  θεῶν διδόντων· πᾶν δ’ ἀναπτύξας πάθος

   295 λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως·

  τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν

  τῶν ἀρχελείων, ὅστ’ ἐπὶ σκηπτουχίᾳ

  ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;

  ΑΓ. Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.

   300 ΒΑ. ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα

  καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

  ΑΓ. Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς

  στύφλους παρ’ ἀκτὰς θείνεται Σιληνιῶν.

  χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς

   305 πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·

  Τενάγων τ’ ἄριστος Βακτρίων ἰθαιγενὴς

  θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.

  Λίλαιος Ἀρσάμης τε κἀργήστης τρίτος,

  οἵδ’ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα

   310 νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα·

  πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου

  Ἀρκτεύς, Ἀδεύης, καὶ †φρεσεύης τρίτος

  Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.

  Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,

   315 ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,

  πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα

  ἔτεγγ’, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ.

  καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,

  σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.

   320 Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ

  νωμῶν, ὅ τ’ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι

  πένθος παρασχών, Σεισάμης θ’ ὁ Μύσιος,

  Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν

  ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,

   325 κεῖται θανὼν δείλαιος οὐ μάλ’ εὐτυχῶς·

  Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,

  Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον

  ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.

  τοιῶνδ’ ἄρ’ ὄντων ‹ὧν› ὑπεμνήσθην πέρι,

   330 πολλῶν παρόντων ὀλίγ’ ἀπαγγέλλω κακά.

  ΒΑ. αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,

  αἴσχη τε Πέρσαις καὶ λιγα κωκύματα.

  ἀτὰρ φράσον μοι τοῦτ’ ἀναστρέψας πάλιν·

  ναῶν πόσον δὴ πλῆθος ἦν Ἑλληνίδων,

   335 ὥστ’ ἀξιῶσαι Περσικῷ στρατεύματι

  μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;

  ΑΓ. πλήθους μὲν ἂν σάφ’ ἴσθ’ ἕκατι βάρβαρον

  ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν

  ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα

   340 ναῶν, δεκὰς δ’ ἦν τῶνδε χωρὶς ἔκκριτος·

  Ξέρξῃ δέ, καὶ γὰρ οἶσθα, χιλιὰς μὲν ἦν

  ὧν ἦγε πλῆθος, αἱ δ’ ὑπέρκοποι τάχει

  ἑκατὸν δὶς ἦσαν ἑπτά θ’· ὧδ’ ἔχει λόγος.

  μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;

   345 ἀλλ’ ὧδε δαίμων τις κατέφθειρε στρατόν,

  τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.

  θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.

  ΒΑ. ἔτ’ ἆρ’ Ἀθηνῶν ἔστ’ ἀπόρθητος πόλις;

  ΑΓ. ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.

   350 ΒΑ. ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·

  τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,

  ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;

  ΑΓ. ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ

  φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.

   355 ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ

  ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,

  ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέ
φας,

  Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν

  ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε

   360 δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.

  ὁ δ’ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον

  Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,

  πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,

  εὖτ’ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα

   365 λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,

  τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισίν,

  ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ,

  ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους.

  ὡς εἰ μόρον φευξοίαθ’ Ἕλληνες κακόν,

   370 ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,

  πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.

  τοσαῦτ’ ἔλεξε κάρθ’ ὑπ’ εὐθύμου φρενός·

  οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.

  οἱ δ’ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ

   375 δεῖπνόν ‹τ’› ἐπορσύνοντο, ναυβάτης τ’ ἀνὴρ

  τροποῦτο κώπην σκαλμὸν ἀμφ’ εὐήρετμον.

  ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο

  καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ

  ἐς ναῦν ἐχώρει πᾶς θ’ ὅπλων ἐπιστάτης·

   380 τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς,

  πλέουσι δ’ ὡς ἕκαστος ἦν τεταγμένος.

  καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν

  ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.

  καὶ νὺξ ἐχώρει, κοὐ μάλ’ Ἑλλήνων στρατὸς

   385 κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·

  ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα

  πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,

  πρῶτον μὲν †ἠχῇ κέλαδος Ἑλλήνων πάρα

  μολπηδὸν εὐφήμησεν, ὄρθιον δ’ ἅμα

   390 ἀντηλάλαξε νησιώτιδος πέτρας

  ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν

  γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ

  παιᾶν’ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,

  ἀλλ’ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·

   395 σάλπιγξ δ’ ἀυτῇ πάντ’ ἐκεῖν’ ἐπέφλεγεν.

  εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ

  ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,

  θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.

  τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας

   400 ἡγεῖτο κόσμῳ, δεύτερον δ’ ὁ πᾶς στόλος

  ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν

  πολλὴν βοήν· ‘Ὦ παῖδες Ἑλλήνων, ἴτε,

  ἐλευθεροῦτε πατρίδ’, ἐλευθεροῦτε δὲ

  παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,

   405 θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.’

  καὶ μὴν παρ’ ἡμῶν Περσίδος γλώσσης ῥόθος

  ὑπηντίαζε, κοὐκέτ’ ἦν μέλλειν ἀκμή.

  εὐθὺς δὲ ναῦς ἐν νηῒ χαλκήρη στόλον

  ἔπαισεν· ἦρξε δ’ ἐμβολῆς Ἑλληνικὴ

   410 ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς

  κόρυμβ’, ἐπ’ ἄλλην δ’ ἄλλος ηὔθυνεν δόρυ.

  τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ

  ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν

  ἤθροιστ’, ἀρωγὴ δ’ οὔτις ἀλλήλοις παρῆν,

   415 αὐτοὶ δ’ ὑπ’ αὐτῶν ἐμβόλοις χαλκοστόμοις

  παίοντ’, ἔθραυον πάντα κωπήρη στόλον,

  Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως

  κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ

  σκάφη νεῶν, θάλασσα δ’ οὐκέτ’ ἦν ἰδεῖν,

   420 ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν,

  ἀκταὶ δὲ νεκρῶν χοιράδες τ’ ἐπλήθυον.

  φυγῇ δ’ ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο,

  ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.

  τοὶ δ’ ὥστε θύννους ἤ τιν’ ἰχθύων βόλον

   425 ἀγαῖσι κωπῶν θραύμασίν τ’ ἐρειπίων

  ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δ’ ὁμοῦ

  κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,

  ἕως κελαινῆς νυκτὸς ὄμμ’ ἀφείλετο.

  κακῶν δὲ πλῆθος, οὐδ’ ἂν εἰ δέκ’ ἤματα

   430 στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.

  εὖ γὰρ τόδ’ ἴσθι, μηδάμ’ ἡμέρᾳ μιᾷ

  πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.

  ΒΑ. αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα

  Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.

   435 ΑΓ. εὖ νυν τόδ’ ἴσθι, μηδέπω μεσοῦν κακόν·

  τοιάδ’ ἐπ’ αὐτοῖς ἦλθε συμφορὰ πάθους,

  ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.

  ΒΑ. καὶ τίς γένοιτ’ ἂν τῆσδ’ ἔτ’ ἐχθίων τύχη;

  λέξον τίν’ αὖ φῂς τήνδε συμφορὰν στρατῷ

   440 ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.

  ΑΓ. Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,

  ψυχήν τ’ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,

  αὐτῷ τ’ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,

  τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.

   445 ΒΑ. οἲ ‘γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.

  ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι;

  ΑΓ. νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων,

  βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος

  Πὰν ἐμβατεύει ποντίας ἀκτῆς ἔπι.

   450 ἐνταῦθα πέμπει τούσδ’, ὅπως, ὅτ’ ἐκ νεῶν

  φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοί�
�το,

  κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,

  φίλους δ’ ὑπεκσῴζοιεν ἐναλίων πόρων,

  κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς

   455 ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,

  αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας

  ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ

  κυκλοῦντο πᾶσαν νῆσον, ὥστ’ ἀμηχανεῖν

  ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν

   460 πέτροισιν ἠράσσοντο, τοξικῆς τ’ ἄπο

  θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν·

  τέλος δ’ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου

  παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,

  ἕως ἁπάντων ἐξαπέφθειραν βίον.

   465 Ξέρξης δ’ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·

  ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,

  ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·

  ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,

  πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,

   470 ἵησ’ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι

  πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.

  ΒΑ. ὦ στυγνὲ δαῖμον, ὡς ἄρ’ ἔψευσας φρενῶν

  Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν

  κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν

   475 οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·

  ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν

  τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.

  σὺ δ’ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,

  ποῦ τάσδ’ ἔλειπες· οἶσθα σημῆναι τορῶς;

   480 ΑΓ. ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην

  κατ’ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·

 

‹ Prev