by Aeschylus
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
ἢ ζῶντ’, ἀτιμαστῆρα τὼς ἀνδρηλάτην,
φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
τοιαῦτ’ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
640 καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
διπλοῦν τε σῆμα προσμεμηχανημένον.
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
645 ἄγει γυνή τις σωφρόνως ἡγουμένη.
Δίκη δ’ ἄρ’ εἶναί φησιν, ὡς τὰ γράμματα
λέγει· “Κατάξω δ’ ἄνδρα τόνδε καὶ πόλιν
ἕξει πατρῴαν δωμάτων τ’ ἐπιστροφάς.”
τοιαῦτ’ ἐκείνων ἐστὶ τἀξευρήματα.
650 σὺ δ’ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·
ὡς οὔποτ’ ἀνδρὶ τῷδε κηρυκευμάτων
μέμψῃ - σὺ δ’ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
Ετ. ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·
655 ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
ἀλλ’ οὔτε κλαίειν οὔτ’ ὀδύρεσθαι πρέπει,
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκη λέγω,
τάχ’ εἰσόμεσθα τοὐπίσημ’ ὅποι τελεῖ,
660 εἴ νιν κατάξει χρυσότευκτα γράμματα
ἐπ’ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
εἰ δ’ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ’ ἂν τόδ’ ἦν·
ἀλλ’ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
665 οὔτ’ ἐν τροφαῖσιν, οὔτ’ ἐφηβήσαντά πω,
οὔτ’ ἐν γενείου ξυλλογῇ τριχώματος,
Δίκη προσεῖδε καὶ κατηξιώσατο·
οὐδ’ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
670 ἦ δῆτ’ ἂν εἴη πανδίκως ψευδώνυμος
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
ἄρχοντί τ’ ἄρχων καὶ κασιγνήτῳ κάσις,
675 ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ’ ὡς τάχος
κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.
Χο. μή, φίλτατ’ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
ὀργὴν ὁμοῖος τῷ κάκιστ’ αὐδωμένῳ·
ἀλλ’ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
680 ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον.
ἀνδροῖν δ’ ὁμαίμοιν θάνατος ὧδ’ αὐτοκτόνος -
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
Ετ. εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·
685 κακῶν δὲ κᾀσχρῶν οὔτιν’ εὐκλείαν ἐρεῖς.
Χο. τί μέμονας, τέκνον; μή τί σε θυμοπλη- [στρ. α.
θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ’
ἔκβαλ’ ἔρωτος ἀρχάν.
Ετ. ἐπεὶ τὸ πρᾶγμα κάρτ’ ἐπισπέρχει θεός,
690 ἴτω κατ’ οὖρον, κῦμα Κωκυτοῦ λαχόν,
Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
Χο. ὠμοδακής σ’ ἄγαν ἵμερος ἐξοτρύ- [ἀντ. α.
νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
αἵματος οὐ θεμιστοῦ.
695 Ετ. φίλου γὰρ ἐχθρά μοι πατρὸς μέλαιν’ Ἀρὰ
ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
Χο. ἀλλὰ σὺ μὴ ‘ποτρύνου· κακὸς οὐ κεκλή- [στρ. β.
σῃ βίον εὖ κυρήσας· μελάναιγις [δ’] οὐκ
700 †εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν
θεοὶ θυσίαν δέχωνται.
Ετ. θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
χάρις δ’ ἀφ’ ἡμῶν ὀλομένων θαυμάζεται·
τί οὖν ἔτ’ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
705 Χο. νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων [ἀντ. β.
λήματος ἂν τροπαίᾳ χρονίᾳ μεταλ-
λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
πνεύματι· νῦν δ’ ἔτι ζεῖ.
Ετ. ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·
710 ἄγαν δ’ ἀληθεῖς ἐνυπνίων φαντασμάτων
ὄψεις, πατρῴων χρημάτων δατήριοι.
Χο. πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.
Ετ. λέγοιτ’ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.
Χο. μὴ ἔλθῃς ὁδοὺς σὺ τάσδ’ ἐφ’ ἑβδόμαις πύλαις.
715 Ετ. τεθηγμένον τοί μ’ οὐκ ἀπαμβλυνεῖς λόγῳ.
Χο. νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
Ετ. οὐκ ἄνδρ’ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
Χο. ἀλλ’ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
Ετ. θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
720 ΧΟΡΟΣ
πέφρικα τὰν ὠλεσίοικον [στρ. α.
θεόν, οὐ θεοῖς ὁμοίαν,
παναληθῆ, κακόμαντιν,
πατρὸς εὐκταίαν Ἐρινὺν
τελέσαι τὰς περιθύμους
725 κατάρας Οἰδιπόδα βλαψίφρονος·
παιδολέτωρ δ’ ἔρις ἅδ’ ὀτρύνει.
ξένος δὲ κλήρους ἐπινωμᾷ [ἀντ. α.
Χάλυβος Σκυθῶν ἄποικος,
κτεάνων χρηματοδαίτας
730 πικρός, ὠμόφρων σίδαρος,
χθόνα ναίειν διαπήλας
ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
τῶν μεγάλων πεδίων ἀμοίρους.
ἐπεὶ δ’ ἂν αὐτοκτόνως [στρ. β.
735 αὐτοδάικτοι θάνω-
σι, καὶ γαΐα κόνις
πίῃ μελαμπαγὲς αἷμα φοίνιον,
τίς ἂν καθαρμοὺς πόροι,
τίς ἄν σφε λούσειεν; ὦ
740 πόνοι δόμων νέοι παλαι-
οῖσι συμμιγεῖς κακοῖς.
παλαιγενῆ γὰρ λέγω [ἀντ. β.
παρβασίαν ὠκύποι-
νον, αἰῶνα δ’ ἐς τρίτον
745 μένειν, Ἀπόλλωνος εὖτε Λάιος
βίᾳ, τρὶς εἰπόντος ἐν
μεσομφάλοις Πυθικοῖς
χρηστηρίοις θνῄσκοντα γέν-
νας ἄτερ σῴζειν πόλιν.
750 κρατηθεὶς δ’ ἐκ φιλᾶν ἀβουλιᾶν [στρ. γ.
ἐγείνατο μὲν μόρον αὑτῷ,
πατροκτόνον Οἰδιπόδαν,
ὅστε ματρὸς ἁγνὰν
σπείρας ἄρουραν, ἵν’ ἐτράφη,
755 ῥίζαν αἱματόεσσαν
ἔτλα· παράνοια συνᾶγε
νυμφίους φρενώλης.
κακῶν δ’ ὥσπερ θάλασσα κῦμ’ ἄγει· [ἀντ. γ.
τὸ μὲν πίτνον, ἄλλο δ’ ἀείρει
760 τρίχαλον, ὃ καὶ περὶ πρύμ-
ναν πόλεως καχλάζει.
μεταξὺ δ’ ἀλκὰ δι’ ὀλίγου
τείνει, πύργος ἐν εὔρει.
δέδοικα δὲ σὺν βασιλεῦσι
765 μὴ πόλις δαμασθῇ.
τέλειαι γὰρ παλαιφάτων ἀρᾶν [στρ. δ.
βαρέαι καταλλαγαί· τὰ δ’ ὀλο-
ὰ πενομένους παρέρχεται,
πρόπρυμνα δ’ ἐκβολὰν φέρει
770 ἀνδρῶν ἀλφηστᾶν
ὄλβος ἄγαν παχυνθείς.
τίν’ ἀνδρῶν γὰρ τοσόνδ’ ἐθαύμασαν [ἀντ. δ.
θεοὶ [καὶ] ξυνέστιοι πόλεος
ὁ πολύβοτός τ’ αἰὼν βροτῶν,
775 ὅσον τότ’ Οἰδίπουν τίον,
τὰν ἁρπαξάνδραν
κῆρ’ ἀφελόντα χώρας;
ἐπεὶ δ’ ἀρτίφρων [στρ. ε.
ἐγένετο μέλεος ἀθλίων
780 γάμων, ἐπ’ ἄλγει δυσφορῶν
μαινομένᾳ κραδίᾳ
δίδυμα κάκ’ ἐτέλεσεν·
πατροφόνῳ χερὶ τῶν
†κρεισσοτέκνων [δ’ ἀπ’] ὀμμάτων ἐπλάγχθη· †
785 τέκνοις δ’ ἀρχαίας [ἀντ. ε.
ἐφῆκεν ἐπίκοτος τροφᾶς,
αἰαῖ, πικρογλώσσους ἀράς,
καί σφε σιδαρονόμῳ
διὰ χερί ποτε λαχεῖν
790 κτήματα· νῦν δὲ τρέω
μὴ τελέσῃ καμψίπους Ἐρινύς.
Αγ. θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·
795 πόλις δ’ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις·
καλῶς ἔχει τὰ πλεῖστ’ ἐν ἓξ πυλώμασιν·
800 τὰς δ’ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτας
ἄναξ Ἀπόλλων εἵλετ’, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
Χο. τί δ’ ἐστὶ πρᾶγος νεόκοτον πόλει πλέον;
Αγ. πόλις σέσωται· βασιλέῳν δ’ ὁμοσπόροιν -
805 Χο. οἲ ‘γὼ τάλαινα· μάντις εἰμὶ τῶν κακῶν.
Αγ. πέπωκεν αἷμα γαῖ’ ὑπ’ ἀλλήλων φόνῳ.
Χο. τί δ’ ἐστὶ πρᾶγος νεόκοτον πόλει πλέον;
Αγ. ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
Χο. τίνες; τί δ’ εἶπας; παραφρονῶ φόβῳ λόγου.
Αγ. φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου γένος -
810 Χο. ἐκεῖθι κἦλθον; βαρέα δ’ οὖν ὅμως φράσον.
Αγ. οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ’ ἅμα;
Χο. οὐδ’ ἀμφιλέκτως μὴν κατεσποδημένοι -
Αγ. οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν,
αὐτὸς δ’ ἀναλοῖ δῆτα δύσποτμον γένος.
815 τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα,
πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ’ ἐπιστάται,
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
ἕξουσι δ’ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
820 πατρὸς κατ’ εὐχὰς δυσπότμως φορούμενοι.
ΧΟΡΟΣ
ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι
δαίμονες, οἳ δὴ Κάδμου πύργους
†τούσδε ῥύεσθε·
825 πότερον χαίρω κἀπολολύξω
πόλεως ἀσινεῖ †σωτῆρι ...
ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας
ἀτέκνους κλαύσω πολεμάρχους;
οἳ δῆτ’ ὀρθῶς κατ’ ἐπωνυμίαν
830 ‹κλεινοί τ’ ἐτεὸν καὶ πολυνεικεῖς›
ὤλοντ’ ἀσεβεῖ διανοίᾳ.
ὦ μέλαινα καὶ τελεία [στρ. α.
γένεος Οἰδίπου τ’ Ἀρά,
κακόν με καρδίαν τι περιπίτνει κρύος.
835 ἔτευξα τύμβῳ μέλος
θυιὰς αἱματοσταγεῖς
νεκροὺς κλύουσα δυσμόρως
θανόντας· ἦ δύσορνις ἅ-
δε ξυναυλία δορός.
840 ἐξέπραξεν, οὐδ’ ἀπεῖπεν [ἀντ. α.
πατρόθεν εὐκταία φάτις·
βουλαὶ δ’ ἄπιστοι Λαΐου διήρκεσαν.
μέριμνα δ’ ἀμφὶ πτόλιν·
θέσφατ’ οὐκ ἀμβλύνεται.
845 ἰὼ πολύστο
νοι, τόδ’ εἰρ-
γάσασθ’ ἄπιστον· ἦλθε δ’ αἰ-
ακτὰ πήματ’ οὐ λόγῳ.
- τάδ’ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
διπλαῖ μέριμναι, διδύμα δ’ ἀνορέα·
850 κάκ’ αὐτοφόνα δίμοιρα τέλεα τάδε πάθη.
τί φῶ; - τί δ’ ἄλλο γ’ ἢ πόνοι
πόνων δόμων ἐφέστιοι; -
- ἀλλὰ γόων, ὦ φίλαι, κατ’ οὖρον
855 ἐρέσσετ’ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
πίτυλον, ὃς αἰὲν δι’ Ἀχέροντ’ ἀμείβεται,
τὰν ἄστονον μελάγκροκον ναύστολον θεωρίδα,
τὰν ἀστιβῆ ‘πόλλωνι, τὰν ἀνάλιον,
860 πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
- ἀλλὰ γὰρ ἥκουσ’ αἵδ’ ἐπὶ πρᾶγος
πικρὸν Ἀντιγόνη τ’ ἠδ’ Ἰσμήνη,
θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
οἶμαί σφ’ ἐρατῶν ἐκ βαθυκόλπων
865 στηθέων ἥσειν ἄλγος ἐπάξιον.
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θ’ ὕμνον Ἐρινύος
ἀχεῖν Ἀίδα τ’
870 ἐχθρὸν παιᾶν’ ἐπιμέλπειν.
- ἰώ.
δυσαδελφόταται πασῶν ὁπόσαι
στρόφον ἐσθῆσιν περιβάλλονται,
κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς
μὴ ‘κ φρενὸς ὀρθῶς με λιγαίνειν.
875 Αν. ἰὼ ἰὼ δύσφρονες, [στρ. α.
φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
δόμους ἑλόντες πατρῴ-
ους μέλεοι σὺν ἀλκᾷ.
Χο. μέλεοι δῆθ’ οἳ μελέους θανάτους
880 ηὕροντο δόμων ἐπὶ λύμῃ.
Ισ. ἰὼ ἰὼ δωμάτων [ἀντ. α.
ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
ἰδόντες, ἤδη διήλ-