by Aeschylus
985 ψαμμίας ἀκάτα †παρή-
βησεν, εὖθ’ ὑπ’ Ἴλιον
ὦρτο ναυβάτας στρατός.
πεύθομαι δ’ ἀπ’ ὀμμάτων [ἀντ. α.
νόστον, αὐτόμαρτυς ὤν·
990 τὸν δ’ ἄνευ λύρας ὅμως
ὑμνῳδεῖ
θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
θυμός, οὐ τὸ πᾶν ἔχων
ἐλπίδος φίλον θράσος.
995 σπλάγχνα δ’ οὔτοι ματᾴ-
ζει, πρὸς ἐνδίκοις φρεσὶν
τελεσφόροις
δίναις κυκλούμενον κέαρ.
εὔχομαι δ’ ἐξ ἐμᾶς
ἐλπίδος ψύθη πεσεῖν
1000 ἐς τὸ μὴ τελεσφόρον.
μάλα †γάρ τοι τᾶς πολλᾶς † [στρ. β.
ὑγιείας ἀκόρεστον
τέρμα. νόσος γὰρ
γείτων ὁμότοιχος ἐρείδει,
1005 καὶ πότμος εὐθυπορῶν
. . . . .
ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
καὶ πρὸ μέν τι χρημάτων
κτησίων ὄκνος βαλὼν
1010 σφενδόνας ἀπ’ εὐμέτρου -
οὐκ ἔδυ πρόπας δόμος
πλησμονᾶς γέμων ἄγαν,
οὐδ’ ἐπόντισε σκάφος.
πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-
1015 φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
νῆστιν ὤλεσεν νόσον,
τὸ δ’ ἐπὶ γᾶν πεσὸν ἅπαξ [ἀντ. β.
θανάσιμον πρόπαρ ἀνδρὸς
1020 μέλαν αἷμα τίς ἂν
πάλιν ἀγκαλέσαιτ’ ἐπαείδων;
οὐδὲ τὸν ὀρθοδαῆ
τῶν φθιμένων ἀνάγειν
Ζεὺς ἀπέπαυσεν ἐπ’ ἀβλαβείᾳ.
1025 εἰ δὲ μὴ τεταγμένα
μοῖρα μοῖραν ἐκ θεῶν
εἶργε μὴ πλέον φέρειν,
προφθάσασα καρδία
γλῶσσαν ἂν τάδ’ ἐξέχει.
1030 νῦν δ’ ὑπὸ σκότῳ βρέμει
θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέ-
να ποτὲ καίριον ἐκτολυπεύσειν
ζωπυρουμένας φρενός.
1035 Κλ. εἴσω κομίζου καὶ σύ, Κασσάνδραν λέγω·
ἐπεί σ’ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας,
ἔκβαιν’ ἀπήνης τῆσδε, μηδ’ ὑπερφρόνει.
1040 καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτε
πραθέντα τλῆναι, †δουλίας μάζης βίᾳ.
εἰ δ’ οὖν ἀνάγκη τῆσδ’ ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
οἳ δ’ οὔποτ’ ἐλπίσαντες ἤμησαν καλῶς,
1045 ὠμοί τε δούλοις πάντα καὶ πέρα σταθμῶν.
ἔχεις παρ’ ἡμῶν οἷάπερ νομίζεται.
Χο. σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
ἐντὸς δ’ ἁλοῦσα μορσίμων ἀγρευμάτων
πείθοι’ ἄν, εἰ πείθοι’· ἀπειθοίης δ’ ἴσως.
1050 Κλ. ἀλλ’ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
Χο. ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
πείθου λιποῦσα τόνδ’ ἁμαξήρη θρόνον.
1055 Κλ. οὔτοι θυραίᾳ τῇδ’ ἐμοὶ σχολὴ πάρα
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος.
[ὡς οὔποτ’ ἐλπίσασι τήνδ’ ἕξειν χάριν.]
σὺ δ’ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
1060 εἰ δ’ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον -
σὺ δ’ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
Χο. ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
δεῖσθαι. τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
Κλ. ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
1065 ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
ἥκει, χαλινὸν δ’ οὐκ ἐπίσταται φέρειν
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
οὐ μὴν πλέω ῥίψασ’ ἀτιμασθήσομαι.
Χο. ἐγὼ δ’, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
1070 ἴθ’, ὦ τάλαινα, τόνδ’ ἐρημώσασ’ ὄχον,
εἴκουσ’ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
ΚΑΣΣΑΝΔΡΑ
ὀτοτοτοτοῖ πόποι δᾶ. [στρ. α.
ὦπολλον ὦπολλον.
Χο. τί ταῦτ’ ἀνωτότυξας ἀμφὶ Λοξίου;
1075 οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
Κα. ὀτοτοτοτοῖ πόποι δᾶ. [ἀντ. α.
ὦπολλον ὦπολλον.
Χο. ἥδ’ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
οὐδὲν προσήκοντ’ ἐν γόοις παραστατεῖν.
1080 Κα. Ἄπολλον· Ἄπολλον· [στρ. β.
ἀγυιᾶτ’, ἀπόλλων ἐμός.
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.
Χο. χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.
1085 Κα. Ἄπολλον· Ἄπολλον· [ἀντ. β.
ἀγυιᾶτ’, ἀπόλλων ἐμός.
ἆ ποῖ ποτ’ ἤγαγές με; πρὸς ποίαν στέγην;
Χο. πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδ’ ἐννοεῖς,
ἐγὼ λέγω σοι· καὶ τάδ’ οὐκ ἐρεῖς ψύθη.
1090 Κα. μισόθεον μὲν οὖν· πολλὰ συνίστορα, [στρ. γ.
αὐτόφονα, †κακὰ καρτάναι †
ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον.
Χο. ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δ’ ὧν ἀνευρήσει φόνον.
1095 Κα. μαρτυρίοισι γὰρ τοῖσδ’ ἐπιπείθομαι
· [ἀντ. γ.
κλαιόμενα τάδε βρέφη σφαγὰς
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.
Χο. †ἦ μὴν κλέος σοῦ μαντικὸν πεπυσμένοι
ἦμεν· προφήτας δ’ οὔτινας ματεύομεν.
1100 Κα. ἰὼ πόποι, τί ποτε μήδεται; [στρ. δ.
τί τόδε νέον ἄχος μέγα;
μέγ’ ἐν δόμοισι τοῖσδε μήδεται κακόν,
ἄφερτον φίλοισιν, δυσίατον· ἀλκὰ δ’
ἑκὰς ἀποστατεῖ.
1105 Χο. τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ’ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.
Κα. ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς; [ἀντ. δ.
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασα - πῶς φράσω τέλος;
1110 τάχος γὰρ τόδ’ ἔσται· προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρεγομένα.
Χο. οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Κα. ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται; [στρ. ε.
1115 ἦ δίκτυόν τί γ’ Ἅιδου.
ἀλλ’ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δ’ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.
Χο. ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1120 ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών, ἅτε καὶ δορὶ πτωσίμοις
ξυνανύτει βίου δύντος αὐγαῖς.
ταχεῖα δ’ ἄτα πέλει.
1125 Κα. ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς [ἀντ. ε.
τὸν ταῦρον· ἐν πέπλοισιν
μελαγκέρῳ λαβοῦσα μηχανήματι
τύπτει· πίτνει δ’ ‹ἐν› ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.
1130 Χο. οὐ κομπάσαιμ’ ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
πολυεπεῖς τέχναι θεσπιῳδοὶ
1135 φόβον φέρουσιν μαθεῖν.
Κα. ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι· [στρ. ζ.
τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέασα.
ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
οὐδέν ποτ’ εἰ μὴ ξυνθανουμένην. τί γάρ;
1140 Χο. φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
φὶ δ’ αὑτᾶς θροεῖς
νόμον ἄνομον, οἷά τις ξουθὰ
ἀκόρετος βοᾶς, φεῦ, φιλοίκτοις φρεσὶν
Ἴτυν Ἴτυν στένουσ’ ἀμφιθαλῆ κακοῖς
1145 ἀηδὼν βίον.
Κα. ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος· [ἀντ. ζ.
πτεροφόρον γάρ οἱ περὶ δέμας βάλοντο
θεοὶ γλυκύν τ’ ἀγῶνα κλαυμάτων ἄτερ·
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.
1150 Χο. πόθεν ἐπισσύτους θεοφόρους [τ’] ἔχεις
ματαίους δύας;
τὰ δ’ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
μελοτυπεῖς ὁμοῦ τ’ ὀρθίοις ἐν νόμοις.
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
1155 κακορρήμονας;
Κα. ἰὼ γάμοι, γάμοι Πάριδος, [στρ. η.
ὀλέθριοι φίλων.
ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν’
ἠνυτόμαν τροφαῖς·
1160 νῦν δ’ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
ὄχθους ἔοικα θεσπιῳδήσειν τάχα.
Χο. τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
νεογνὸς ἂν ἀΐων μάθοι.
πέπληγμαι δ’ ὑπ’ αὖ δήγματι φοινίῳ
1165 δυσαλγεῖ τύχᾳ μινυρὰ θρεομένας,
θραύματ’ ἐμοὶ κλύειν.
Κα. ἰὼ πόνοι πόνοι πόλεος [ἀντ. η.
ὀλομένας τὸ πᾶν.
ἰὼ πρόπυργοι θυσίαι πατρὸς
πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δ’
1170 οὐδὲν ἐπήρκεσαν
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἐχρῆν παθεῖν,
ἐγὼ δὲ θερμόνους τάχ’ ἐν πέδῳ βαλῶ.
Χο. ἑπόμενα προτέροισι τάδ’ ἐφημίσω.
καί τίς σε κακοφρονῶν τίθη-
1175 σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
μελίζειν πάθη γοερὰ θανατοφόρα.
τέρμα δ’ ἀμηχανῶ.
Κα. καὶ μὴν ὁ χρησμὸς οὐκέτ’ ἐκ καλυμμάτων
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·
1180 λαμπρὸς δ’ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
κλύζειν πρὸς αὐγάς, τοῦδε πήματος πολὺ
μεῖζον· φρενώσω δ’ οὐκέτ’ ἐξ αἰνιγμάτων.
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
1185 ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
τὴν γὰρ στέγην τήνδ’ οὔποτ’ ἐκλείπει χορὸς
σύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.
καὶ μὴν πεπωκώς γ’, ὡς θρασύνεσθαι πλέον,
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
1190 δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
ὑμνοῦσι δ’ ὕμνον δώμασιν προσήμεναι
πρώταρχον ἄτης· ἐν μέρει δ’ ἀπέπτυσαν
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
ἥμαρτον, ἢ κυρῶ τι τοξότης τις ὥς;
1195 ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
ἐκμαρτύρησον προυμόσας τό μ’ εἰδέναι
λόγῳ παλαιὰς τῶνδ’ ἁμαρτίας δόμων.
&nb
sp; Χο. καὶ πῶς ἂν ὅρκου πῆγμα, γενναίως παγέν,
παιώνιον γένοιτο; θαυμάζω δέ σου,
1200 πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
Κα. μάντις μ’ Ἀπόλλων τῷδ’ ἐπέστησεν τέλει.
Χο. μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
Κα. προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
1205 Χο. ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
Κα. ἀλλ’ ἦν παλαιστὴς κάρτ’ ἐμοὶ πνέων χάριν.
Χο. ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;
Κα. ξυναινέσασα Λοξίαν ἐψευσάμην.
Χο. ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
1210 Κα. ἤδη πολίταις πάντ’ ἐθέσπιζον πάθη.
Χο. πῶς δῆτ’ ἄνατος ἦσθα Λοξίου κότῳ;
Κα. ἔπειθον οὐδέν’ οὐδέν, ὡς τάδ’ ἤμπλακον.
Χο. ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
Κα. ἰοὺ ἰού, ὢ ὢ κακά.
1215 ὑπ’ αὖ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις .....
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1220 χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς·
σὺν ἐντέροις τε σπλάγχν’, ἐποίκτιστον γέμος,
πρέπουσ’ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινά,
λέοντ’ ἄναλκιν, ἐν λέχει στρωφώμενον
1225 οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ -
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
νεῶν τ’ ἄπαρχος Ἰλίου τ’ ἀναστάτης
οὐκ οἶδεν οἵα γλῶσσα, μισητῆς κυνὸς