Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 57
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 57

by Aeschylus


  οὐδ’ ἐξέτεινα χεῖρ’ ἐπ’ ἐκφορᾷ νεκροῦ.

  .  .  .  .  .  .  .

    10 τί χρῆμα λεύσσω; τίς ποθ’ ἥδ’ ὁμήγυρις

  στείχει γυναικῶν φάρεσιν μελαγχίμοις

  πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;

  πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;

  ἢ πατρὶ τὠμῷ τάσδ’ ἐπεικάσας τύχω

    15 χοὰς φερούσας νερτέροις μειλίγματα;

  οὐδέν ποτ’ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ

  στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ

  πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον

  πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.

    20 Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς

  μάθω γυναικῶν ἥτις ἥδε προστροπή.

  ΧΟΡΟΣ

  ἰαλτὸς ἐκ δόμων ἔβαν  [στρ. α.

  χοᾶν προπομπὸς ὀξύχειρι σὺν κόπῳ.

  πρέπει παρῂς φοίνισσ’ ἀμυγμοῖς

    25 ὄνυχος ἄλοκι νεοτόμῳ,

  δι’ αἰῶνος δ’ ἰυγμοῖσι βόσκεται κέαρ.

  λινοφθόροι δ’ ὑφασμάτων

  λακίδες ἔφλαδον ὑπ’ ἄλγεσιν,

    30 πρόστερνοι στολμοὶ πέπλων ἀγελάστοις

  ξυμφοραῖς πεπληγμένων.

  τορὸς γὰρ [Φοῖβος] ὀρθόθριξ δόμων  [ἀντ. α.

  ὀνειρόμαντις, ἐξ ὕπνου κότον πνέων,

  ἀωρόνυκτον ἀμβόαμα

    35 μυχόθεν ἔλακε περὶ φόβῳ,

  γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων,

  κριταί ‹τε› τῶνδ’ ὀνειράτων

  θεόθεν ἔλακον ὑπέγγυοι

    40 μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως

  τοῖς κτανοῦσί τ’ ἐγκοτεῖν.

  τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,  [στρ. β.

  ἰὼ γαῖα μαῖα,

    45 μωμένα μ’ ἰάλλει

  δύσθεος γυνά. φοβοῦ-

  μαι δ’ ἔπος τόδ’ ἐκβαλεῖν.

  τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;

  ἰὼ πάνοιζυς ἑστία,

    50 ἰὼ κατασκαφαὶ δόμων.

  ἀνήλιοι βροτοστυγεῖς

  δνόφοι καλύπτουσι δόμους

  δεσποτᾶν θανάτοισι.

    55 σέβας δ’ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν  [ἀντ. β.

  δι’ ὤτων φρενός τε

  δαμίας περαῖνον

  νῦν ἀφίσταται. φοβεῖ-

  ται δέ τις. τὸ δ’ εὐτυχεῖν,

    60 τόδ’ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.

  ῥοπὴ δ’ ἐπισκοτεῖ δίκας

  ταχεῖα τοῖς μὲν ἐν φάει,

  τὰ δ’ ἐν μεταιχμίῳ σκότου

  †μένει χρονίζοντ’ ἄχη βρύει †

    65 τοὺς δ’ ἄκραντος ἔχει νύξ.

  δι’ αἵματ’ ἐκποθένθ’ ὑπὸ χθονὸς τροφοῦ  [στρ. γ.

  τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.

  διαλγὴς ἄτη διαφέρει

  τὸν αἴτιον παναρκέτας νόσου βρύειν

    70 [τοὺς δ’ ἄκραντος ἔχει νύξ].

  θιγόντι δ’ οὔτι νυμφικῶν ἑδωλίων  [ἀντ. γ.

  ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ

  †βαίνοντες τὸν χερομυσῆ

  φόνον καθαίροντες ἴθυσαν μάταν.

    75 ἐμοὶ δ’ (ἀνάγκαν γὰρ ἀμφίπτολιν  [ἐπῳδ.

  θεοὶ προσήνεγκαν· ἐκ γὰρ οἴκων

  πατρῴων δούλιόν ‹μ’› ἐσάγαγον

  αἶσαν) δίκαια καὶ μὴ δίκαια,

  †πρέποντ’ ἀρχὰς βίου,

    80 βίᾳ φερομένων, †αἰνέσαι, πικρὸν φρενῶν

  στύγος κρατούσῃ. δακρύω δ’ ὑφ’ εἱμάτων ματαί-

  οισι δεσποτᾶν τύχαις,

  κρυφαίοις πένθεσιν παχνουμένη.

  ΗΛΕΚΤΡΑ

  δμῳαὶ γυναῖκες, δωμάτων εὐθήμονες,

    85 ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ

  πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·

  τί φῶ χέουσα τάσδε κηδείους χοάς;

  πῶς εὔφρον’ εἴπω, πῶς κατεύξωμαι πατρί;

  πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν

    90 γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;

  τῶνδ’ οὐ πάρεστι θάρσος, οὐδ’ ἔχω τί φῶ

  χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.

  ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,

  ἴσ’ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε

    95 στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;

  ἢ σῖγ’ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο

  πατήρ, τάδ’ ἐκχέασα, γάποτον χύσιν,

  στείχω, καθάρμαθ’ ὥς τις ἐκπέμψας, πάλιν

  δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;

   100 τῆσδ’ ἔστε βουλῆς, ὦ φίλαι, μεταίτιαι·

  κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.

  μὴ κεύθετ’ ἔνδον καρδίας φόβῳ τινός.

  τὸ μόρσιμον γὰρ τόν τ’ ἐλεύθερον μένει

  καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.

   105 λέγοις ἄν, εἴ τι τῶνδ’ ἔχεις ὑπέρτερον.

  Χο. αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς

  λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.

  Ηλ. λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.

  Χο. φθέγγου χέουσα σεμνά· τοῖσιν εὔφροσιν -

   110 Ηλ. τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;

  Χο. πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.

  Ηλ. ἐμοί τε καὶ σοί τἄρ’ ἐπεύξομαι τάδε.

  Χο. αὐτὴ σὺ ταῦτα μανθάνουσ’ ἤδη φράσαι.

  Ηλ. τίν’ οὖν ἔ�
�’ ἄλλον τῇδε προστιθῶ στάσει;

   115 Χο. μέμνησ’ Ὀρέστου, κεἰ θυραῖός ἐσθ’ ὅμως.

  Ηλ. εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.

  Χο. τοῖς αἰτίοις νυν τοῦ φόνου μεμνημένη -

  Ηλ. τί φῶ; δίδασκ’ ἄπειρον ἐξηγουμένη.

  Χο. ἐλθεῖν τιν’ αὐτοῖς δαίμον’ ἢ βροτῶν τινα -

   120 Ηλ. πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;

  Χο. ἁπλωστὶ φράζουσ’, ὅστις ἀνταποκτενεῖ.

  Ηλ. καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;

  Χο. πῶς δ’ οὔ, τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;

   165 Ηλ. κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,

  ‹ἄρηξον,› Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ

   125 τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς

  εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,

  καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται

  θρέψασά τ’ αὖθις τῶνδε κῦμα λαμβάνει·

  κἀγὼ χέουσα τάσδε χέρνιβας νεκροῖς

   130 λέγω καλοῦσα πατέρ’· Ἐποίκτιρόν τ’ ἐμέ,

  φίλον τ’ Ὀρέστην φῶς ἄναψον ἐν δόμοις.

  πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα

  πρὸς τῆς τεκούσης, ἄνδρα δ’ ἀντηλλάξατο

  Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

   135 κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων

  φεύγων Ὀρέστης ἐστίν, οἱ δ’ ὑπερκόπως

  ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.

  ἐλθεῖν δ’ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ

  κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·

   140 αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ

  μητρὸς γενέσθαι χεῖρά τ’ εὐσεβεστέραν.

  ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ’ ἐναντίοις

  λέγω φανῆναί σου, πάτερ, τιμάορον,

  καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.

   145 ταῦτ’ ἐν μέσῳ τίθημι τῆς κακῆς ἀρᾶς,

  κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·

  ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,

  σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.

  τοιαῖσδ’ ἐπ’ εὐχαῖς τάσδ’ ἐπισπένδω χοάς.

   150 ὑμᾶς δὲ κωκυτοῖσ’ ἐπανθίζειν νόμος,

  παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.

  Χο. ἵετε δάκρυ καναχὲς ὀλόμενον

  ὀλομένῳ δεσπότᾳ,

  πρὸς ἔρυμα τόδε κεδνῶν κακῶν τ’

   155 ἀπότροπον, ἄγος ἀπεύχετον,

  κεχυμένων χοᾶν. κλύε δέ μοι, σέβας,

  κλύ’, ὦ δέσποτ’, ἐξ ἀμαυρᾶς φρενός.

  ὀτοτοτοτοτοτοῖ,

   160 ἰώ, τίς δορυσθενὴς ‹εἶσ’› ἀνήρ,

  ἀναλυτὴρ δόμων, Σκύθην τ’ ἐν χεροῖν

  [παλίντον’ ἐν ἔργῳ βέλη] πιπάλλων Ἄρη

  σχέδιά τ’ αὐτόκωπα νωμῶν βέλη;

  Ηλ. ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·

  νέου δὲ μύθου τοῦδε κοινωνήσατε.

  Χο. λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ·

  Ηλ. ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.

  Χο. τίνος ποτ’ ἀνδρὸς ἢ βαθυζώνου κόρης;

   170 Ηλ. εὐξύμβολον τόδ’ ἐστὶ παντὶ δοξάσαι.

  Χο. πῶς οὖν παλαιὰ παρὰ νεωτέρας μάθω;

  Ηλ. οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.

  Χο. ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.

  Ηλ. καὶ μὴν ὅδ’ ἐστὶ κάρτ’ ἰδεῖν ὁμόπτερος -

   175 Χο. ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.

  Ηλ. αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.

  Χο. μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;

  Ηλ. μάλιστ’ ἐκείνου βοστρύχοις προσείδεται.

  Χο. καὶ πῶς ἐκεῖνος δεῦρ’ ἐτόλμησεν μολεῖν;

   180 Ηλ. ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.

  Χο. οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,

  εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.

  Ηλ. κἀμοὶ προσέστη καρδίᾳ κλυδώνιον

  χολῆς, ἐπαίθην δ’ ὡς διανταίῳ βέλει·

   185 ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι

  σταγόνες ἄφαρκτοι δυσχίμου πλημυρίδος,

  πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω

  ἀστῶν τιν’ ἄλλον τῆσδε δεσπόζειν φόβης;

  ἀλλ’ οὐδὲ μήν νιν ἡ κτανοῦσ’ ἐκείρατο,

   190 ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον

  φρόνημα παισὶ δύσθεον πεπαμένη.

  ἐγὼ δ’ ὅπως μὲν ἄντικρυς τάδ’ αἰνέσω,

  εἶναι τόδ’ ἀγλάισμά μοι τοῦ φιλτάτου

  βροτῶν Ὀρέστου - σαίνομαι δ’ ὑπ’ ἐλπίδος.

   195 φεῦ.

  εἴθ’ εἶχε φωνὴν ἔμφρον’ ἀγγέλου δίκην,

  ὅπως δίφροντις οὖσα μὴ ‘κινυσσόμην,

  ἀλλ’ ἢ σάφ’ ᾔνει τόνδ’ ἀποπτύσαι πλόκον,

  εἴπερ γ’ ἀπ’ ἐχθροῦ κρατὸς ἦν τετμημένος,

  ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοί,

   200 ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.

  ἀλλ’ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,

  οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην

  στροβούμεθ’· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,

  σμικροῦ γένοιτ’ ἂν σπέρματος μέγας πυθμήν.

   205 καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,

  ποδῶν ὅμοιοι τοῖς τ’ ἐμοῖσιν ἐμφερεῖς.

  καὶ γὰρ δύ’ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,

  αὐτοῦ τ’ ἐκείνου κα
ὶ συνεμπόρου τινός.

  πτέρναι τενόντων θ’ ὑπογραφαὶ μετρούμεναι

   210 εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.

  πάρεστι δ’ ὠδὶς καὶ φρενῶν καταφθορά.

  ΟΡΕΣΤΗΣ

  εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους

  εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.

  Ηλ. ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;

   215 Ορ. εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.

  Ηλ. καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;

  Ορ. σύνοιδ’ Ὀρέστην πολλά σ’ ἐκπαγλουμένην.

  Ηλ. καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;

  Ορ. ὅδ’ εἰμί· μὴ μάτευ’ ἐμοῦ μᾶλλον φίλον.

   220 Ηλ. ἀλλ’ ἦ δόλον τιν’, ὦ ξέν’, ἀμφί μοι πλέκεις;

  Ορ. αὐτὸς κατ’ αὐτοῦ τἄρα μηχανορραφῶ.

  Ηλ. ἀλλ’ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις;

  Ορ. κἀν τοῖς ἐμοῖς ἄρ’, εἴπερ ἔν γε τοῖσι σοῖς.

  Ηλ. ὡς ὄντ’ Ὀρέστην τἄρ’ ἐγώ σε προὐννέπω;

   225 Ορ. αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·

  κουρὰν δ’ ἰδοῦσα τήνδε κηδείου τριχὸς

  ἰχνοσκοποῦσά τ’ ἐν στίβοισι τοῖς ἐμοῖς

  ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.

  σκέψαι, τομῇ προσθεῖσα βόστρυχον τριχός,

   230 σαυτῆς ἀδελφοῦ σύμμετρον τῷ σῷ κάρᾳ.

  ἰδοῦ δ’ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,

  σπάθης τε πληγάς, ἒν δὲ θήρειον γραφήν -

  ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ‘κπλαγῇς φρένας·

  τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.

   235 Ηλ. ὦ φίλτατον μέλημα δώμασιν πατρός,

  δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,

 

‹ Prev