Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 69
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 69

by Aeschylus


  κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ’ ἐχρῄζετε

  τὸν ἀμφ’ ἑαυτῆς ἆθλον ἐξηγουμένης·

  τὰ λοιπὰ νῦν ἀκούσαθ’, οἷα χρὴ πάθη

  τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.

   705 σύ τ’, Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους

  θυμῷ βάλ’, ὡς ἂν τέρματ’ ἐκμάθῃς ὁδοῦ.

  πρῶτον μὲν ἐνθένδ’ ἡλίου πρὸς ἀντολὰς

  στρέψασα σαυτὴν στεῖχ’ ἀνηρότους γύας·

  Σκύθας δ’ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας

   710 πεδάρσιοι ναίουσ’ ἐπ’ εὐκύκλοις ὄχοις,

  ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·

  οἷς μὴ πελάζειν, ἀλλ’ ἁλιστόνοις πόδας

  χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.

  λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες

   715 οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή,

  ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.

  ἥξεις δ’ ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,

  ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,

  πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν

   720 ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος

  κροτάφων ἀπ’ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ

  κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν

  βῆναι κέλευθον, ἔνθ’ Ἀμαζόνων στρατὸν

  ἥξεις στυγάνορ’, αἳ Θεμίσκυράν ποτε

   725 κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ’, ἵνα

  τραχεῖα πόντου Σαλμυδησσία γνάθος,

  ἐχθρόξενος ναύτῃσι, μητρυιὰ νεῶν·

  αὗταί σ’ ὁδηγήσουσι καὶ μάλ’ ἀσμένως.

  ἰσθμὸν δ’ ἐπ’ αὐταῖς στενοπόροις λίμνης πύλαις

   730 Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ

  λιποῦσαν αὐλῶν’ ἐκπερᾶν Μαιωτικόν·

  ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας

  τῆς σῆς πορείας, Βόσπορος δ’ ἐπώνυμος

  κεκλήσεται. λιποῦσα δ’ Εὐρώπης πέδον

   735 ἤπειρον ἥξεις Ἀσιάδα. ἆρ’ ὑμῖν δοκεῖ

  ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ’ ὁμῶς

  βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς

  χρῄζων μιγῆναι τάσδ’ ἐπέρριψεν πλάνας.

  πικροῦ δ’ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων

   740 μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,

  εἶναι δόκει σοὶ μηδέπω ‘ν προοιμίοις.

  Ιω. ἰώ μοί μοι· ἓ ἕ.

  Πρ. σὺ δ’ αὖ κέκραγας κἀναμυχθίζῃ· τί που

  δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;

   745 Χο. ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;

  Πρ. δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.

  Ιω. τί δῆτ’ ἐμοὶ ζῆν κέρδος, ἀλλ’ οὐκ ἐν τάχει

  ἔρριψ’ ἐμαυτὴν τῆσδ’ ἀπὸ στύφλου πέτρας,

  ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων

   750 ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν

  ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.

  Πρ. ἦ δυσπετῶν ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,

  ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·

  αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·

   755 νῦν δ’ οὐδέν ἐστι τέρμα μοι προκείμενον

  μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.

  Ιω. ἦ γάρ ποτ’ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;

  Πρ. ἥδοι’ ἄν, οἶμαι, τήνδ’ ἰδοῦσα συμφοράν.

  Ιω. πῶς δ’ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;

   760 Πρ. ὡς τοίνυν ὄντων τῶνδε γαθεῖν σοι πάρα.

  Ιω. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;

  Πρ. πρὸς αὐτὸς αὐτοῦ κενοφρόνων βουλευμάτων.

  Ιω. ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.

  Πρ. γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ’ ἀσχαλεῖ.

   765 Ιω. θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.

  Πρ. τί δ’ ὅντιν’; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.

  Ιω. ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;

  Πρ. ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.

  Ιω. οὐδ’ ἔστιν αὐτῷ τῆσδ’ ἀποστροφὴ τύχης;

   770 Πρ. οὐ δῆτα, πλὴν ἔγωγ’ ἂν ἐκ δεσμῶν λυθείς.

  Ιω. τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;

  Πρ. τῶν σῶν τιν’ αὐτὸν ἐγγόνων εἶναι χρεών.

  Ιω. πῶς εἶπας; ἦ ‘μὸς παῖς σ’ ἀπαλλάξει κακῶν;

  Πρ. τρίτος γε γένναν πρὸς δέκ’ ἄλλαισιν γοναῖς.

   775 Ιω. ἥδ’ οὐκέτ’ εὐξύμβλητος ἡ χρησμῳδία.

  Πρ. καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.

  Ιω. μή μοι προτείνων κέρδος εἶτ’ ἀποστέρει.

  Πρ. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.

  Ιω. ποίοιν; πρόδειξον, αἵρεσίν τ’ ἐμοὶ δίδου.

   780 Πρ. δίδωμ’· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι

  φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ’ ἐμέ.

  Χο. τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ’ ἐμοὶ χάριν

  θέσθαι θέλησον, μηδ’ ἀτιμάσῃς λόγου·

  καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,

   785 ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.

  Πρ. ἐπεὶ προθυμεῖσθ’, οὐκ ἐναντιώσομαι

  τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.

  σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,

  ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.

   790 ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,

  πρὸς ἀντολὰς φλογῶπας ἡλιοστ
ιβεῖς

  .   .   .   .   .   .   .

  πόντου περῶσα φλοῖσβον, ἔστ’ ἂν ἐξίκῃ

  πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα

  αἱ Φορκίδες ναίουσι, δηναιαὶ κόραι

   795 τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ’ ἐκτημέναι,

  μονόδοντες, ἃς οὔθ’ ἥλιος προσδέρκεται

  ἀκτῖσιν οὔθ’ ἡ νύκτερος μήνη ποτέ.

  πέλας δ’ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,

  δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,

   800 ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς·

  τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω.

  ἄλλην δ’ ἄκουσον δυσχερῆ θεωρίαν·

  ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας

  γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν

   805 Ἀριμασπὸν ἱπποβάμον’, οἳ χρυσόρρυτον

  οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·

  τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν

  ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου

  ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.

   810 τούτου παρ’ ὄχθας ἕρφ’, ἕως ἂν ἐξίκῃ

  καταβασμόν, ἔνθα Βυβλίνων ὀρῶν ἄπο

  ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.

  οὗτός σ’ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα

  Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,

   815 Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.

  τῶνδ’ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,

  ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·

  σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.

  Χο. εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον

   820 ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,

  λέγ’· εἰ δὲ πάντ’ εἴρηκας, ἡμῖν αὖ χάριν

  δὸς ἣν πρὶν ᾐτούμεσθα· μέμνησαι δέ που.

  Πρ. τὸ πᾶν πορείας ἥδε τέρμ’ ἀκήκοεν.

  ὅπως δ’ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,

   825 ἃ πρὶν μολεῖν δεῦρ’ ἐκμεμόχθηκεν φράσω,

  τεκμήριον τοῦτ’ αὐτὸ δοὺς μύθων ἐμῶν.

  ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,

  πρὸς αὐτὸ δ’ εἶμι τέρμα σῶν πλανημάτων.

  ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,

   830 τὴν αἰπύνωτόν τ’ ἀμφὶ Δωδώνην, ἵνα

  μαντεῖα θᾶκός τ’ ἐστὶ Θεσπρωτοῦ Διός,

  τέρας τ’ ἄπιστον, αἱ προσήγοροι δρύες,

  ὑφ’ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως

  προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ

   835 μέλλουσ’ ἔσεσθαι· τῶνδε προσσαίνει σέ τι;

  ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν

  κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,

  ἀφ’ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·

  χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,

   840 σαφῶς ἐπίστασ’, Ἰόνιος κεκλήσεται,

  τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.

  σημεῖά σοι τάδ’ ἐστὶ τῆς ἐμῆς φρενός,

  ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.

  τὰ λοιπὰ δ’ ὑμῖν τῇδέ τ’ ἐς κοινὸν φράσω,

   845 ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.

  ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,

  Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·

  ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα

  ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.

   850 ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων

  τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται

  ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·

  πέμπτη δ’ ἀπ’ αὐτοῦ γέννα πεντηκοντάπαις

  πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ’ ἐλεύσεται

   855 θηλύσπορος, φεύγουσα συγγενῆ γάμον

  ἀνεψιῶν· οἱ δ’ ἐπτοημένοι φρένας,

  κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,

  ἥξουσι θηρεύοντες οὐ θηρασίμους

  γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·

   860 Πελασγία δὲ δέξεται θηλυκτόνῳ

  Ἄρει δαμέντων νυκτιφρουρήτῳ θράσει·

  γυνὴ γὰρ ἄνδρ’ ἕκαστον αἰῶνος στερεῖ,

  δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·

  τοιάδ’ ἐπ’ ἐχθροὺς ἐμοὺς ἔλθοι Κύπρις.

   865 μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ

  κτεῖναι σύνευνον, ἀλλ’ ἀπαμβλυνθήσεται

  γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,

  κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·

  αὕτη κατ’ Ἄργος βασιλικὸν τέξει γένος.

   870 μακροῦ λόγου δεῖ ταῦτ’ ἐπεξελθεῖν τορῶς.

  σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς

  τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ’ ἐμὲ

  λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς

  μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·

   875 ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου

  εἰπεῖν, σύ τ’ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.

  Ιω. ἐλελεῦ, ἐλελεῦ,

  ὑπό μ’ αὖ σφάκελος καὶ φρενοπληγεῖς

  μανίαι θάλπουσ’, οἴστρου δ’ ἄρδις

   880 χρίει μ’ ἄπυρος·

  κραδία δὲ φόβῳ φρένα λακτίζει,

  τροχοδινεῖται δ’ ὄμμαθ’ ἑλίγδην,

  ἔξω δὲ δρόμου φέρομαι λύσσης

  πνεύματι μάργῳ, γλώσσης ἀκρατής·

   885 θολεροὶ δὲ λόγοι παίουσ’ εἰκῇ

  στυγνῆς πρὸς κύμασιν ἄτης.

&nbs
p; Χο. ἦ σοφὸς ἦ σοφὸς ἦν   [στρ. α.

  ὃς πρῶτος ἐν γνώμᾳ τόδ’ ἐβάστασε καὶ γλώσ-

  σᾳ διεμυθολόγησεν,

   890 ὡς τὸ κηδεῦσαι καθ’ ἑαυτὸν ἀριστεύει μακρῷ,

  καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων

  μήτε τῶν γέννᾳ μεγαλυνομένων

  ὄντα χερνήταν ἐραστεῦσαι γάμων.

  μήποτε μήποτέ μ’, ὦ   [ἀντ. α.

   895 Μοῖραι ‹μακραίωνες›, λεχέων Διὸς εὐνά-

  τειραν ἴδοισθε πέλουσαν·

  μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.

  ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν

  εἰσορῶσ’ Ἰοῦς ἀμαλαπτομέναν

   900 δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.

  ἐμοὶ δ’ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,   [ἐπῳδ.

  ἄφοβος· ὃν δὲ δέδια, μὴ

  κρεισσόνων [θεῶν] ἔρως ἄφυκτον

  ὄμμα προσδράκοι με.

  ἀπόλεμος ὅδε γ’ ὁ πόλεμος, ἄπορα πόριμος· οὐδ’

   905 ἔχω τίς ἂν γενοίμαν·

  τὰν Διὸς γὰρ οὐχ ὁρῶ

  μῆτιν ὅπα φύγοιμ’ ἄν.

  Πρ. ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδη φρονῶν,

  ἔσται ταπεινός, οἷον ἐξαρτύεται

  γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος

   910 θρόνων τ’ ἄιστον ἐκβαλεῖ· πατρὸς δ’ ἀρὰ

  Κρόνου τότ’ ἤδη παντελῶς κρανθήσεται,

  ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.

  τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν

  δύναιτ’ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.

   915 ἐγὼ τάδ’ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτα νῦν

  θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις

  πιστός, τινάσσων τ’ ἐν χεροῖν πύρπνουν βέλος.

 

‹ Prev