by Sophocles
πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,
1170 τάφον περιστελοῦντε δυστήνου νεκροῦ.
Ὦ παῖ, πρόσελθε δεῦρο, καὶ σταθεὶς πέλας
ἱκέτης ἔφαψαι πατρὸς ὅς σ’ ἐγείνατο.
Θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
1175 ἱκτήριον θησαυρόν. Εἰ δέ τις στρατοῦ
βίᾳ σ’ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
γένους ἅπαντος ῥίζαν ἐξημημένος,
αὕτως ὅπωσπερ τόνδ’ ἐγὼ τέμνω πλόκον.
1180 Ἔχ’ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε
κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.
Ὑμεῖς τε μὴ γυναῖκες ἀντ’ ἀνδρῶν πέλας
παρέστατ’, ἀλλ’ ἀρήγετ’ ἔστ’ ἐγὼ μόλω
τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ.
1185 ΧΟ. Τίς ἄρα νέατος ἐς πότε λή- Str. 1 .
ξει πολυπλάγκτων ἐτέων ἀριθμός,
τὰν ἄπαυστον αἰὲν ἐμοὶ
δορυσσοήτων μόχθων ἄταν ἐπάγων
1190 ἀν τὰν εὐρώδη Τροΐαν,
δύστανον ὄνειδος Ἑλλάνων;
Ὄφελε πρότερον αἰθέρα δῦ- Ant. 1 .
ναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
κεῖνος ἁνὴρ, ὃς στυγερῶν
1195 ἔδειξεν ὅπλων Ἕλλασιν κοινὸν Ἄρη.
Ὢ πόνοι πρόγονοι πόνων·
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
Ἐκεῖνος οὐ στεφάνων οὔτε βαθειᾶν Str. 2 .
1200 κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν
οὔτε γλυκὺν αὐλῶν ὄτοβον, δύσμορος,
οὔτ’ ἐννυχίαν τέρψιν ἰαύειν·
1205 ἐρώτων δ’ ἐρώτων ἀνέπαυσεν ὤ-
μοι. Κεῖμαι δ’ ἀμέριμνος οὕ-
τως, ἀεὶ πυκιναῖς δρόσοις
τεγγόμενος κόμας,
1210 λυγρᾶς μνήματα Τροίας.
Καὶ πρὶν μὲν ἐννυχίου δείματος ἦν μοι Ant. 2 .
προβολὰ καὶ βελέων θούριος Αἴας·
νῦν δ’ οὗτος ἀνεῖται στυγερῷ δαίμονι.
1215 Τίς μοι, τίς ἔτ’ οὖν τέρψις ἐπέσται;
Γενοίμαν ἵν’ ὑλᾶεν ἔπεστι πόν-
του πρόβλημ’ ἁλίκλυστον, ἄ-
1220 κραν ὑπὸ πλάκα Σουνίου,
τὰς ἱερὰς ὅπως
προσείποιμεν Ἀθάνας.
ΤΕΥ. Καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
Ἀγαμέμνον’ ἡμῖν δεῦρο τόνδ’ ὁρμώμενον·
1225 δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
ΑΓΑΜΕΜΝΩΝ
Σὲ δὴ τὰ δεινὰ ῥήματ’ ἀγγέλλουσί μοι
τλῆναι καθ’ ἡμῶν ὧδ’ ἀνοιμωκτεὶ χανεῖν·
σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω.
Ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
1230 ὑψήλ’ ἐκόμπεις κἀπ’ ἄκρων ὡδοιπόρεις,
ὅτ’ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω,
ἀλλ’ αὐτὸς ἄρχων, ὡς σὺ φῄς, Αἴας ἔπλει.
1235 Ταῦτ’ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
Ποίου κέκραγας ἀνδρὸς ὧδ’ ὑπέρφρονα;
ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
Οὐκ ἆρ’ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
Πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
1240 ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,
εἰ πανταχοῦ φανούμεθ’ ἐκ Τεύκρου κακοί,
κοὐκ ἀρκέσει ποθ’ ὑμὶν οὐδ’ ἡσσημένοις
εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
ἀλλ’ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
1245 ἢ σὺν δόλῳ κεντήσεθ’ οἱ λελειμμένοι.
Ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
κατάστασις γένοιτ’ ἂν οὐδενὸς νόμου,
εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
1250 Ἀλλ’ εἰρκτέον τάδ’ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς
οὐδ’ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
ἀλλ’ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
Μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
1255 Καὶ σοὶ προσέρπον τοῦτ’ ἐγὼ τὸ φάρμακον
ὁρῶ τάχ’, εἰ μὴ νοῦν κατακτήσῃ τινά·
ὃς ἀνδρὸς οὐκέτ’ ὄντος, ἀλλ’ ἤδη σκιᾶς,
θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
Οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
1260 ἄλλον τιν’ ἄξεις ἄνδρα δεῦρ’ ἐλεύθερον,
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
Σοῦ γὰρ λέγοντος οὐκέτ’ ἂν μάθοιμ’ ἐγώ·
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
ΧΟ. Εἴθ’ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
1265 τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
ΤΕΥ. Φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
χάρις διαρρεῖ καὶ προδοῦσ’ ἁλίσκεται,
εἰ σοῦ γ’ ὅδ’ ἁνὴρ οὐδ’ ἐπὶ σμικρῶν λόγων,
Αἴας, ἔτ’ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
1270 τὴν σὴν προτείνων προὔκαμες ψυχὴν δορί·
ἀλλ’ οἴχεται δὴ πάντα ταῦτ’ ἐρριμμένα.
Ὦ πολλὰ λέξας ἄρτι κἀνόητ’ ἔπη,
οὐ μνημονεύεις οὐκέτ’ οὐδέν, ἡνίκα
ἑρκέων ποθ’ ὑμᾶς οὗ�
�ος ἐγκεκλῃμένους,
1275 ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς
ἐρρύσατ’ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
1280 Τίς ταῦτ’ ἀπεῖρξεν; οὐχ ὅδ’ ἦν ὁ δρῶν τάδε,
ὃν οὐδαμοῦ φῂς οὗ σὺ μή, βῆναι ποδί;
Ἆρ’ ὑμὶν οὗτος ταῦτ’ ἔδρασεν ἔνδικα;
χὤτ’ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου,
λαχών τε κἀκέλευστος, ἦλθ’ ἐναντίος,
1285 οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθεὶς
ὑγρᾶς ἀρούρας βῶλον, ἀλλ’ ὃς εὐλόφου
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
Ὅδ’ ἦν ὁ πράσσων ταῦτα, σὺν δ’ ἐγὼ παρὼν
ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
1290 Δύστηνε, ποῖ βλέπων ποτ’ αὐτὰ καὶ θροεῖς;
Οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προὔφυ πατὴρ
ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
Ἀτρέα δ’, ὃς αὖ σ’ ἔσπειρε, δυσσεβέστατον
προθέντ’ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
1295 Αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ’ ᾗ
λαβὼν ἐπακτὸν ἄνδρ’ ὁ φιτύσας πατὴρ
ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
Τοιοῦτος ὢν τοιῷδ’ ὀνειδίζεις σποράν;
ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
1300 ὅστις στρατοῦ τὰ πρῶτ’ ἀριστεύσας ἐμὴν
ἴσχει ξύνευνον μητέρ’, ἣ φύσει μὲν ἦν
βασίλεια, Λαομέδοντος, ἔκκριτον δέ νιν
δώρημα κείνῳ ‘δωκεν Ἀλκμήνης γόνος.
Ἆρ’ ὧδ’ ἄριστος ἐξ ἀριστέοιν δυοῖν
1305 βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
οὓς νῦν σὺ τοιοῖσδ’ ἐν πόνοισι κειμένους
ὠθεῖς ἀθάπτους, οὐδ’ ἐπαισχύνῃ λέγων;
Εὖ νυν τόδ’ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους·
1310 ἐπεὶ καλόν μοι τοῦδ’ ὑπερπονουμένῳ
θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
γυναικός, ἢ τοῦ σοῦ ξυναίμονος λέγω.
Πρὸς ταῦθ’ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
ὡς εἴ με πημανεῖς τι, βουλήσῃ ποτὲ
1315 καὶ δειλὸς εἶναι μᾶλλον ἢ ‘ν ἐμοὶ θρασύς.
ΧΟ. Ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθ’ ἐληλυθώς,
εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
ΟΔΥΣΣΕΥΣ
Τί δ’ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
βοὴν Ἀτρειδῶν τῷδ’ ἐπ’ ἀλκίμῳ νεκρῷ.
1320 ΑΓ. Οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
ἄναξ Ὀδυσσεῦ, τοῦδ’ ὑπ’ ἀνδρὸς ἀρτίως;
ΟΔ. Ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
ΑΓ. Ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.
1325 ΟΔ. Τί γάρ σ’ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
ΑΓ. Οὔ φησ’ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
ΟΔ. Ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
1330 ΑΓ. Εἴπ’· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
φίλον σ’ ἐγὼ μέγιστον Ἀργείων νέμω.
ΟΔ. Ἄκουέ νυν. Τὸν ἄνδρα τόνδε πρὸς θεῶν
μὴ τλῇς ἄθαπτον ὧδ’ ἀναλγήτως βαλεῖν·
μηδ’ ἡ βία σε μηδαμῶς νικησάτω
1335 τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
Κἀμοὶ γὰρ ἦν ποθ’ οὗτος ἔχθιστος στρατοῦ,
ἐξ οὗ ‘κράτησα τῶν Ἀχιλλείων ὅπλων·
ἀλλ’ αὐτὸν ἔμπας ὄντ’ ἐγὼ τοιόνδ’ ἐμοὶ
οὐκ ἀντατιμάσαιμ’ ἄν, ὥστε μὴ λέγειν
1340 ἕν’ ἄνδρ’ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
Ὥστ’ οὐκ ἂν ἐνδίκως γ’ ἀτιμάζοιτό σοι·
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
φθείροις ἄν. Ἄνδρα δ’ οὐ δίκαιον, εἰ θάνοι,
1345 βλάπτειν τὸν ἐσθλόν, οὐδ’ ἐὰν μισῶν κυρῇς.
ΑΓ. Σὺ ταῦτ’, Ὀδυσσεῦ, τοῦδ’ ὑπερμαχεῖς ἐμοί;
ΟΔ. Ἔγωγ’· ἐμίσουν δ’, ἡνίκ’ ἦν μισεῖν καλόν.
ΑΓ. Οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
ΟΔ. Μὴ χαῖρ’, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
1350 ΑΓ. Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
ΟΔ. Ἀλλ’ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
ΑΓ. Κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
ΟΔ. Παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
ΑΓ. Μέμνησ’ ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
1355 ΟΔ. Ὅδ’ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ’ ἦν.
ΑΓ. Τί ποτε ποήσεις; ἐχθρὸν ὧδ’ αἰδῇ νέκυν;
ΟΔ. Νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
ΑΓ. Τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
ΟΔ. Ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
1360 ΑΓ. Τοιούσδ’ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
ΟΔ. Σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
ΑΓ. Ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς;
ΟΔ. Ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
ΑΓ. Ἄνωγας οὖν με τὸν νεκρὸν θάπτε
ιν ἐᾶν;
1365 ΟΔ. Ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδ’ ἵξομαι.
ΑΓ. Ἦ πάνθ’ ὅμοια· πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
ΟΔ. Τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ‘μαυτῷ πονεῖν;
ΑΓ. Σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
ΟΔ. Ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ’ ἔσῃ.
1370 ΑΓ. Ἀλλ’ εὖ γε μέντοι τοῦτ’ ἐπίστασ’, ὡς ἐγὼ
σοὶ μὲν νέμοιμ’ ἂν τῆσδε καὶ μείζω χάριν,
οὗτος δὲ κἀκεῖ κἀνθάδ’ ὢν ἔμοιγ’ ὁμῶς
ἔχθιστος ἔσται. Σοὶ δὲ δρᾶν ἔξεσθ’ ἃ χρή.
ΧΟ. Ὅστις σ’, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
1375 φῦναι τοιοῦτον ὄντα, μῶρός ἐστ’ ἀνήρ.
ΟΔ. Καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ’ ἀγγέλλομαι,
ὅσον τότ’ ἐχθρὸς ἦ, τοσόνδ’ εἶναι φίλος·
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω
καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
1380 χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
ΤΕΥ. Ἄριστ’ Ὀδυσσεῦ, πάντ’ ἔχω σ’ ἐπαινέσαι
λόγοισι, καί μ’ ἔψευσας ἐλπίδος πολύ.
Τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
μόνος παρέστης χερσίν, οὐδ’ ἔτλης παρὼν
1385 θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν
αὐτός τε χὠ ξύναιμος ἠθελησάτην