Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 45
Delphi Complete Works of Sophocles Page 45

by Sophocles


  Καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω

  ἀστοῖσι παίδων τῶν ἀπ’ Οἰδίπου πέρι·

  Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν

   195 ὄλωλε τῆσδε, πάντ’ ἀριστεύσας δορί,

  τάφῳ τε κρύψαι καὶ τὰ πάντ’ ἀφαγνίσαι

  ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς·

  τὸν δ’ αὖ ξύναιμον τοῦδε, Πολυνείκην λέγω,

  ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

   200 φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ

  πρῆσαι κατάκρας, ἠθέλησε δ’ αἵματος

  κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,

  τοῦτον πόλει τῇδ’ ἐκκεκήρυκται τάφῳ

  μήτε κτερίζειν μήτε κωκῦσαί τινα,

   205 ἐᾶν δ’ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας

  καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ’ ἰδεῖν.

  Τοιόνδ’ ἐμὸν φρόνημα, κοὔποτ’ ἔκ γ’ ἐμοῦ

  τιμὴν προέξουσ’ οἱ κακοὶ τῶν ἐνδίκων.

  Ἀλλ’ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν

   210 καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.

  ΧΟ. Σοὶ ταῦτ’ ἀρέσκει, παῖ Μενοικέως, ‹παθεῖν›,

  τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει·

  νόμῳ δὲ χρῆσθαι παντί πού γ’ ἔνεστί σοι

  καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.

   215 ΚΡ. Ὡς ἂν σκοποὶ νῦν ἦτε τῶν εἰρημένων -

  ΧΟ. Νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.

  ΚΡ. Ἀλλ’ εἴσ’ ἑτοῖμοι τοῦ νεκροῦ γ’ ἐπίσκοποι.

  ΧΟ. Τί δῆτ’ ἂν ἄλλο τοῦτ’ ἐπεντέλλοις ἔτι;

  ΚΡ. Τὸ μὴ ‘πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.

   220 ΧΟ. Οὐκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.

  ΚΡ. Καὶ μὴν ὁ μισθός γ’ οὗτος· ἀλλ’ ὑπ’ ἐλπίδων

  ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.

  ΦΥΛΑΞ

  Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο

  δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.

   225 Πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,

  ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·

  ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·

  “Τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;

  τλήμων, μενεῖς αὖ; κεἰ τάδ’ εἴσεται Κρέων

   230 ἄλλου παρ’ ἀνδρός, πῶς σὺ δῆτ’ οὐκ ἀλγυνῇ;”

  Τοιαῦθ’ ἑλίσσων ἤνυτον σχολῇ ταχύς,

  χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.

  Τέλος γε μέντοι δεῦρ’ ἐνίκησεν μολεῖν

  σοί, κεἰ τὸ μηδὲν ἐξερῶ, - φράσω δ’ ὅμως.

   235 Τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,

  τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.

  ΚΡ. Τί δ’ ἐστὶν ἀνθ’ οὗ τήνδ’ ἔχεις ἀθυμίαν;

  ΦΥ. Φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ

  πρᾶγμ’ οὔτ’ ἔδρασ’ οὔτ’ εἶδον ὅστις ἦν ὁ δρῶν,

   240 οὐδ’ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.

  ΚΡ. Εὖ γε στοχάζῃ κἀποφράγνυσαι κύκλῳ

  τὸ πρᾶγμα· δηλοῖς δ’ ὥς τι σημαίνων νέον.

  ΦΥ. Τὰ δεινὰ γάρ τοι προστίθησ’ ὄκνον πολύν.

  ΚΡ. Οὔκουν ἐρεῖς ποτ’, εἶτ’ ἀπαλλαχθεὶς ἄπει;

   245 ΦΥ. Καὶ δὴ λέγω σοι· τὸν νεκρόν τις ἀρτίως

  θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν

  κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή.

  ΚΡ. Τί φῄς; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;

  ΦΥ. Οὐκ οἶδ’· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν

   250 πλῆγμ’, οὐ δικέλλης ἐκβολή· στύφλος δὲ γῆ

  καὶ χέρσος, ἀρρὼξ οὐδ’ ἐπημαξευμένη

  τροχοῖσιν, ἀλλ’ ἄσημος οὑργάτης τις ἦν.

  Ὅπως δ’ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος

  δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν·

   255 ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,

  λεπτὴ δ’ ἄγος φεύγοντος ὣς ἐπῆν κόνις.

  Σημεῖα δ’ οὔτε θηρὸς οὔτε του κυνῶν

  ἐλθόντος, οὐ σπάσαντος, ἐξεφαίνετο.

  Λόγοι δ’ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,

   260 φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο

  πληγὴ τελευτῶσ’, οὐδ’ ὁ κωλύσων παρῆν.

  Εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,

  κοὐδεὶς ἐναργής, ἀλλ’ ἔφευγε μὴ εἰδέναι.

  Ἦμεν δ’ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν,

   265 καὶ πῦρ διέρπειν, καὶ θεοὺς ὁρκωμοτεῖν

  τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι

  τὸ πρᾶγμα βουλεύσαντι μήτ’ εἰργασμένῳ.

  Τέλος δ’ ὅτ’ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,

  λέγει τις εἷς ὃς πάντας ἐς πέδον κάρα

   270 νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν

  οὔτ’ ἀντιφωνεῖν οὔθ’ ὅπως δρῶντες καλῶς

  πράξαιμεν. Ἦν δ’ ὁ μῦθος ὡς ἀνοιστέον

  σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.

  Καὶ ταῦτ’ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα

   275 πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.

  Πάρειμι δ’ ἄκων οὐχ ἑκοῦσιν, οἶδ’ ὅτι·

  στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.

  ΧΟ. Ἄναξ, ἐμοί τοι μή τι καὶ θεήλατον

  τοὔργον τόδ’ ἡ ξύννοια βουλεύει πάλαι.

   280 ΚΡ. Παῦσαι, πρὶν ὀργῆς κἀμὲ μεστῶσαι λέγων,

  μὴ ‘φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.

  Λέγεις γὰρ οὐκ ἀνεκτά, δαίμονας λέγων
<
br />   πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.

  Πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην

   285 ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας

  ναοὺς πυρώσων ἦλθε κἀναθήματα

  καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;

  ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;

  Οὐκ ἔστιν· ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως

   290 ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,

  κρυφῇ κάρα σείοντες, οὐδ’ ὑπὸ ζυγῷ

  λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.

  Ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς

  παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.

   295 Οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος

  κακὸν νόμισμ’ ἔβλαστε· τοῦτο καὶ πόλεις

  πορθεῖ, τόδ’ ἄνδρας ἐξανίστησιν δόμων,

  τόδ’ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας

  χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ’ ἵστασθαι βροτῶν

   300 πανουργίας δ’ ἔδειξεν ἀνθρώποις ἔχειν

  καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.

  Ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,

  χρόνῳ ποτ’ ἐξέπραξαν ὡς δοῦναι δίκην.

  Ἀλλ’, εἴπερ ἴσχει Ζεὺς ἔτ’ ἐξ ἐμοῦ σέβας,

   305 εὖ τοῦτ’ ἐπίστασ’, ὅρκιος δέ σοι λέγω,

  εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου

  εὑρόντες ἐκφανεῖτ’ ἐς ὀφθαλμοὺς ἐμούς,

  οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν

  ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ’ ὕβριν,

   310 ἵν’ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον

  τὸ λοιπὸν ἁρπάζητε καὶ μάθηθ’ ὅτι

  οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.

  Ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας

  ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.

   315 ΦΥ. Εἰπεῖν δὲ δώσεις, ἢ στραφεὶς οὕτως ἴω;

  ΚΡ. Οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;

  ΦΥ. Ἐν τοῖσιν ὠσὶν ἢ ‘πὶ τῇ ψυχῇ δάκνῃ;

  ΚΡ. Τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;

  ΦΥ. Ὁ δρῶν σ’ ἀνιᾷ τὰς φρένας, τὰ δ’ ὦτ’ ἐγώ.

   320 ΚΡ. Οἴμ’, ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.

  ΦΥ. Οὔκουν τό γ’ ἔργον τοῦτο ποιήσας ποτέ.

  ΚΡ. Καὶ ταῦτ’ ἐπ’ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.

  ΦΥ. Φεῦ·

  ἦ δεινὸν ᾧ δοκεῖ γε καὶ ψευδῆ δοκεῖν.

  ΚΡ. Κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ

   325 φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ’ ὅτι

  τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.

  ΦΥ. Ἀλλ’ εὑρεθείη μὲν μάλιστ’· ἐὰν δέ τοι

  ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,

  οὐκ ἔσθ’ ὅπως ὄψει σὺ δεῦρ’ ἐλθόντα με.

   330 Καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ’ ἐμῆς

  σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.

  ΧΟ. Πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει·          Str. 1 .

  τοῦτο καὶ πολιοῦ πέραν

   335 πόντου χειμερίῳ νότῳ

  χωρεῖ, περιβρυχίοισιν

  περῶν ὑπ’ οἴδμασιν, θεῶν τε τὰν ὑπερτάταν, Γᾶν

  ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται,

   340 ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος,

  ἱππείῳ γένει πολεύων.

  Κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει,          Ant. 1 .

  καὶ θηρῶν ἀγρίων ἔθνη

   345 πόντου τ’ εἰναλίαν φύσιν

  σπείραισι δικτυοκλώστοις

  περιφραδὴς ἀνήρ· κρατεῖ δὲ μηχαναῖς ἀγραύλου

   350 θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ’

  ἵππον ‹ὑπ›άξεται ἀμφίλοφον ζυγὸν

  οὔρειόν τ’ ἀκμῆτα ταῦρον.

  Καὶ φθέγμα καὶ ἀνεμόεν     Str. 2 .

  φρόνημα καὶ ἀστυνόμους

   355 ὀργὰς ἐδιδάξατο, καὶ δυσαύλων

  πάγων ‹ἐν›αίθρεια καὶ

  δύσομβρα φεύγειν βέλη

   360 παντοπόρος· ἄπορος ἐπ’ οὐδὲν ἔρχεται

  τὸ μέλλον· Ἅιδα μόνον

  φεῦξιν οὐκ ἐπάξεται, νόσων δ’ ἀμηχάνων φυγὰς

  ξυμπέφρασται.

  Σοφόν τι τὸ μηχανόεν           Ant. 2 .

   365 τέχνας ὑπὲρ ἐλπίδ’ ἔχων,

  τοτὲ μὲν κακόν, ἄλλοτ’ ἐπ’ ἐσθλὸν ἕρπει,

  νόμους παρείρων χθονὸς

  θεῶν τ’ ἔνορκον δίκαν

   370 ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν

  ξύνεστι τόλμας χάριν·

  μήτ’ ἐμοὶ παρέστιος γένοιτο μήτ’ ἴσον φρονῶν

   375 ὃς τάδ’ ἔρδοι.

  Ἐς δαιμόνιον τέρας ἀμφινοῶ

  τόδε· πῶς εἰδὼς ἀντιλογήσω

  τήνδ’ οὐκ εἶναι παῖδ’ Ἀντιγόνην;

  Ὦ δύστηνος καὶ δυστήνου

   380 πατρὸς Οἰδιπόδα,

  τί ποτ’; οὐ δή που σέ γ’ ἀπιστοῦσαν

  τοῖς βασιλείοισ‹ιν› ἄγουσι νόμοις

  καὶ ἐν ἀφροσύνῃ καθελόντες;

  ΦΥ. Ἥδ’ ἔστ’ ἐκείνη τοὔργον ἡ ‘ξειργασμένη·

   385 τήνδ’ εἵλομεν θάπτουσαν· ἀλλὰ ποῦ Κρέων;

  ΧΟ. Ὅδ’ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.

  ΚΡ. Τί δ’ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;

  ΦΥ. Ἄναξ, βροτοῖσιν οὐδέν ἐστ’ ἀπώμοτον·

  ψεύδει γὰρ ἡ ‘πίνοια τὴν γνώμην· ἐπεὶ

   390 σχολῇ ποθ’ ἥξειν δεῦρ�
�� ἂν ἐξηύχουν ἐγὼ

  ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε.

  Ἀλλ’, ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ

  ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,

  ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος,

   395 κόρην ἄγων τήνδ’, ἣ καθευρέθη τάφον

  κοσμοῦσα. Κλῆρος ἐνθάδ’ οὐκ ἐπάλλετο,

  ἀλλ’ ἔστ’ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.

  Καὶ νῦν, ἄναξ, τήνδ’ αὐτὸς ὡς θέλεις λαβὼν

  καὶ κρῖνε κἀξέλεγχ’· ἐγὼ δ’ ἐλεύθερος

   400 δίκαιός εἰμι τῶνδ’ ἀπηλλάχθαι κακῶν.

  ΚΡ. Ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;

  ΦΥ. Αὕτη τὸν ἄνδρ’ ἔθαπτε· πάντ’ ἐπίστασαι.

  ΚΡ. Ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;

  ΦΥ. Ταύτην γ’ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν

   405 ἀπεῖπας. Ἆρ’ ἔνδηλα καὶ σαφῆ λέγω;

  ΚΡ. Καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;

  ΦΥ. Τοιοῦτον ἦν τὸ πρᾶγμ’· ὅπως γὰρ ἥκομεν

  πρὸς σοῦ τὰ δείν’ ἐκεῖν’ ἐπηπειλημένοι,

  πᾶσαν κόνιν σήραντες ἣ κατεῖχε τὸν

   410 νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ,

  καθήμεθ’ ἄκρων ἐκ πάγων ὑπήνεμοι,

  ὀσμὴν ἀπ’ αὐτοῦ μὴ βάλῃ πεφευγότες,

  ἐγερτὶ κινῶν ἄνδρ’ ἀνὴρ ἐπιρρόθοις

 

‹ Prev