by Sophocles
230 Εἰ δ’ αὖ τις ἄλλον οἶδεν ἢ ‘ξ ἄλλης χθονὸς
τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος τελῶ ‘γὼ χἠ χάρις προσκείσεται.
Εἰ δ’ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
235 ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
Τὸν ἄνδρ’ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδ’ ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω
μήτ’ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
μήτ’ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
240 κοινὸν ποιεῖσθαι, μήτε χέρνιβος νέμειν·
ὠθεῖν δ’ ἀπ’ οἴκων πάντας, ὡς μιάσματος
τοῦδ’ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
Ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι
245 τῷ τ’ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·
κατεύχομαι δὲ τὸν δεδρακότ’, εἴτε τις
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·
ἐπεύχομαι δ’, οἴκοισιν εἰ ξυνέστιος
250 ἐν τοῖς ἐμοῖς γένοιτ’ ἐμοῦ ξυνειδότος,
παθεῖν ἅπερ τοῖσδ’ ἀρτίως ἠρασάμην.
Ὑμῖν δὲ ταῦτα πάντ’ ἐπισκήπτω τελεῖν,
ὑπέρ τ’ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
γῆς ὧδ’ ἀκάρπως κἀθέως ἐφθαρμένης.”
255 Οὐδ’ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
ἀνδρός γ’ ἀρίστου βασιλέως ὀλωλότος,
ἀλλ’ ἐξερευνᾶν· νῦν δ’ ἐπεὶ κυρῶ τ’ ἐγὼ
ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
260 ἔχων δὲ λέκτρα καὶ γυναῖχ’ ὁμόσπορον
κοινῶν τε παίδων κοίν’ ἄν, εἰ κείνῳ γένος
μὴ ‘δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα -
νῦν δ’ ἐς τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη·
ἀνθ’ ὧν ἐγὼ τάδ’, ὡσπερεὶ τοὐμοῦ πατρός,
265 ὑπερμαχοῦμαι, κἀπὶ πάντ’ ἀφίξομαι,
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ’ Ἀγήνορος·
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270 μήτ’ ἀροτὸν αὐτοῖς γῆς ἀνιέναι τινά,
μήτ’ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ’ ἐχθίονι.
Ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις ὅσοις
τάδ’ ἔστ’ ἀρέσκονθ’ ἥ τε σύμμαχος Δίκη
275 χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
ΧΟ. Ὥσπερ μ’ ἀραῖον ἔλαβες, ὧδ’, ἄναξ, ἐρῶ·
οὔτ’ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ’ ἔχω
δεῖξαι. Τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
Φοίβου τόδ’ εἰπεῖν, ὅστις εἴργασταί ποτε.
280 ΟΙ. Δίκαι’ ἔλεξας· ἀλλ’ ἀναγκάσαι θεοὺς
ἃν μὴ θέλωσιν οὐδ’ ἂν εἷς δύναιτ’ ἀνήρ.
ΧΟ. Τὰ δεύτερ’ ἐκ τῶνδ’ ἂν λέγοιμ’ ἅ μοι δοκεῖ.
ΟΙ. Εἰ καὶ τρίτ’ ἔστι, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
ΧΟ. Ἄνακτ’ ἄνακτι ταὔθ’ ὁρῶντ’ ἐπίσταμαι
285 μάλιστα Φοίβῳ Τειρεσίαν, παρ’ οὗ τις ἂν
σκοπῶν τάδ’, ὦναξ, ἐκμάθοι σαφέστατα.
ΟΙ. Ἀλλ’ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ’ ἐπραξάμην·
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
πομπούς· πάλαι δὲ μὴ παρὼν θαυμάζεται.
290 ΧΟ. Καὶ μὴν τά γ’ ἄλλα κωφὰ καὶ παλαί’ ἔπη.
ΟΙ. Τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
ΧΟ. Θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
ΟΙ. Ἤκουσα κἀγώ· τὸν δ’ ἰδόντ’ οὐδεὶς ὁρᾷ.
ΧΟ. Ἀλλ’ εἴ τι μὲν δὴ δείματός γ’ ἔχει μέρος,
295 τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ’ ἀράς.
ΟΙ. Ὧι μή ‘στι δρῶντι τάρβος, οὐδ’ ἔπος φοβεῖ.
ΧΟ. Ἀλλ’ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ
τὸν θεῖον ἤδη μάντιν ὧδ’ ἄγουσιν, ᾧ
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
300 ΟΙ. Ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε
ἄρρητά τ’ οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ’ ὅμως
οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην
σωτῆρά τ’, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
305 Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.
310 Σὺ δ’ οὖν φθονήσας μήτ’ ἀπ’ οἰωνῶν φάτιν,
μήτ’ εἴ τιν’ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ’ ἐμέ,
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος·
ἐν σοὶ γάρ ἐσμεν· ἄνδρα δ’ ὠφελεῖν ἀφ’ ὧν
315 ἔχοι τε καὶ δύναιτο κάλλιστος πόνων.
ΤΕΙΡΕΣΙΑΣ
Φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς διώλεσ’· οὐ γὰρ ἂν δεῦρ’ ἱκόμην.
ΟΙ. Τί δ’ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.
320 ΤΕ. Ἄφες μ’ ἐς οἴκους· ῥᾷστα γὰ�
� τὸ σόν τε σὺ
κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.
ΟΙ. Οὔτ’ ἔννομ’ εἶπας οὔτε προσφιλῆ πόλει
τῇδ’ ἥ σ’ ἔθρεψε, τήνδ’ ἀποστερῶν φάτιν.
ΤΕ. Ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ’ ἰὸν
325 πρὸς καιρόν· ὡς οὖν μηδ’ ἐγὼ ταὐτὸν πάθω -
ΟΙ. Μή, πρὸς θεῶν, φρονῶν γ’ ἀποστραφῇς ἐπεὶ
πάντες σε προσκυνοῦμεν οἵδ’ ἱκτήριοι.
ΤΕ. Πάντες γὰρ οὐ φρονεῖτ’· ἐγὼ δ’ οὐ μή ποτε
τἄμ’, ὡς ἂν εἴπω μὴ τὰ σ’, ἐκφήνω κακά.
330 ΟΙ. Τί φῄς; ξυνειδὼς οὐ φράσεις, ἀλλ’ ἐννοεῖς
ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;
ΤΕ. Ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ· τί ταῦτ’
ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.
ΟΙ. Οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
335 φύσιν σύ γ’ ὀργάνειας, ἐξερεῖς ποτε,
ἀλλ’ ὧδ’ ἄτεγκτος κἀτελεύτητος φανῇ;
ΤΕ. Ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ’ ὁμοῦ
ναίουσαν οὐ κατεῖδες, ἀλλ’ ἐμὲ ψέγεις.
ΟΙ. Τίς γὰρ τοιαῦτ’ ἂν οὐκ ἂν ὀργίζοιτ’ ἔπη
340 κλύων ἃ νῦν σὺ τήνδ’ ἀτιμάζεις πόλιν;
ΤΕ. Ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
ΟΙ. Οὐκοῦν ἅ γ’ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
ΤΕ. Οὐκ ἂν πέρα φράσαιμι· πρὸς τάδ’, εἰ θέλεις,
θυμοῦ δι’ ὀργῆς ἥτις ἀγριωτάτη.
345 ΟΙ. Καὶ μὴν παρήσω γ’ οὐδέν, ὡς ὀργῆς ἔχω,
ἅπερ ξυνίημ’. Ἴσθι γὰρ δοκῶν ἐμοὶ
καὶ ξυμφυτεῦσαι τοὔργον, εἰργάσθαι θ’, ὅσον
μὴ χερσὶ καίνων· εἰ δ’ ἐτύγχανες βλέπων,
καὶ τοὔργον ἂν σοῦ τοῦτ’ ἔφην εἶναι μόνου.
350 ΤΕ. Ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι
ᾧπερ προεῖπας ἐμμένειν, κἀφ’ ἡμέρας
τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ’ ἐμέ,
ὡς ὄντι γῆς τῆσδ’ ἀνοσίῳ μιάστορι.
ΟΙ. Οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
355 τὸ ῥῆμα, καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
ΤΕ. Πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
ΟΙ. Πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.
ΤΕ. Πρὸς σοῦ· σὺ γάρ μ’ ἄκοντα προὐτρέψω λέγειν.
ΟΙ. Ποῖον λόγον; λέγ’ αὖθις, ὡς μᾶλλον μάθω.
360 ΤΕ. Οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ‘κπειρᾷ λέγειν;
ΟΙ. Οὐχ ὥστε γ’ εἰπεῖν γνωστόν· ἀλλ’ αὖθις φράσον.
ΤΕ. Φονέα σέ φημι τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
ΟΙ. Ἀλλ’ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
ΤΕ. Εἴπω τι δῆτα κἄλλ’, ἵν’ ὀργίζῃ πλέον;
365 ΟΙ. Ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.
ΤΕ. Λεληθέναι σέ φημι σὺν τοῖς φιλτάτοις
αἴσχισθ’ ὁμιλοῦντ’, οὐδ’ ὁρᾶν ἵν’ εἶ κακοῦ.
ΟΙ. Ἦ καὶ γεγηθὼς ταῦτ’ ἀεὶ λέξειν δοκεῖς;
ΤΕ. Εἴπερ τί γ’ ἔστι τῆς ἀληθείας σθένος.
370 ΟΙ. Ἀλλ’ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ’ οὐκ ἔστ’, ἐπεὶ
τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ.
ΤΕ. Σὺ δ’ ἄθλιός γε ταῦτ’ ὀνειδίζων ἃ σοὶ
οὐδεὶς ὃς οὐχὶ τῶνδ’ ὀνειδιεῖ τάχα.
ΟΙ. Μιᾶς τρέφῃ πρὸς νυκτός, ὥστε μήτ’ ἐμὲ
375 μήτ’ ἄλλον ὅστις φῶς ὁρᾷ βλάψαι ποτ’ ἄν.
ΤΕ. Οὐ γάρ με μοῖρα πρός γε σοῦ πεσεῖν, ἐπεὶ
ἱκανὸς Ἀπόλλων ᾧ τάδ’ ἐκπρᾶξαι μέλει.
ΟΙ. Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;
ΤΕ. Κρέων δέ σοι πῆμ’ οὐδέν, ἀλλ’ αὐτὸς σὺ σοί.
380 ΟΙ. Ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
ὑπερφέρουσα, τῷ πολυζήλῳ βίῳ
ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται,
εἰ τῆσδέ γ’ ἀρχῆς οὕνεχ’, ἣν ἐμοὶ πόλις
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
385 ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,
λάθρᾳ μ’ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
μόνον δέδορκε, τὴν τέχνην δ’ ἔφυ τυφλός.
390 Ἐπεί, φέρ’ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
πῶς οὐχ, ὅθ’ ἡ ῥαψῳδὸς ἐνθάδ’ ἦν κύων,
ηὔδας τι τοῖσδ’ ἀστοῖσιν ἐκλυτήριον;
Καίτοι τό γ’ αἴνιγμ’ οὐχὶ τοὐπιόντος ἦν
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
395 ἣν οὔτ’ ἀπ’ οἰωνῶν σὺ προὐφάνης ἔχων
οὔτ’ ἐκ θεῶν του γνωτόν· ἀλλ’ ἐγὼ μολών,
ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
γνώμῃ κυρήσας οὐδ’ ἀπ’ οἰωνῶν μαθών·
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
400 παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
Κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
ἁγηλατήσειν· εἰ δὲ μὴ ‘δόκεις γέρων
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
ΧΟ. Ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ’ ἔπη
405 ὀργῇ λελέχθαι καὶ τὰ σ’, Οἰδίπου, δοκεῖ.
Δεῖ δ’ οὐ τοιούτων, ἀλλ’ ὅπως τὰ τοῦ θεοῦ
μαντεῖ’ ἄριστα λύσομεν, τόδε σκοπεῖν.
ΤΕ. Εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
ἴσ’ ἀντιλέξα
ι· τοῦδε γὰρ κἀγὼ κρατῶ·
410 οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ,
ὥστ’ οὐ Κρέοντος προστάτου γεγράψομαι.
Λέγω δ’, ἐπειδὴ καὶ τυφλόν μ’ ὠνείδισας·
σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν’ εἶ κακοῦ,
οὐδ’ ἔνθα ναίεις, οὐδ’ ὅτων οἰκεῖς μέτα.
415 Ἆρ’ οἶσθ’ ἀφ’ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν
τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω.
Καί σ’ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
ἐλᾷ ποτ’ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
βλέποντα νῦν μὲν ὄρθ’, ἔπειτα δὲ σκότον.
420 Βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
ὅταν καταίσθῃ τὸν ὑμέναιον ὃν δόμοις
ἄνορμον εἰσέπλευσας εὐπλοίας τυχών;
Ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνῃ κακῶν
425 ἅ σ’ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
Πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
ΟΙ. Ἦ ταῦτα δῆτ’ ἀνεκτὰ πρὸς τούτου κλύειν;
430 Οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν