by Sophocles
ΚΡ. Ὅμαιμε, δεινά μ’ Οἰδίπους, ὁ σὸς πόσις,
640 δρᾶσαι δικαιοῖ, δυοῖν ἀποκρίνας κακοῖν,
ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
ΟΙ. Ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
ΚΡ. Μὴ νῦν ὀναίμην, ἀλλ’ ἀραῖος, εἴ σέ τι
645 δέδρακ’, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
ΙΟ. Ὢ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
μάλιστα μὲν τόνδ’ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θ’ οἳ πάρεισί σοι.
ΧΟ. Πιθοῦ θελήσας φρονήσας τ’, ἄναξ, λίσσομαι. Str.
ΟΙ. Τί σοι θέλεις δῆτ’ εἰκάθω;
ΧΟ. Τὸν οὔτε πρὶν νήπιον νῦν τ’ ἐν ὅρ-
κῳ μέγαν καταίδεσαι.
ΟΙ. Οἶσθ’ οὖν ἃ χρῄζεις;
655 ΧΟ. Οἶδα.
ΟΙ. Φράζε δὴ τί φῄς.
ΧΟ. Τὸν ἐναγῆ φίλον μήποτ’ ἐν αἰτίᾳ
σὺν ἀφανεῖ λόγῳ ‹σ’› ἄτιμον βαλεῖν.
ΟΙ. Εὖ νυν ἐπίστω, ταῦθ’ ὅταν ζητῇς, ἐμοὶ
ζητῶν ὄλεθρον ἢ φυγεῖν ἐκ τῆσδε γῆς.
660 ΧΟ. Οὐ τὸν πάντων θεῶν θεὸν πρόμον
Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν, φρόνησιν εἰ τάνδ’ ἔχω.
665 Ἀλλά μοι δυσμόρῳ γᾶ φθίνουσα τρύχει
ψυχάν, τάδ’ εἰ κακοῖς κακὰ
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.
ΟΙ. Ὁ δ’ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
670 ἢ γῆς ἄτιμον τῆσδ’ ἀπωσθῆναι βίᾳ·
τὸ γὰρ σόν, οὐ τὸ τοῦδ’, ἐποικτίρω στόμα
ἐλεινόν· οὗτος δ’ ἔνθ’ ἂν ᾖ στυγήσεται.
ΚΡ. Στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ’, ὅταν
θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
675 αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.
ΟΙ. Οὔκουν μ’ ἐάσεις κἀκτὸς εἶ;
ΚΡ. Πορεύσομαι,
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ’ ἴσος.
ΧΟ. Γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ’ ἔσω; Ant.
680 ΙΟ. Μαθοῦσά γ’ ἥτις ἡ τύχη.
ΧΟ. Δόκησις ἀγνὼς λόγων ἦλθε, δά-
πτει δὲ καὶ τὸ μὴ ‘νδικον.
ΙΟ. Ἀμφοῖν ἀπ’ αὐτοῖν;
ΧΟ. Ναίχι.
ΙΟ. Καὶ τίς ἦν λόγος;
685 ΧΟ. Ἅλις ἔμοιγ’ ἅλις, γᾶς προπονουμένας,
φαίνεται ἔνθ’ ἔληξεν, αὐτοῦ μένειν.
ΟΙ. Ὁρᾷς ἵν’ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
ΧΟ. Ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,
690 ἴσθι δὲ παραφρόνιμον ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι μ’ ἄν, εἴ σε νοσφίζομαι,
ὅς γ’ ἐμὰν γᾶν φίλαν ἐν πόνοις ἁλοῦσαν
695 ˉ ˉ κατ’ ὀρθὸν οὔρισας·
τανῦν δ’ εὔπομπος, εἰ δύνᾳ, γενοῦ.
ΙΟ. Πρὸς θεῶν δίδαξον κἄμ’, ἄναξ, ὅτου ποτὲ
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
700 ΟΙ. Ἐρῶ - σὲ γὰρ τῶνδ’ ἐς πλέον, γύναι, σέβω -
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
ΙΟ. Λέγ’, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
ΟΙ. Φονέα μέ φησι Λαΐου καθεστάναι.
ΙΟ. Αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
705 ΟΙ. Μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
τό γ’ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
ΙΟ. Σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
ἐμοῦ ‘πάκουσον καὶ μάθ’ οὕνεκ’ ἐστί σοι
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης·
710 φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα·
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ’, οὐκ ἐρῶ
Φοίβου γ’ ἀπ’ αὐτοῦ, τῶν δ’ ὑπηρετῶν ἄπο,
ὡς αὐτὸν ἥξοι μοῖρα πρὸς παιδὸς θανεῖν
ὅστις γένοιτ’ ἐμοῦ τε κἀκείνου πάρα.
715 Καὶ τὸν μέν, ὥσπερ γ’ ἡ φάτις, ξένοι ποτὲ
λῃσταὶ φονεύουσ’ ἐν τριπλαῖς ἁμαξιτοῖς·
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔρριψεν ἄλλων χερσὶν εἰς ἄβατον ὄρος.
720 Κἀνταῦθ’ Ἀπόλλων οὔτ’ ἐκεῖνον ἤνυσεν
φονέα γενέσθαι πατρός, οὔτε Λάϊον,
τὸ δεινὸν οὑφοβεῖτο, πρὸς παιδὸς θανεῖν.
Τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
725 χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
ΟΙ. Οἷόν μ’ ἀκούσαντ’ ἀτίως ἔχει, γύναι,
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
ΙΟ. Ποίας μερίμνης τοῦθ’ ὑποστραφεὶς λέγεις;
ΟΙ. Ἔδοξ’ ἀκοῦσαι σοῦ τόδ’, ὡς ὁ Λάϊος
730 κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
ΙΟ. Ηὐδᾶτο γὰρ ταῦτ’ οὐδέ πω λήξαντ’ ἔχει.
ΟΙ. Καὶ ποῦ ‘σθ’ ὁ χῶρος οὗτος, οὗ τόδ’ ἦν πάθος;
ΙΟ. Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ’ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
735 ΟΙ. Καὶ τίς χρόνος τοῖσδ’ ἐστὶν οὑξεληλυθώς;
ΙΟ. Σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ’ ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου, τοῦτ’ ἐκηρύχθη πόλει.
ΟΙ. Ὦ
Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
ΙΟ. Τί δ’ ἐστί σοι τοῦτ’, Οἰδίπους, ἐνθύμιον;
740 ΟΙ. Μήπω μ’ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν
τίν’ εἶχε φράζε, τίνα δ’ ἀκμὴν ἥβης ἔχων.
ΙΟ. Μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
ΟΙ. Οἴμοι τάλας· ἔοικ’ ἐμαυτὸν εἰς ἀρὰς
745 δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
ΙΟ. Πῶς φῄς; ὀκνῶ τοι πρὸς σ’ ἀποσκοποῦσ’, ἄναξ.
ΟΙ. Δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ.
Δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
ΙΟ. Καὶ μὴν ὀκνῶ μέν, ἃ δ’ ἂν ἔρῃ μαθοῦσ’ ἐρῶ.
750 ΟΙ. Πότερον ἐχώρει βαιός, ἢ πολλοὺς ἔχων
ἄνδρας λοχίτας, οἷ’ ἀνὴρ ἀρχηγέτης;
ΙΟ. Πέντ’ ἦσαν οἱ ξύμπαντες, ἐν δ’ αὐτοῖσιν ἦν
κῆρυξ· ἀπήνη δ’ ἦγε Λάϊον μία.
ΟΙ. Αἰαῖ, τάδ’ ἤδη διαφανῆ. Τίς ἦν ποτε
755 ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
ΙΟ. Οἰκεύς τις, ὅσπερ ἵκετ’ ἐκσωθεὶς μόνος.
ΟΙ. Ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
ΙΟ. Οὐ δῆτ’· ἀφ’ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
σέ τ’ εἶδ’ ἔχοντα Λάϊόν τ’ ὀλωλότα,
760 ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδ’ ἄποπτος ἄστεως.
Κἄπεμψ’ ἐγώ νιν· ἄξιος γὰρ οἷ’ ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
765 ΟΙ. Πῶς ἂν μόλοι δῆθ’ ἡμὶν ἐν τάχει πάλιν;
ΙΟ. Πάρεστιν. Ἀλλὰ πρὸς τί τοῦτ’ ἐφίεσαι;
ΟΙ. Δέδοικ’ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ’ ἄγαν
εἰρημέν’ ᾖ μοι, δι’ ἅ νιν εἰσιδεῖν θέλω.
ΙΟ. Ἀλλ’ ἵξεται μέν· ἀξία δέ που μαθεῖν
770 κἀγὼ τά γ’ ἐν σοὶ δυσφόρως ἔχοντ’, ἄναξ.
ΟΙ. Κοὐ μὴ στερηθῇς γ’ ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ βεβῶτος· τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμ’ ἂν ἢ σοὶ διὰ τύχης τοιᾶσδ’ ἰών;
Ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775 μήτηρ δὲ Μερόπη Δωρίς. Ἠγόμην δ’ ἀνὴρ
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδ’ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
Ἀνὴρ γὰρ ἐν δείπνοις μ’ ὑπερπλησθεὶς μέθῃ
780 καλεῖ παρ’ οἴνῳ πλαστὸς ὡς εἴην πατρί.
Κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δ’ ἰὼν πέλας
μητρὸς πατρός τ’ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785 Κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ’
ἔκνιζέ μ’ αἰεὶ τοῦθ’· ὑφεῖρπε γὰρ πολύ.
Λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μ’ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δ’ ἀθλίῳ
790 καὶ δεινὰ καὶ δύστηνα προὐφάνη λέγων,
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ’
ἄτλητον ἀνθρώποισι δηλώσοιμ’ ὁρᾶν,
φονεὺς δ’ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
Κἀγὼ ‘πακούσας ταῦτα τὴν Κορινθίαν
795 ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα
ἔφευγον, ἔνθα μήποτ’ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
Στείχων δ’ ἱκνοῦμαι τούσδε τοὺς χώρους ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
800 Καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. Τριπλῆς
ὅτ’ ἦ κελεύθου τῆσδ’ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῄς,
ξυνηντίαζον· κἀξ ὁδοῦ μ’ ὅ θ’ ἡγεμὼν
805 αὐτός θ’ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
Κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω δι’ ὀργῆς· καί μ’ ὁ πρέσβυς ὡς ὁρᾷ
ὄχον παραστείχοντα, τηρήσας μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
810 Οὐ μὴν ἴσην γ’ ἔτεισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. Εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐῳ τι συγγενές,
815 τίς τοῦδέ γ’ ἀνδρὸς νῦν ἔτ’ ἀθλιώτερος;
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ’ ἀνήρ;
ᾧ μὴ ξένων ἔξεστι μηδ’ ἀστῶν τινα
δόμοις δέχεσθαι, μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δ’ ἀπ’ οἴκων. Καὶ τάδ’ οὔτις ἄλλος ἦν
820 ἢ ‘γὼ ‘π’ ἐμαυτῷ τάσδ’ ἀρὰς ὁ προστιθείς.
Λέχη δὲ τοῦ θανόντος ἐν χεροῖν ἐμαῖν
χραίνω, δι’ ὧνπερ ὤλετ’. Ἆρ’ ἔφυν κακός;
ἆρ’ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825 μήτ’ ἐμβατεῦσαι πατρίδος, ἢ γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν,
Πόλυβον, ὃς ἐξέθρεψε κἀξέφυσέ με.
Ἆρ’ οὐκ ἀπ’ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπ’ ἀνδρὶ τ
ῷδ’ ἂν ὀρθοίη λόγον;
830 Μὴ δῆτα, μὴ δῆτ’, ὦ θεῶν ἁγνὸν σέβας,
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ’ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ’ ἰδεῖν
κηλῖδ’ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
ΧΟ. Ἡμῖν μέν, ὦναξ, ταῦτ’ ὀκνήρ’· ἕως δ’ ἂν οὖν
835 πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ’ ἐλπίδα.
ΟΙ. Καὶ μὴν τοσοῦτόν γ’ ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα, τὸν βοτῆρα, προσμεῖναι μόνον.
ΙΟ. Πεφασμένου δὲ τίς ποθ’ ἡ προθυμία;
ΟΙ. Ἐγὼ διδάξω σ’· ἢν γὰρ εὑρεθῇ λέγων
840 σοὶ ταὔτ’, ἔγωγ’ ἂν ἐκπεφευγοίην πάθος.
ΙΟ. Ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
ΟΙ. Λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν κατακτείνειαν. Εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ‘κτανον·
845 οὐ γὰρ γένοιτ’ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
εἰ δ’ ἄνδρ’ ἕν’ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτ’ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.