by Sophocles
805 Τί φῄς; Τί σιγᾷς; Ποῦ ποτ’ ὤν, τέκνον, κυρεῖς;
ΝΕ. Ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
ΦΙ. Ἀλλ’, ὦ τέκνον, καὶ θάρσος ἴσχ’· ὡς ἥδε μοι
ὀξεῖα φοιτᾷ καὶ ταχεῖ’ ἀπέρχεται.
Ἀλλ’ ἀντιάζω, μή με καταλίπῃς μόνον.
810 ΝΕ. Θάρσει, μενοῦμεν.
ΦΙ. Ἦ μενεῖς;
ΝΕ. Σαφῶς φρόνει.
ΦΙ. Οὐ μήν σ’ ἔνορκόν γ’ ἀξιῶ θέσθαι, τέκνον.
ΝΕ. Ὡς οὐ θέμις γ’ ἐμοί ‘στι σοῦ μολεῖν ἄτερ.
ΦΙ. Ἔμβαλλε χειρὸς πίστιν.
ΝΕ. Ἐμβάλλω μενεῖν.
ΦΙ. Ἐκεῖσε νῦν μ’, ἐκεῖσε -
ΝΕ. Ποῖ λέγεις;
ΦΙ. Ἄνω -
815 ΝΕ. Τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;
ΦΙ. Μέθες, μέθες με.
ΝΕ. Ποῖ μεθῶ;
ΦΙ. Μέθες ποτέ.
ΝΕ. Οὔ φημ’ ἐάσειν.
ΦΙ. Ἀπό μ’ ὀλεῖς, ἢν προσθίγῃς.
ΝΕ. Καὶ δὴ μεθίημ’, ‹εἴ› τι δὴ πλέον φρονεῖς.
ΦΙ. Ὦ γαῖα, δέξαι θανάσιμόν μ’ ὅπως ἔχω·
820 τὸ γὰρ κακὸν τόδ’ οὐκέτ’ ὀρθοῦσθαί μ’ ἐᾷ.
ΝΕ. Τὸν ἄνδρ’ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε,
ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
μέλαινά τ’ ἄκρου τις παρέρρωγεν ποδὸς
825 αἱμορραγὴς φλέψ. Ἀλλ’ ἐάσωμεν, φίλοι,
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.
ΧΟ. Ὕπν’ ὀδύνας ἀδαής, Ὕπνε δ’ ἀλγέων, Str.
εὐαὴς ἡμῖν ἔλθοις, ‹εὐαίων,›
830 εὐαίων ὦναξ· ὄμμασι δ’ ἀντίσχοις
τάνδ’ αἴγλαν, ἃ τέταται τανῦν·
ἴθι ἴθι μοι παιών. -
Ὦ τέκνον, ὅρα ποῦ στάσῃ,
ποῖ δὲ βάσῃ, πῶς δέ μοι τἀντεῦθεν
835 φροντίδος. Ὁρᾷς ἤδη.
Πρὸς τί μένομεν πράσσειν;
Καιρός τοι πάντων γνώμαν ἴσχων
‹πολύ τι› πολὺ παρὰ πόδα κράτος ἄρνυται.
ΝΕ. Ἀλλ’ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δ’ ὁρῶ οὕνεκα θήραν
840 τήνδ’ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες·
Τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν.
Κομπεῖν δ’ ἔστ’ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος.
ΧΟ. Ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται· Ant.
ὧν δ’ ἂν κἀμείβῃ μ’ αὖθις, βαιάν μοι,
845 βαιάν, ὦ τέκνον, πέμπε λόγων φάμαν·
ὡς πάντων ἐν νόσῳ εὐδρακὴς
ὕπνος ἄϋπνος λεύσσειν. -
Ἀλλ’ ὅ τι δύνᾳ μάκιστον,
850 κεῖνο ‹δή› μοι, κεῖνο ‹λάθρᾳ› λάθρᾳ
ἐξιδοῦ ὅπως πράξεις.
Οἶσθα γὰρ ὃν αὐδῶμαι.
Εἰ ταύταν τούτῳ γνώμαν ἴσχεις,
μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη.
855 Οὖρός τοι, τέκνον, οὖρος· ἁ- Ep.
νὴρ δ’ ἀνόμματος, οὐδ’ ἔχων ἀρωγάν,
ἐκτέταται νύχιος, -
ἀλεὴς ὕπνος ἐσθλός, -
οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων,
860 ἀλλ’ ὥς τίς ‹τ’› Ἀΐδᾳ παρακείμενος.
Ὅρα, βλέπ’ εἰ καίρια
φθέγγῃ· τὸ δ’ ἁλώσιμον
ἐμᾷ φροντίδι, παῖ, πόνος
ὁ μὴ φοβῶν κράτιστος.
865 ΝΕ. Σιγᾶν κελεύω, μηδ’ ἀφεστάναι φρενῶν·
κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.
ΦΙ. Ὦ φέγγος ὕπνου διάδοχον, τό τ’ ἐλπίδων
ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων·
οὐ γάρ ποτ’, ὦ παῖ, τοῦτ’ ἂν ἐξηύχησ’ ἐγὼ
870 τλῆναί σ’ ἐλεινῶς ὧδε τἀμὰ πήματα
μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
Οὔκουν Ἀτρεῖδαι τοῦτ’ ἔτλησαν εὐφόρως
οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
Ἀλλ’ - εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,
875 ὦ τέκνον, ἡ σή, - πάντα ταῦτ’ ἐν εὐχερεῖ
ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
Καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
σύ μ’ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
880 ἵν’, ἡνίκ’ ἂν κόπος μ’ ἀπαλλάξῃ ποτέ,
ὁρμώμεθ’ ἐς ναῦν μηδ’ ἐπίσχωμεν τὸ πλεῖν.
ΝΕ. Ἀλλ’ ἥδομαι μέν σ’ εἰσιδὼν παρ’ ἐλπίδα
ἀνώδυνον βλέποντα κἀμπνέοντ’ ἔτι·
ὡς οὐκέτ’ ὄντος γὰρ τὰ συμβόλαιά σου
885 πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.
Νῦν δ’ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,
οἴσουσί σ’ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,
ἐπείπερ οὕτω σοί τ’ ἔδοξ’ ἐμοί τε δρᾶν.
ΦΙ. Αἰνῶ τάδ’, ὦ παῖ, καί μ’ ἔπαιρ’, ὥσπερ νοεῖς·
890 τούτους δ’ ἔασον, μὴ βαρυνθῶσιν κακῇ
ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ
ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.
ΝΕ. Ἔσται τάδ’· ἀλλ’ ἵστω τε καὐτὸς ἀντέχου.
ΦΙ. Θάρσει· τό τοι σύνηθες ὀρθώσει μ’ ἔθος.
895 ΝΕ. Παπαῖ· τί δῆτ’ ἂ‹ν› δρῷμ’ ἐγὼ τοὐνθένδε γε;
ΦΙ. Τί δ’ ἔστιν, ὦ παῖ; ποῖ ποτ’ ἐξέβης λόγῳ;
ΝΕ. Οὐκ �
�ἶδ’ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.
ΦΙ. Ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγ’, ὦ τέκνον, τάδε.
ΝΕ. Ἀλλ’ ἐνθάδ’ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
900 ΦΙ. Οὐ δή σε δυσχέρεια τοῦ νοσήματος
ἔπεισεν ὥστε μή μ’ ἄγειν ναύτην ἔτι;
ΝΕ. Ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
ΦΙ. Ἀλλ’ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
905 δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρ’ ἐπωφελῶν.
ΝΕ. Αἰσχρὸς φανοῦμαι· τοῦτ’ ἀνιῶμαι πάλαι.
ΦΙ. Οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δ’ αὐδᾷς ὀκνῶ.
ΝΕ. Ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,
κρύπτων θ’ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστ’ ἐπῶν;
910 ΦΙ. Ἁνὴρ ὅδ’, εἰ μὴ ‘γὼ κακὸς γνώμην ἔφυν,
προδούς μ’ ἔοικεν κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
ΝΕ. Λιπὼν μὲν οὐκ ἔγωγε, λυπηρῶς δὲ μὴ
πέμπω σε μᾶλλον, τοῦτ’ ἀνιῶμαι πάλαι.
ΦΙ. Τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.
915 ΝΕ. Οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν
πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
ΦΙ. Οἴμοι, τί εἶπας;
ΝΕ. Μὴ στέναζε πρὶν μάθῃς.
ΦΙ. Ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;
ΝΕ. Σῶσαι κακοῦ μὲν πρῶτα τοῦδ’, ἔπειτα δὲ
920 ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών.
ΦΙ. Καὶ ταῦτ’ ἀληθῆ δρᾶν νοεῖς;
ΝΕ. Πολλὴ κρατεῖ
τούτων ἀνάγκη· καὶ σὺ μὴ θυμοῦ κλύων.
ΦΙ. Ἀπόλωλα τλήμων, προδέδομαι. Τί μ’, ὦ ξένε,
δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι.
925 ΝΕ. Ἀλλ’ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν
τό τ’ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.
ΦΙ. Ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
δεινῆς τέχνημ’ ἔχθιστον, οἷά μ’ εἰργάσω,
οἷ’ ἠπάτηκας· οὐδ’ ἐπαισχύνῃ μ’ ὁρῶν
930 τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
Ἀπεστέρηκας τὸν βίον τὰ τόξ’ ἑλών·
ἀπόδος, ἱκνοῦμαί σ’, ἀπόδος, ἱκετεύω, τέκνον.
Πρὸς θεῶν πατρῴων, τὸν βίον μή μου ‘φέλῃς.
Ὤμοι τάλας. Ἀλλ’ οὐδὲ προσφωνεῖ μ’ ἔτι,
935 ἀλλ’ ὡς μεθήσων μήποθ’, ὧδ’ ὁρᾷ πάλιν.
Ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
ὑμῖν τάδ’, οὐ γὰρ ἄλλον οἶδ’ ὅτῳ λέγω,
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν
940 οἷ’ ἔργ’ ὁ παῖς μ’ ἔδρασεν οὑξ Ἀχιλλέως·
ὀμόσας ἀπάξειν οἴκαδ’, ἐς Τροίαν μ’ ἄγει·
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει.
945 Ὡς ἄνδρ’ ἑλὼν ἰσχυρὸν ἐκ βίας μ’ ἄγει,
κοὐκ οἶδ’ ἐναίρων νεκρόν, ἢ καπνοῦ σκιάν,
εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν μ’· ἐπεὶ οὐδ’ ἂν ὧδ’ ἔχοντ’, εἰ μὴ δόλῳ.
Νῦν δ’ ἠπάτημαι δύσμορος· τί χρή με δρᾶν;
950 ‹Ἀλλ’› ἀπόδος· ἀλλὰ νῦν ἔτ’ ἐν σαυτῷ γενοῦ.
Τί φῄς; σιωπᾷς. Οὐδέν εἰμ’ ὁ δύσμορος.
Ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν,
ἀλλ’ αὐανοῦμαι τῷδ’ ἐν αὐλίῳ μόνος,
955 οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ’ ὀρειβάτην
τόξοις ἐναίρων τοισίδ’, ἀλλ’ αὐτὸς τάλας
θανὼν παρέξω δαῖθ’ ὑφ’ ὧν ἐφερβόμην,
καί μ’ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
φόνον φόνου δὲ ῥύσιον τείσω τάλας
960 πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
Ὄλοιο - μήπω, πρὶν μάθοιμ’ εἰ καὶ πάλιν
γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
ΧΟ. Τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
ἤδη ‘στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
965 ΝΕ. Ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις
τοῦδ’ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
ΦΙ. Ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
σαυτοῦ βροτοῖς ὄνειδος ἐκκλέψας ἐμέ.
ΝΕ. Οἴμοι, τί δράσω; μήποτ’ ὤφελον λιπεῖν
970 τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι.
ΦΙ. Οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ’ ἀνδρῶν μαθὼν
ἔοικας ἥκειν αἰσχρά· νῦν δ’ ἄλλοισι δοὺς
οἷς εἰκός, ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.
ΝΕ. Τί δρῶμεν, ἄνδρες;
ΟΔ. Ὦ κάκιστ’ ἀνδρῶν, τί δρᾷς;
975 Οὐκ εἶ, μεθεὶς τὰ τόξα ταῦτ’ ἐμοί, πάλιν;
ΦΙ. Οἴμοι, τίς ἁνήρ; ἆρ’ Ὀδυσσέως κλύω;
ΟΔ. Ὀδυσσέως, σάφ’ ἴσθ’, ἐμοῦ γ’, ὃν εἰσορᾷς.
ΦΙ. Οἴμοι· πέπραμαι κἀπόλωλ’· ὅδ’ ἦν ἄρα
ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.
980 ΟΔ. Ἐγώ, σάφ’ ἴσθ’, οὐκ ἄλλος· ὁμολογῶ τάδε.
ΦΙ. Ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.
ΟΔ. Τοῦτο μέν,
οὐδ’ ἢν θέλῃ, δράσει ποτ’· ἀλλὰ καὶ σὲ δεῖ
στείχειν ἅμ’
αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
ΦΙ. Ἔμ’, ὦ κακῶν κάκιστε καὶ τολμήστατε,
985 οἵδ’ ἐκ βίας ἄξουσιν;
ΟΔ. Ἢν μὴ ‘ρπῃς ἑκών.
ΦΙ. Ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
Ἡφαιστότευκτον, ταῦτα δῆτ’ ἀνασχετά,
εἴ μ’ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
ΟΔ. Ζεύς ἐσθ’, ἵν’ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,
990 Ζεύς, ᾧ δέδοκται ταῦθ’· ὑπηρετῶ δ’ ἐγώ.
ΦΙ. Ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
ΟΔ. Οὔκ, ἀλλ’ ἀληθεῖς. Ἡ δ’ ὁδὸς πορευτέα.
ΦΙ. Οὔ φημ’ ἔγωγε.
ΟΔ. Φημί· πειστέον τάδε.
995 ΦΙ. Οἴμοι τάλας. Ἡμᾶς μὲν ὡς δούλους σαφῶς
πατὴρ ἄρ’ ἐξέφυσεν, οὐδ’ ἐλευθέρους.
ΟΔ. Οὔκ, ἀλλ’ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ’ ὧν
Τροίαν σ’ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
ΦΙ. Οὐδέποτέ γ’· οὐδ’ ἢν χρῇ με πᾶν παθεῖν κακόν,