by Sophocles
1425 ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,
Πάριν μέν, ὃς τῶνδ’ αἴτιος κακῶν ἔφυ,
τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
πέρσεις τε Τροίαν, σκῦλά τ’ εἰς μέλαθρα σὰ
πέμψεις, ἀριστεῖ’ ἐκλαβὼν στρατεύματος,
1430 Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
Ἃ δ’ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ
τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
κόμιζε. Καὶ σοὶ ταῦτ’, Ἀχιλλέως τέκνον,
παρῄνεσ’· οὔτε γὰρ σὺ τοῦδ’ ἄτερ σθένεις
1435 ἑλεῖν τὸ Τροίας πεδίον οὔθ’ οὗτος σέθεν·
ἀλλ’ ὡς λέοντε συννόμω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδ’. Ἐγὼ δ’ Ἀσκληπιὸν
παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον·
τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
1440 τόξοις ἁλῶναι. Τοῦτο δ’ ἐννοεῖθ’, ὅταν
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
ὡς τἄλλα πάντα δεύτερ’ ἡγεῖται πατὴρ
Ζεύς· οὐ γὰρ ηὑσέβεια συνθνῄσκει βροτοῖς,
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
1445 ΦΙ. Ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας,
χρόνιός τε φανείς,
οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
ΝΕ. Κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
ΗΡ. Μή νυν χρόνιοι μέλλετε πράσσειν.
1450 Καιρὸς καὶ πλοῦς
ὅδ’ ἐπείγει γὰρ κατὰ πρύμνην.
ΦΙ. Φέρε νυν στείχων χώραν καλέσω.
χαῖρ’, ὦ μέλαθρον ξύμφρουρον ἐμοὶ
Νύμφαι τ’ ἔνυδροι λειμωνιάδες,
1455 καὶ κτύπος ἄρσην πόντου προβλής ‹θ’›
οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη
κρᾶτ’ ἐνδόμυχον πληγῇσι νότου,
πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας
Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ
1460 στόνον ἀντίτυπον χειμαζομένῳ.
Νῦν δ’, ὦ κρῆναι Λύκιόν τε ποτόν,
λείπομεν ὑμᾶς, λείπομεν ἤδη,
δόξης οὔ ποτε τῆσδ’ ἐπιβάντες.
Χαῖρ’, ὦ Λήμνου πέδον ἀμφίαλον,
1465 καί μ’ εὐπλοίᾳ πέμψον ἀμέμπτως
ἔνθ’ ἡ μεγάλη Μοῖρα κομίζει
γνώμη τε φίλων, χὠ πανδαμάτωρ
δαίμων ὃς ταῦτ’ ἐπέκρανεν.
ΧΟ. Χωρῶμεν δὴ πάντες ἀολλεῖς,
1470 Νύμφαις ἁλίαισιν ἐπευξάμενοι
νόστου σωτῆρας ἱκέσθαι.
Ηλέκτρα - ELECTRA
ΠΑΙΔΑΓΩΓΟΣ
Ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ ἔξεστί σοι
παρόντι λεύσσειν ὧν πρόθυμος ἦσθ’ ἀεί.
Τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
5 τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·
αὕτη δ’, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ’ ὅδε
Ἥρας ὁ κλεινὸς ναός· οἷ δ’ ἱκάνομεν,
φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν,
10 πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε
πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
τοσόνδ’ ἐς ἥβης πατρὶ τιμωρὸν φόνου.
15 Νῦν οὖν, Ὀρέστα καὶ σύ, φίλτατε ξένων
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον,
ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
ἑῷα κινεῖ φθέγματ’ ὀρνίθων σαφῆ,
μέλαινά τ’ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
20 Πρὶν οὖν τιν’ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ’ ἴμεν
ἵν’ οὐκέτ’ ὀκνεῖν καιρός, ἀλλ’ ἔργων ἀκμή.
ΟΡΕΣΤΗΣ
Ὦ φίλτατ’ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς·
25 ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
ἀλλ’ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
ἡμᾶς τ’ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπῃ.
Τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δέ,
30 ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
Ἐγὼ γὰρ ἡνίχ’ ἱκόμην τὸ Πυθικὸν
μαντεῖον, ὡς μάθοιμ’ ὅτῳ τρόπῳ πατρὶ
δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
35 χρῇ μοι τοιαῦθ’ ὁ Φοῖβος ὧν πεύσῃ τάχα·
ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ
δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
Ὅτ’ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ
40 δόμων ἔσω τῶνδ’, ἴσθι πᾶν τὸ δρώμενον,
ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ·
οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
γνῶσ’, οὐδ’ ὑποπτεύσουσιν ὧδ’ ἠνθισμένον·
λόγῳ δὲ χρῶ τοιῷδ’, ὅτι ξένος μὲν εἶ
45 Φωκεὺς παρ’ ἀνδρὸς Φανοτέως ἥκων· ὁ γὰρ
μέγιστος αὐτοῖς τυγχάνει δορυξένων·
ἄγγελλε δ’, ὅρκον προστιθείς, ὁθούνεκα
τέθνηκ’ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,
ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων
50 δίφρων κυλισθε�
�ς· ὧδ’ ὁ μῦθος ἑστάτω.
Ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
στέψαντες, εἶτ’ ἄψορρον ἥξομεν πάλιν,
τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
55 ὃ καὶ σὺ θάμνοις οἶσθά μοι κεκρυμμένον,
ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
φέροιμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας
φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
Τί γάρ με λυπεῖ τοῦθ’, ὅταν λόγῳ θανὼν
60 ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;
δοκῶ μὲν οὐδὲν ῥῆμα σὺν κέρδει κακόν·
ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
λόγῳ μάτην θνῄσκοντας· εἶθ’, ὅταν δόμους
ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
65 ὣς κἄμ’ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
δεδορκότ’ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
Ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐγχώριοι,
δέξασθέ μ’ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
σύ τ’, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι
70 δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
καὶ μή μ’ ἄτιμον τῆσδ’ ἀποστείλητε γῆς,
ἀλλ’ ἀρχέπλουτον καὶ καταστάτην δόμων·
Εἴρηκα μέν νυν ταῦτα· σοὶ δ’ ἤδη, γέρον,
τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος·
75 νὼ δ’ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσι
μέγιστος ἔργου παντός ἐστ’ ἐπιστάτης.
ΗΛ. Ἰώ μοί μοι δύστηνος.
ΠΑ. Καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς
ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.
80 ΟΡ. Ἆρ’ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα; θέλεις
μείνωμεν αὐτοῦ κἀνακούσωμεν γόων;
ΠΑ. Ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου
πειρώμεθ’ ἔρδειν, κἀπὸ τῶνδ’ ἀρχηγετεῖν
πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει
85 νίκην τ’ ἐφ’ ἡμῖν καὶ κράτος τῶν δρωμένων.
ΗΛΕΚΤΡΑ
Ὦ φάος ἁγνὸν
καὶ γῆς ἰσόμοιρ’ ἀήρ, ὥς μοι
πολλὰς μὲν θρήνων ᾠδάς,
πολλὰς δ’ ἀντήρεις ᾔσθου
90 στέρνων πλαγὰς αἱμασσομένων,
ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
ξυνίσασ’ εὐναὶ μογερῶν οἴκων,
ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
95 πατέρ’, ὃν κατὰ μὲν βάρβαρον αἶαν
φοίνιος Ἄρης οὐκ ἐξένισεν,
μήτηρ δ’ ἡμὴ χὠ κοινολεχὴς
Αἴγισθος, ὅπως δρῦν ὑλοτόμοι,
σχίζουσι κάρα φονίῳ πελέκει·
100 κοὐδεὶς τούτων οἶκτος ἀπ’ ἄλλης
ἢ ‘μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
ἀδίκως οἰκτρῶς τε θανόντος.
Ἀλλ’ οὐ μὲν δὴ
λήξω θρήνων στυγερῶν τε γόων,
105 ἔστ’ ἂν παμφεγγεῖς ἄστρων
ῥιπάς, λεύσσω δὲ τόδ’ ἦμαρ,
μὴ οὐ τεκνολέτειρ’ ὥς τις ἀηδὼν
ἐπὶ κωκυτῷ τῶνδε πατρῴων
πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν·
110 ὦ δῶμ’ Ἀΐδου καὶ Περσεφόνης,
ὦ χθόνι’ Ἑρμῆ καὶ πότνι’ Ἀρά,
σεμναί τε θεῶν παῖδες Ἐρινύες,
αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθ’,
αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
115 ἔλθετ’, ἀρήξατε, τείσασθε πατρὸς
φόνον ἡμετέρου,
καί μοι τὸν ἐμὸν πέμψατ’ ἀδελφόν·
μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
120 λύπης ἀντίρροπον ἄχθος.
ΧΟΡΟΣ
Ὦ παῖ, παῖ δυστανοτάτας Str. 1 .
Ἠλέκτρα ματρός, τίν’ ἀεὶ
τάκεις ὧδ’ ἀκόρεστον οἰμωγὰν
τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
125 ματρὸς ἁλόντ’ ἀπάταις Ἀγαμέμνονα
κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν
ὄλοιτ’, εἴ μοι θέμις τάδ’ αὐδᾶν.
ΗΛ. Ὦ γενέθλα γενναίων,
ἥκετ’ ἐμῶν καμάτων παραμύθιον·
130 οἶδά τε καὶ ξυνίημι τάδ’, οὔ τί με
φυγγάνει· οὐδ’ ἐθέλω προλιπεῖν τόδε,
μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ’ ἄθλιον.
Ἀλλ’, ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,
135 ἐᾶτέ μ’ ὧδ’ ἀλύειν,
αἰαῖ, ἱκνοῦμαι.
ΧΟ. Ἀλλ’ οὔτοι τόν γ’ ἐξ Ἀΐδα Ant. 1 .
παγκοίνου λίμνας πατέρ’ ἀν-
στάσεις οὔτε γόοισιν οὔτ’ ἄνταις.
140 Ἀλλ’ ἀπὸ τῶν μετρίων ἐπ’ ἀμήχανον
ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι
ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν·
τί μοι τῶν δυσφόρων ἐφίῃ;
145 ΗΛ. Νήπιος ὃς τῶν οἰκτρῶς
οἰχομένων γονέων ἐπιλάθεται·
ἀλλ’ ἐμέ γ’ ἁ στονόεσσ’ ἄραρεν φρένας,
ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,
ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
150 Ἰὼ παντλάμων Νιόβα, σὲ δ’ ἔγωγε νέμω θεόν,
ἅτ’ ἐν τάφῳ πετραίῳ,
αἰαῖ, δακρύεις.
ΧΟ. Οὔτοι σοὶ μούνᾳ, τέκνον, Str. 2 .
ἄχος ἐφάνη βροτῶν,
155 πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,
οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,
οἵα Χρυσόθεμ�
�ς ζώει καὶ Ἰφιάνασσα,
κρυπτᾷ τ’ ἀχέων ἐν ἥβᾳ
160 ὄλβιος, ὃν ἁ κλεινὰ
γᾶ ποτε Μυκηναίων
δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
λήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
ΗΛ. Ὅν γ’ ἐγὼ ἀκάματα προσμένουσ’, ἄτεκνος,
165 τάλαιν’, ἀνύμφευτος, αἰὲν οἰχνῶ,
δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται
ὧν τ’ ἔπαθ’ ὧν τ’ ἐδάη· τί γὰρ οὐκ ἐμοὶ
170 ἔρχεται ἀγγελίας ἀπατώμενον;
ἀεὶ μὲν γὰρ ποθεῖ,
ποθῶν δ’ οὐκ ἀξιοῖ φανῆναι.
ΧΟ. Θάρσει μοι, θάρσει, τέκνον· Ant. 2 .
ἔτι μέγας οὐρανῷ
175 Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·
ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα,
μήθ’ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ’ ἐπιλάθου.
Χρόνος γὰρ εὐμαρὴς θεός·
180 οὔτε γὰρ ὁ τὰν Κρῖσαν
βούνομον ἔχων ἀκτὰν
παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος,
οὔθ’ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
185 ΗΛ. Ἀλλ’ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη
βίοτος ἀνέλπιστος, οὐδ’ ἔτ’ ἀρκῶ·
ἅτις ἄνευ τοκέων κατατάκομαι,
ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,
ἀλλ’ ἁπερεί τις ἔποικος ἀναξία
190 οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν
ἀεικεῖ σὺν στολᾷ,
κεναῖς δ’ ἀμφίσταμαι τραπέζαις.
ΧΟ. Οἰκτρὰ μὲν νόστοις αὐδά, Str. 3 .