by Sophocles
1070 ὅτι σφιν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ- Ant. 1 .
ται τὰ δὲ πρὸς τέκνων διπλῆ
φύλοπις οὐκέτ’ ἐξισοῦ-
ται φιλοτασίῳ διαί-
τᾳ· πρόδοτος δὲ μόνα σαλεύει
1075 Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς
δειλαία στενάχουσ’, ὅπως
ἁ πάνδυρτος ἀηδών,
οὔτε τι τοῦ θανεῖν προμη-
θὴς τό τε μὴ βλέπειν ἑτοί-
1080 μα, διδύμαν ἑλοῦσ’ ἐρι-
νύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;
Οὐδεὶς τῶν ἀγαθῶν ζῶν κακῶς Str. 2 .
εὔκλειαν αἰσχῦναι θέλει
1085 νώνυμος, ὦ παῖ, παῖ·
ὡς καὶ σὺ πάγκλαυτον αἰ-
ῶνα κοινὸν εἵλου,
τὸ μὴ καλὸν καθοπλίσα-
σα δύο φέρειν ‹ἐν› ἑνὶ λόγῳ,
σοφά τ’ ἀρίστα τε παῖς κεκλῆσθαι.
1090 Ζῴης μοι καθύπερθεν χερὶ Ant. 2 .
πλούτῳ τε τῶν ἐχθρῶν, ὅσον
νῦν ὑπόχειρ ναίεις·
ἐπεί σ’ ἐφεύρηκα μοί-
ρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ
1095 βεβῶσαν, ἃ δὲ μέγιστ’ ἔβλασ-
τε νόμιμα, τῶνδε φερομέναν
ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.
ΟΡ. Ἆρ’, ὦ γυναῖκες, ὀρθά τ’ εἰσηκούσαμεν
ὀρθῶς θ’ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
1100 ΧΟ. Τί δ’ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
ΟΡ. Αἴγισθον ἔνθ’ ᾤκηκεν ἱστορῶ πάλαι.
ΧΟ. Ἀλλ’ εὖ θ’ ἱκάνεις χὠ φράσας ἀζήμιος.
ΟΡ. Τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν
ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
1105 ΧΟ. Ἥδ’, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
ΟΡ. Ἴθ’, ὦ γύναι, δήλωσον εἰσελθοῦσ’ ὅτι
Φωκῆς ματεύουσ’ ἄνδρες Αἴγισθόν τινες.
ΗΛ. Οἴμοι τάλαιν’, οὐ δή ποθ’ ἧς ἠκούσαμεν
φήμης φέροντες ἐμφανῆ τεκμήρια;
1110 ΟΡ. Οὐκ οἶδα τὴν σὴν κληδόν’· ἀλλά μοι γέρων
ἐφεῖτ’ Ὀρέστου Στροφίος ἀγγεῖλαι πέρι.
ΗΛ. Τί δ’ ἔστιν, ὦ ξέν’; ὥς μ’ ὑπέρχεται φόβος.
ΟΡ. Φέροντες αὐτοῦ σμικρὰ λείψαν’ ἐν βραχεῖ
τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
1115 ΗΛ. Οἲ ‘γὼ τάλαινα, τοῦτ’ ἐκεῖν’, ἤδη σαφὲς
πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
ΟΡ. Εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,
τόδ’ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
ΗΛ. Ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
1120 κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,
ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
ΟΡ. Δόθ’ ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς
ἐν δυσμενείᾳ γ’ οὖσ’ ἐπαιτεῖται τόδε,
1125 ἀλλ’ ἢ φίλων τις, ἢ πρὸς αἵματος φύσιν.
ΗΛ. Ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
ψυχῆς Ὀρέστου λοιπόν, ὡς ‹σ’› ἀπ’ ἐλπίδων
οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
Νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
1130 δόμων δέ σ’, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ’ ἐγώ·
ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
ὅπως θανὼν ἔκεισο τῇ τόθ’ ἡμέρᾳ,
1135 τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
Νῦν δ’ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
κακῶς ἀπώλου σῆς κασιγνήτης δίχα·
κοὔτ’ ἐν φίλαισι χερσὶν ἡ τάλαιν’ ἐγὼ
λουτροῖς σ’ ἐκόσμησ’, οὔτε παμφλέκτου πυρὸς
1140 ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος·
ἀλλ’ ἐν ξένῃσι χερσὶ κηδευθεὶς τάλας
σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.
Οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς
ἀνωφελήτου, τὴν ἐγὼ θάμ’ ἀμφὶ σοὶ
1145 πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε
μητρὸς σύ γ’ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,
οὔθ’ οἱ κατ’ οἶκον ἦσαν, ἀλλ’ ἐγὼ τροφός·
ἐγὼ δ’ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
Νῦν δ’ ἐκλέλοιπε ταῦτ’ ἐν ἡμέρᾳ μιᾷ
1150 θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας
θύελλ’ ὅπως βέβηκας· οἴχεται πατήρ·
τέθνηκ’ ἐγώ σοι· φροῦδος αὐτὸς εἶ θανών·
γελῶσι δ’ ἐχθροί· μαίνεται δ’ ὑφ’ ἡδονῆς
μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
1155 φήμας λάθρᾳ προὔπεμπες ὡς φανούμενος
τιμωρὸς αὐτός. Ἀλλὰ ταῦθ’ ὁ δυστυχὴς
δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,
ὅς σ’ ὧδέ μοι προὔπεμψεν, ἀντὶ φιλτάτης
μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
1160 Οἴμοι μοι.
Ὦ δέμας οἰκτρόν. Φεῦ, φεῦ.
Ὦ δεινοτάτας, οἴμοι μοι,
πεμφθεὶς κελεύθους, φίλταθ’, ὥς μ’ ἀπώλεσας·
ἀπώλεσας δῆτ’, ὦ κασίγνητον κάρα.
1165 Τοιγὰρ σὺ δέξαι μ’ ἐς τὸ σὸν τόδε στέγος,
τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
ναίω τὸ λοιπόν· καὶ γάρ, ἡνίκ’ ἦσθ’ ἄνω,
ξὺν σοὶ μετεῖχον τῶν ἴσων· καὶ νῦν ποθῶ
τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου·
1170 τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
ΧΟ. Θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει·
θνητὸς δ’ Ὀρέστης· ὥστε μὴ λίαν στένε·
πᾶσιν γὰρ ἡμῖν τοῦτ’ ὀφείλεται παθεῖν.
ΟΡ. Φεῦ φεῦ· τί λέξω; ποῖ λόγων ἀμηχανῶν
1175 ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
ΗΛ. Τί δ’ ἔσχες ἄλγος; πρὸς τί τοῦτ’ εἰπὼν κυρεῖς;
ΟΡ. Ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
ΗΛ. Τόδ’ ἔστ’ ἐκεῖνο, καὶ μάλ’ ἀθλίως ἔχον.
ΟΡ. Οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
1180 ΗΛ. Οὐ δή ποτ’, ὦ ξέν’, ἀμφ’ ἐμοὶ στένεις τάδε;
ΟΡ. Ὦ σῶμ’ ἀτίμως κἀθέως ἐφθαρμένον.
ΗΛ. Οὔτοι ποτ’ ἄλλην ἢ ‘μὲ δυσφημεῖς, ξένε.
ΟΡ. Φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς.
ΗΛ. Τί μοί ποτ’, ὦ ξέν’, ὧδ’ ἐπισκοπῶν στένεις;
1185 ΟΡ. Ὅσ’ οὐκ ἄρ’ ᾔδειν τῶν ἐμῶν ἐγὼ κακῶν.
ΗΛ. Ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
ΟΡ. Ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
ΗΛ. Καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
ΟΡ. Καὶ πῶς γένοιτ’ ἂν τῶνδ’ ἔτ’ ἐχθίω βλέπειν;
1190 ΗΛ. Ὁθούνεκ’ εἰμὶ τοῖς φονεῦσι σύντροφος.
ΟΡ. Τοῖς τοῦ; πόθεν τοῦτ’ ἐξεσήμηνας κακόν;
ΗΛ. Τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.
ΟΡ. Τίς γάρ σ’ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
ΗΛ. Μήτηρ καλεῖται, μητρὶ δ’ οὐδὲν ἐξισοῖ.
1195 ΟΡ. Τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
ΗΛ. Καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
ΟΡ. Οὐδ’ οὑπαρήξων οὐδ’ ὁ κωλύσων πάρα;
ΗΛ. Οὐ δῆθ’· ὃς ἦν γάρ μοι, σὺ προὔθηκας σποδόν.
ΟΡ. Ὦ δύσποτμ’, ὡς ὁρῶν σ’ ἐποικτίρω πάλαι.
1200 ΗΛ. Μόνος βροτῶν νυν ἴσθ’ ἐποικτίρας ποτέ.
ΟΡ. Μόνος γὰρ ἥκω τοῖσι σοῖς ἀλγῶν κακοῖς.
ΗΛ. Οὐ δή ποθ’ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
ΟΡ. Ἐγὼ φράσαιμ’ ἄν, εἰ τὸ τῶνδ’ εὔνουν πάρα.
ΗΛ. Ἀλλ’ ἔστιν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
1205 ΟΡ. Μέθες τόδ’ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
ΗΛ. Μὴ δῆτα πρὸς θεῶν τοῦτό μ’ ἐργάσῃ, ξένε.
ΟΡ. Πείθου λέγοντι κοὐχ ἁμαρτήσῃ ποτέ.
ΗΛ. Μή, πρὸς γενείου, μὴ ‘ξέλῃ τὰ φίλτατα.
ΟΡ. Οὔ φημ’ ἐάσειν.
ΗΛ. Ὢ τάλαιν’ ἐγὼ σέθεν,
1210 Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.
ΟΡ. Εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.
ΗΛ. Πῶς τὸν θανόντ’ ἀδελφὸν οὐ δίκῃ στένω;
ΟΡ. Οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
ΗΛ. Οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;
1215 ΟΡ. Ἄτιμος οὐδενὸς σύ· τοῦτο δ’ οὐχὶ σόν.
ΗΛ. Εἴπερ γ’ Ὀρέστου σῶμα βαστάζω τόδε.
ΟΡ. Ἀλλ’ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ’ ἠσκημένον.
ΗΛ. Ποῦ δ’ ἔστ’ ἐκείνου τοῦ ταλαιπώρου τάφος;
ΟΡ. Οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.
1220 ΗΛ. Πῶς εἶπας, ὦ παῖ;
ΟΡ. Ψεῦδος οὐδὲν ὧν λέγω.
ΗΛ. Ἦ ζῇ γὰρ ἁνήρ;
ΟΡ. Εἴπερ ἔμψυχός γ’ ἐγώ.
ΗΛ. ἦ γὰρ σὺ κεῖνος;
ΟΡ. Τήνδε προσβλέψασά μου
σφραγῖδα πατρὸς ἔκμαθ’ εἰ σαφῆ λέγω.
ΗΛ. Ὦ φίλτατον φῶς.
ΟΡ. Φίλτατον, ξυμμαρτυρῶ.
1225 ΗΛ. Ὦ φθέγμ’, ἀφίκου;
ΟΡ. Μηκέτ’ ἄλλοθεν πύθῃ
ΗΛ. Ἔχω σε χερσίν;
ΟΡ. Ὡς τὰ λοίπ’ ἔχοις ἀεί.
ΗΛ. Ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,
ὁρᾶτ’ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν
θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.
1230 ΧΟ. Ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι
γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
ΗΛ. Ἰὼ γοναί, Str.
γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,
ἐμόλετ’ ἀρτίως,
1235 ἐφεύρετ’, ἤλθετ’, εἴδεθ’ οὓς ἐχρῄζετε.
ΟΡ. Πάρεσμεν· ἀλλὰ σῖγ’ ἔχουσα πρόσμενε.
ΗΛ. Τί δ’ ἔστιν;
ΟΡ. Σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
ΗΛ. Οὐ τὰν Ἄρτεμιν τὰν αἰὲν ἀδμήταν,
1240 τόδε μὲν οὔ ποτ’ ἀξιώσω τρέσαι
περισσὸν ἄχθος ἔνδον
γυναικῶν ὂν αἰεί.
ΟΡ. Ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης
ἔνεστιν· εὖ δ’ ἔξοισθα πειραθεῖσά που.
1245 ΗΛ. Ὀτοτοτοτοῖ τοτοῖ,
ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,
οὐδέ ποτε λησόμενον ἁμέτερον
1250 οἷον ἔφυ κακόν.
ΟΡ. Ἔξοιδα καὶ ταῦτ’· ἀλλ’ ὅταν παρουσία
φράζῃ, τότ’ ἔργων τῶνδε μεμνῆσθαι χρεών.
ΗΛ. Ὁ πᾶς ἐμοί, Ant.
ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν
1255 τάδε δίκᾳ χρόνος·
μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.
ΟΡ. Ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε.
ΗΛ. Τί δρῶσα;
ΟΡ. Οὗ μή ‘στι καιρός, μὴ μακρὰν βούλου λέγειν.
1260 ΗΛ. Τίς οὖν ἀξίαν σοῦ γε πεφηνότος
μεταβάλοιτ’ ἂν ὧδε σιγὰν λόγων;
ἐπεί σε νῦν �
�φράστως
ἀέλπτως τ’ ἐσεῖδον.
ΟΡ. Τότ’ εἶδες, ὅτε θεοί μ’ ˘ ˉ ˘ ˉ ˘ ˉ
˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ὤτρυναν μολεῖν.
1265 ΗΛ. Ἔφρασας ὑπερτέραν
τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν
ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον
1270 αὐτὸ τίθημ’ ἐγώ.
ΟΡ. Τὰ μέν σ’ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ
δέδοικα λίαν ἡδονῇ νικωμένην.
ΗΛ. Ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν Epode.
ἐπαξιώσας ὧδέ μοι φανῆναι,
1275 μή τί με, πολύπονον ὧδ’ ἰδὼν -
ΟΡ. Τί μὴ ποήσω;
ΗΛ. μή μ’ ἀποστερήσῃς
τῶν σῶν προσώπων ἡδονὰν μεθέσθαι.
ΟΡ. Ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.
ΗΛ. Ξυναινεῖς;
1280 ΟΡ. Τί μὴν οὔ;
ΗΛ. Ὦ φίλ’, ἔκλυον ἃν ἐγὼ οὐδ’ ἂν ἤλπισ’ αὐδάν·
ἔσχον ὀργὰν ἄναυδον