Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 78
Delphi Complete Works of Sophocles Page 78

by Sophocles


   185 ὦ τλάμων, ὅ τι καὶ πόλις

  τέτροφεν ἄφιλον ἀποστυγεῖν

  καὶ τὸ φίλον σέβεσθαι.

  ΟΙ. Ἄγε νυν σύ με, παῖ,

  ἵν’ ἂν εὐσεβίας ἐπιβαίνοντες

   190 τὸ μὲν εἴποιμεν, τὸ δ’ ἀκούσαιμεν,

  καὶ μὴ χρείᾳ πολεμῶμεν.

  ΧΟ. Αὐτοῦ· μηκέτι τοῦδ’ ἀντιπέτρου

  βήματος ἔξω πόδα κλίνῃς.

  ΟΙ. Οὕτως;          Ant. 2 .

  ΧΟ. Ἅλις, ὡς ἀκούεις.

   195 ΟΙ. Ἦ ‘σθῶ;

  ΧΟ. Λέχριός γ’ ἐπ’ ἄκρου

  λάου βραχὺς ὀκλάσας.

  ΑΝ. Πάτερ, ἐμὸν τόδ’· ἐν ἁσυχαίᾳ -

  ΟΙ. Ἰώ μοί μοι.

  ΑΝ. βάσει βάσιν ἅρμοσαι,

   200 γεραὸν ἐς χέρα σῶμα σὸν

  προκλίνας φιλίαν ἐμάν.

  ΟΙ. Ὤμοι δύσφρονος ἄτας.

  ΧΟ. Ὦ τλάμων, ὅτε νῦν χαλᾷς,

  αὔδασον, τίς ἔφυς βροτῶν;

   205 τίς ὁ πολύπονος ἄγῃ; τίν’ ἂν

  σοῦ πατρίδ’ ἐκπυθοίμαν;

  ΟΙ. Ὦ ξένοι, ἀπόπτολις· ἀλλὰ μὴ -          Epode.

  ΧΟ. Τί τόδ’ ἀπεννέπεις, γέρον;

   210 ΟΙ. μή, μή μ’ ἀνέρῃ τίς εἰμι,

  μηδ’ ἐξετάσῃς πέρα ματεύων.

  ΧΟ. Τί τόδ’;

  ΟΙ. Αἰνὰ φύσις.

  ΧΟ.           Αὔδα.

  ΟΙ. Τέκνον, ὤμοι, τί γεγώνω;

  ΧΟ. Τίνος εἶ σπέρματος, ‹ὦ›

   215 ξένε, φώνει, πατρόθεν;

  ΟΙ. Ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;

  ΑΝ. Λέγ’, ἐπείπερ ἐπ’ ἔσχατα βαίνεις.

  ΟΙ. Ἀλλ’ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.

  ΧΟ. Μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.

   220 ΟΙ. Λαΐου ἴστε τιν’ ἔκγονον;

  ΧΟ.      Ἰού.

  ΟΙ. Τό τε Λαβδακιδᾶν γένος;

  ΧΟ.      Ὦ Ζεῦ.

  ΟΙ. Ἄθλιον Οἰδιπόδαν;

  ΧΟ.         Σὺ γὰρ ὅδ’ εἶ;

  ΟΙ. Δέος ἴσχετε μηδὲν ὅσ’ αὐδῶ.

  ΧΟ. Ἰώ, ὢ ὤ.

  ΟΙ. Δύσμορος.

  ΧΟ.         Ὢ ὤ.

   225 ΟΙ. Θύγατερ, τί ποτ’ αὐτίκα κύρσει;

  ΧΟ. Ἔξω πόρσω βαίνετε χώρας.

  ΟΙ. Ἃ δ’ ὑπέσχεο ποῖ καταθήσεις;

  ΧΟ. Οὐδενὶ μοιριδία τίσις ἔρχεται

  ὧν προπάθῃ τὸ τίνειν· ἀπάτα δ’ ἀπά-

   230 ταις ἑτέραις ἑτέρα παραβαλλομέ-

  να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ-

  χειν. Σὺ δὲ τῶνδ’ ἑδράνων πάλιν ἔκτοπος

  αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,

   235 μή τι πέρα χρέος

  ἐμᾷ πόλει προσάψῃς.

  ΑΝ. Ὦ ξένοι αἰδόφρονες,

  ἀλλ’ ἐπεὶ γεραὸν πατέρα

  τόνδ’ ἐμὸν οὐκ ἀνέτλατ’, ἔργων

   240 ἀκόντων ἀΐοντες αὐδάν,

  ἀλλ’ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν,

  ὦ ξένοι, οἰκτίραθ’, ἃ

  πατρὸς ὑπὲρ τού‹του› μόνου ἄντομαι,

  ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα

   245 ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ’ αἵματος

  ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον

  αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ

  κείμεθα τλάμονες· ἀλλ’ ἴτε, νεύσατε

  τὰν ἀδόκητον χάριν.

   250 Πρός σ’ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,

  ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·

  οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,

  εἰ θεὸς ἄγοι,

  ἐκφυγεῖν δύναιτο.

  ΧΟ. Ἀλλ’ ἴσθι, τέκνον Οἰδίπου, σέ τ’ ἐξ ἴσου

   255 οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·

  τὰ δ’ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν

  φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.

  ΟΙ. Τί δῆτα δόξης, ἢ τί κληδόνος καλῆς

  μάτην ῥεούσης ὠφέλημα γίγνεται,

   260 εἰ τάς γ’ Ἀθήνας φασὶ θεοσεβεστάτας

  εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον

  σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν,

  κἀμοίγε ποῦ ταῦτ’ ἐστίν, οἵτινες βάθρων

  ἐκ τῶνδέ μ’ ἐξάραντες εἶτ’ ἐλαύνετε,

   265 ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε

  σῶμ’ οὐδὲ τἄργα τἄμ’, ἐπεὶ τά γ’ ἔργα μου

  πεπονθότ’ ἐστὶ μᾶλλον ἢ δεδρακότα,

  εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,

  ὧν οὕνεκ’ ἐκφοβῇ με, τοῦτ’ ἐγὼ καλῶς

   270 ἔξοιδα· καίτοι πῶς ἐγὼ κακὸς φύσιν,

  ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ’ εἰ φρονῶν

  ἔπρασσον, οὐδ’ ἂν ὧδ’ ἐγιγνόμην κακός;

  Νῦν δ’ οὐδὲν εἰδὼς ἱκόμην ἵν’ ἱκόμην,

  ὑφ’ ὧν δ’ ἔπασχον εἰδότων ἀπωλλύμην.

   275 Ἀνθ’ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,

  ὥσπερ με κἀνεστήσαθ’, ὧδε σώσατε,

  καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς

  μοίραις ποιεῖσθ’ ἐν μηδαμαῖς, ἡγεῖσθε δὲ

  βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,

   280 βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ που

  μήπω γενέσθαι φωτὸς ἀνοσίου θεῶν.

  Ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας

  ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,

  ἀλλ’ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,

   285 ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα

  τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς.

  Ἥκω γὰρ ἱ�
�ρὸς εὐσεβής τε καὶ φέρων

  ὄνησιν ἀστοῖς τοῖσδ’· ὅταν δ’ ὁ κύριος

  παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,

   290 τότ’ εἰσακούων πάντ’ ἐπιστήσῃ· τὰ δὲ

  μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.

  ΧΟ. Ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα

  πολλή ‘στ’ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ

  οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς

   295 ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.

  ΟΙ. Καὶ ποῦ ‘σθ’ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;

  ΧΟ. Πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,

  ὃς κἀμὲ δεῦρ’ ἔπεμψεν, οἴχεται στελῶν.

  ΟΙ. Ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν’ ἐντροπὴν

   300 ἢ φροντίδ’ ἕξειν, αὐτὸν ὥστ’ ἐλθεῖν πέλας;

  ΧΟ. Καὶ κάρθ’, ὅταν περ τοὔνομ’ αἴσθηται τὸ σόν.

  ΟΙ. Τίς δ’ ἔσθ’ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;

  ΧΟ. Μακρὰ κέλευθος· πολλὰ δ’ ἐμπόρων ἔπη

  φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,

   305 θάρσει, παρέσται· πολὺ γάρ, ὦ γέρον, τὸ σὸν

  ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς

  εὕδει, κλύων σοῦ δεῦρ’ ἀφίξεται ταχύς.

  ΟΙ. Ἀλλ’ εὐτυχὴς ἵκοιτο τῇ θ’ αὑτοῦ πόλει

  ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;

   310 ΑΝ. Ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;

  ΟΙ. Τί δ’ ἔστι, τέκνον Ἀντιγόνη;

  ΑΝ.          Γυναῖχ’ ὁρῶ

  στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ

  πώλου βεβῶσαν· κρατὶ δ’ ἡλιοστερὴς

  κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.

   315 Τί φῶ;

  ἆρ’ ἔστιν; ἆρ’ οὐκ ἔστιν; ἡ γνώμη πλανᾷ,

  καὶ φημὶ κἀπόφημι, κοὐκ ἔχω τί φῶ.

  Τάλαινα,

  οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπ’ ὀμμάτων

   320 σαίνει με προσστείχουσα, σημαίνει δέ τι·

  μόνης τόδ’ ἐστί, δῆλον, Ἰσμήνης κάρα.

  ΟΙ. Πῶς εἶπας, ὦ παῖ;

  ΑΝ.         Παῖδα σήν, ἐμὴν δ’ ὁρᾶν

  ὅμαιμον· αὐδῇ δ’ αὐτίκ’ ἔξεστιν μαθεῖν.

  ΙΣΜΗΝΗ

  Ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ

   325 ἥδιστα προσφωνήμαθ’, ὡς ὑμᾶς μόλις

  εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.

  ΟΙ. Ὦ τέκνον, ἥκεις;

  ΙΣ.        Ὦ πάτερ δύσμοιρ’ ὁρᾶν.

  ΟΙ. Τέκνον, πέφηνας;

  ΙΣ.        Οὐκ ἄνευ μόχθου γέ μοι.

   330 ΟΙ. Πρόσψαυσον, ὦ παῖ.

  ΙΣ.         Θιγγάνω δυοῖν ὁμοῦ.

  ΟΙ. Ὦ σπέρμ’ ὅμαιμον.

  ΙΣ.         Ὦ δυσάθλιαι τροφαί.

  ΟΙ. Ἦ τῆσδε κἀμοῦ;

  ΙΣ.      Δυσμόρου δ’ ἐμοῦ τρίτης.

  ΟΙ. Τέκνον, τί δ’ ἦλθες;

  ΙΣ.           Σῇ, πάτερ, προμηθίᾳ.

  ΟΙ. Πότερα πόθοισι;

  ΙΣ.       Καὶ λόγων γ’ αὐτάγγελος

  ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.

   335 ΟΙ. Οἱ δ’ αὐθόμαιμοι ποῖ νεανίαι πονεῖν;

  ΙΣ. Εἴσ’ οὗπέρ εἰσι· δεινὰ δ’ ἐν κείνοις τὰ νῦν.

  ΟΙ. Ὦ πάντ’ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις

  φύσιν κατεικασθέντε καὶ βίου τροφάς·

  ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας

   340 θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι

  τἄξω βίου τροφεῖα πορσύνουσ’ ἀεί.

  Σφῷν δ’, ὦ τέκν’, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,

  κατ’ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,

  σφὼ δ’ ἀντ’ ἐκείνων τἀμὰ δυστήνου κακὰ

   345 ὑπερπονεῖτον, ἡ μέν, ἐξ ὅτου νέας

  τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,

  ἀεὶ μεθ’ ἡμῶν δύσμορος πλανωμένη

  γερονταγωγεῖ, πολλὰ μὲν κατ’ ἀγρίαν

  ὕλην ἄσιτος νηλίπους τ’ ἀλωμένη,

   350 πολλοῖσι δ’ ὄμβροις ἡλίου τε καύμασι

  μοχθοῦσα τλήμων δεύτερ’ ἡγεῖται τὰ τῆς

  οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι·

  σὺ δ’, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ

  μαντεῖ’ ἄγουσα πάντα, Καδμείων λάθρᾳ.

   355 ἃ τοῦδ’ ἐχρήσθη σώματος, φύλαξ δέ μου

  πιστὴ κατέστης, γῆς ὅτ’ ἐξηλαυνόμην.

  Νῦν δ’ αὖ τίν’ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ

  φέρουσα; τίς σ’ ἐξῆρεν οἴκοθεν στόλος;

  ἥκεις γὰρ οὐ κενή γε, τοῦτ’ ἐγὼ σαφῶς

   360 ἔξοιδα, μὴ οὐχὶ δεῖμ’ ἐμοὶ φέρουσά τι.

  ΙΣ. Ἐγὼ τὰ μὲν παθήμαθ’ ἅπαθον, πάτερ,

  ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,

  παρεῖσ’ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι

  πονοῦσά τ’ ἀλγεῖν καὶ λέγουσ’ αὖθις πάλιν.

   365 Ἃ δ’ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ

  νῦν ἐστι, ταῦτα σημανοῦσ’ ἐλήλυθα.

  Πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρις Κρέοντί τε

  θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,

  λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθορὰν

   370 οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον·

  νῦν δ’ ἐκ θεῶν του κἀξ ἀλιτηροῦ φρενὸς

  εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακὴ

  ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.

  Χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γ
εγὼς

   375 τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων

  ἀποστερίσκει κἀξελήλακεν πάτρας.

  Ὁ δ’, ὡς καθ’ ἡμᾶς ἔσθ’ ὁ πληθύων λόγος,

  τὸ κοῖλον Ἄργος βὰς φυγάς, προσλαμβάνει

  κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους,

   380 ὡς αὐτίκ’ Ἄργος ἢ τὸ Καδμείων πέδον

  πάλῃ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.

  Ταῦτ’ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,

  ἀλλ’ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅποι θεοὶ

  πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.

   385 ΟΙ. Ἤδη γὰρ ἔσχες ἐλπίδ’ ὡς ἐμοῦ θεοὺς

  ὤραν τιν’ ἕξειν, ὥστε σωθῆναί ποτε;

  ΙΣ. Ἔγωγε τοῖς νῦν γ’, ὦ πάτερ, μαντεύμασιν.

  ΟΙ. Ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;

  ΙΣ. Σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ

   390 θανόντ’ ἔσεσθαι ζῶντά τ’ εὐσοίας χάριν.

  ΟΙ. Τίς δ’ ἂν τοιοῦδ’ ὑπ’ ἀνδρὸς εὖ πράξειεν ἄν;

  ΙΣ. Ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.

 

‹ Prev