by Sophocles
ἢ σ’ εἰς τὰ σαυτοῦ μᾶλλον ἐν τῷ νῦν λόγῳ;
ΟΙ. Ἐμοὶ μέν ἐσθ’ ἥδιστον εἰ σὺ μήτ’ ἐμὲ
πείθειν οἷός τ’ εἶ μήτε τούσδε τοὺς πέλας.
ΚΡ. Ὦ δύσμορ’, οὐδὲ τῷ χρόνῳ φύσας φανῇ
805 φρένας ποτ’, ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφῃ;
ΟΙ. Γλώσσῃ σὺ δεινός· ἄνδρα δ’ οὐδέν’ οἶδ’ ἐγὼ
δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.
ΚΡ. Χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὸ καίρια.
ΟΙ. Ὡς δὴ σὺ βραχέα, ταῦτα δ’ ἐν καιρῷ λέγεις.
810 ΚΡ. Οὐ δῆθ’ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.
ΟΙ. Ἄπελθ’, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με
φύλασσ’ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.
ΚΡ. Μαρτύρομαι τούσδ’, οὐ σέ. Πρὸς δὲ τοὺς φίλους
οἷ’ ἀνταμείβῃ ῥήματ’, ἤν σ’ ἕλω ποτέ -
815 ΟΙ. Τίς δ’ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;
ΚΡ. Ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσῃ.
ΟΙ. Ποίῳ σὺν ἔργῳ τοῦτ’ ἀπειλήσας ἔχεις;
ΚΡ. Παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ
ξυναρπάσας ἔπεμψα, τὴν δ’ ἄξω τάχα.
820 ΟΙ. Οἴμοι.
ΚΡ. Τάχ’ ἕξεις μᾶλλον οἰμώζειν τάδε.
ΟΙ. Τὴν παῖδ’ ἔχεις μου;
ΚΡ. Τήνδε τ’ οὐ μακροῦ χρόνου.
ΟΙ. Ἰὼ ξένοι, τί δράσετ’; ἦ προδώσετε,
κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;
ΧΟ. Χώρει, ξέν’, ἔξω θᾶσσον· οὔτε γὰρ τὰ νῦν
825 δίκαια πράσσεις οὔθ’ ἃ πρόσθεν εἴργασαι.
ΚΡ. Ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
ἄκουσαν, εἰ θέλουσα μὴ πορεύσεται.
ΑΝ. Οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω
θεῶν ἄρηξιν ἢ βροτῶν;
ΧΟ. Τί δρᾷς, ξένε·
830 ΚΡ. Οὐχ ἅψομαι τοῦδ’ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.
ΟΙ. Ὦ γῆς ἄνακτες.
ΧΟ. Ὦ ξέν’, οὐ δίκαια δρᾷς.
ΚΡ. Δίκαια.
ΧΟ. Πῶς δίκαια;
ΚΡ. Τοὺς ἐμοὺς ἄγω.
ΟΙ. Ἰὼ πόλις. Str.
ΧΟ. Τί δρᾷς, ὦ ξέν’; οὐκ ἀφήσεις; τάχ’ εἰς
835 βάσανον εἶ χερῶν.
ΚΡ. Εἴργου.
ΧΟ. Σοῦ μὲν οὔ, τάδε γε μωμένου.
ΚΡ. Πόλει μάχῃ γάρ, εἴ τι πημανεῖς ἐμέ.
ΟΙ. Οὐκ ἠγόρευον ταῦτ’ ἐγώ;
ΧΟ. Μέθες χεροῖν
τὴν παῖδα θᾶσσον.
ΚΡ. Μὴ ‘πίτασσ’ ἃ μὴ κρατεῖς.
840 ΧΟ. Χαλᾶν λέγω σοι.
ΚΡ. Σοὶ δ’ ἔγωγ’ ὁδοιπορεῖν.
ΧΟ. Πρόβαθ’ ὧδε, βᾶτε, βᾶτ’, ἔντοποι·
πόλις ἐναίρεται, πόλις ἐμά, σθένει·
πρόβαθ’ ὧδέ μοι.
ΑΝ. Ἀφέλκομαι δύστηνος, ὦ ξένοι, ξένοι.
845 ΟΙ. Ποῦ, τέκνον, εἶ μοι;
ΑΝ. Πρὸς βίαν πορεύομαι.
ΟΙ. Ὄρεξον, ὦ παῖ, χεῖρας.
ΑΝ. Ἀλλ’ οὐδὲν σθένω.
ΚΡ. Οὐκ ἄξεθ’ ὑμεῖς;
ΟΙ. Ὦ τάλας ἐγώ, τάλας.
ΚΡ. Οὔκουν ποτ’ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
ὁδοιπορήσεις· ἀλλ’ ἐπεὶ νικᾶν θέλεις
850 πατρίδα ‹τε› τὴν σὴν καὶ φίλους, ὑφ’ ὧν ἐγὼ
ταχθεὶς τάδ’ ἔρδω καὶ τύραννος ὢν ὅμως,
νίκα· χρόνῳ γάρ, οἶδ’ ἐγώ, γνώσῃ τάδε,
ὁθούνεκ’ αὐτὸς αὐτὸν οὔτε νῦν καλὰ
δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
855 ὀργῇ χάριν δοὺς ἥ σ’ ἀεὶ λυμαίνεται.
ΧΟ. Ἐπίσχες αὐτοῦ, ξεῖνε.
ΚΡ. Μὴ ψαύειν λέγω.
ΧΟ. Οὔτοι σ’ ἀφήσω, τῶνδέ γ’ ἐστερημένος.
ΚΡ. Καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.
860 ΧΟ. Ἀλλ’ ἐς τί τρέψῃ;
ΚΡ. Τόνδ’ ἀπάξομαι λαβών.
ΧΟ. Δεινὸν λέγεις ‹σύ›.
ΚΡ. Τοῦτο νῦν πεπράξεται,
ἢν μή μ’ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
ΟΙ. Ὦ φθέγμ’ ἀναιδές, ἦ σὺ γὰρ ψαύεις ἐμοῦ;
ΚΡ. Αὐδῶ σιωπᾶν.
ΟΙ. Μὴ γὰρ αἵδε δαίμονες
865 θεῖέν μ’ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,
ὅς μ’, ὦ κάκιστε, ψιλὸν ὄμμ’ ἀποσπάσας
πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχῃ βίᾳ.
Τοιγὰρ σὲ καὐτὸν καὶ γένος τὸ σὸν θεῶν
ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον
870 τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.
ΚΡ. Ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
ΟΙ. Ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσ’ ὅτι
ἔργοις πεπονθὼς ῥήμασίν σ’ ἀμύνομαι.
ΚΡ. Οὔτοι καθέξω θυμόν, ἀλλ’ ἄξω βίᾳ.
875 κεἰ μοῦνός εἰμι, τόνδε, καὶ γήρᾳ βαρύς.
ΟΙ. Ἰὼ τάλας. Ant.
ΧΟ. Ὅσον λῆμ’ ἔχων ἀφίκου, ξέν’, εἰ
τάδε δοκεῖς τελεῖν.
ΚΡ. Δοκῶ.
ΧΟ. Τάνδ’ ἄρ’ οὐκέτι νεμῶ πόλιν.
880 ΚΡ. Τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.
ΟΙ. Ἀκούεθ’ οἷα φθέγγεται;
ΧΟ. Τά γ’ οὐ τελεῖ,
‹σαφῶς ἐγᾦδα›.
ΚΡ. Ζεύς γ’ ἂν εἰδείη, σὺ δ’ οὔ.
ΧΟ. Ἆρ’ οὐχ ὕβρις τάδ’;
ΚΡ.
Ὕβρις, ἀλλ’ ἀνεκτέα.
ΧΟ. Ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
885 μόλετε σὺν τάχει, μόλετ’· ἐπεὶ πέραν
περῶσ’ οἵδε δή.
ΘΗ. Τίς ποθ’ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
βουθυτοῦντά μ’ ἀμφὶ βωμὸν ἔσχετ’ ἐναλίῳ θεῷ
τοῦδ’ ἐπιστάτῃ Κολωνοῦ; Λέξαθ’, ὡς εἰδῶ τὸ πᾶν,
890 οὗ χάριν δεῦρ’ ᾖξα θᾶσσον ἢ καθ’ ἡδονὴν ποδός.
ΟΙ. Ὦ φίλτατ’, ἔγνων γὰρ τὸ προσφώνημά σου,
πέπονθα δεινὰ τοῦδ’ ὑπ’ ἀνδρὸς ἀρτίως.
ΘΗ. Τὰ ποῖα ταῦτα; τίς δ’ ὁ πημήνας; λέγε.
ΟΙ. Κρέων ὅδ’ ὃν δέδορκας οἴχεται τέκνων
895 ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.
ΘΗ. Πῶς εἶπας;
ΟΙ. Οἷά περ πέπονθ’ ἀκήκοας.
ΘΗ. Οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
πρὸς τούσδε βωμοὺς πάντ’ ἀναγκάσει λεὼν
ἄνιππον ἱππότην τε θυμάτων ἄπο
900 σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι
μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,
ὡς μὴ παρέλθωσ’ αἱ κόραι, γέλως δ’ ἐγὼ
ξένῳ γένωμαι τῷδε χειρωθεὶς βίᾳ;
ἴθ’, ὡς ἄνωγα, σὺν τάχει. Τοῦτον δ’ ἐγώ,
905 εἰ μὲν δι’ ὀργῆς ἧκον ἧς ὅδ’ ἄξιος,
ἄτρωτον οὐ μεθῆκ’ ἂν ἐξ ἐμῆς χερός·
νῦν δ’ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ’ ἔχων,
τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.
Οὐ γάρ ποτ’ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν
910 κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·
ἐπεὶ δέδρακας οὔτ’ ἐμοῦ καταξίως
οὔθ’ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός,
ὅστις δίκαι’ ἀσκοῦσαν εἰσελθὼν πόλιν
κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ’ ἀφεὶς
915 τὰ τῆσδε τῆς γῆς κύρι’ ὧδ’ ἐπεισπεσὼν
ἄγεις θ’ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ·
καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ
ἔδοξας εἶναι, κἄμ’ ἴσον τῷ μηδενί.
Καίτοι σε Θῆβαί γ’ οὐκ ἐπαίδευσαν κακόν·
920 οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,
οὐδ’ ἄν σ’ ἐπαινέσειαν, εἰ πυθοίατο
συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ
ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
Οὔκουν ἔγωγ’ ἄν, σῆς ἐπεμβαίνων χθονός,
925 οὐδ’ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,
ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς
οὔθ’ εἷλκον οὔτ’ ἂν ἦγον, ἀλλ’ ἠπιστάμην
ξένον παρ’ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
Σὺ δ’ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
930 τὴν αὐτὸς αὐτοῦ, καί σ’ ὁ πληθύων χρόνος
γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
Εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
τὰς παῖδας ὡς τάχιστα δεῦρ’ ἄγειν τινά,
εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
935 εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι
τῷ νῷ θ’ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
ΧΟ. Ὁρᾷς ἵν’ ἥκεις, ὦ ξέν’; ὡς ἀφ’ ὧν μὲν εἶ
φαίνῃ δίκαιος, δρῶν δ’ ἐφευρίσκῃ κακά.
ΚΡ. Ἐγὼ οὔτ’ ἄνανδρον τήνδε τὴν πόλιν λέγω,
940 ὦ τέκνον Αἰγέως, οὔτ’ ἄβουλον, ὡς σὺ φῄς,
τοὔργον τόδ’ ἐξέπραξα, γιγνώσκων δ’ ὅτι
οὐδείς ποτ’ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι
ζῆλος ξυναίμων, ὥστ’ ἐμοῦ τρέφειν βίᾳ.
Ἤιδη δ’ ὁθούνεκ’ ἄνδρα καὶ πατροκτόνον
945 κἄναγνον οὐ δεξοίατ’, οὐδ’ ὅτῳ γάμοι
ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
Τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον
ἐγὼ ξυνῄδη χθόνιον ὄνθ’, ὃς οὐκ ἐᾷ
τοιούσδ’ ἀλήτας τῇδ’ ὁμοῦ ναίειν πόλει·
950 ᾧ πίστιν ἴσχων τήνδ’ ἐχειρούμην ἄγραν.
Καὶ ταῦτ’ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς
αὐτῷ τ’ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·
ἀνθ’ ὧν πεπονθὼς ἠξίουν τάδ’ ἀντιδρᾶν·
θυμοῦ γὰρ οὐδέν ἐστι γῆρας ἄλλο πλὴν
955 θανεῖν· θανόντων δ’ οὐδὲν ἄλγος ἅπτεται.
Πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ
ἐρημία με, κεἰ δίκαι’ ὅμως λέγω,
σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,
καὶ τηλικόσδ’ ὤν, ἀντιδρᾶν πειράσομαι.
960 ΟΙ. Ὦ λῆμ’ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,
πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,
965 τάχ’ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.
Ἐπεὶ καθ’ αὑτόν γ’ οὐκ ἂν ἐξεύροις ἐμοὶ
ἁμαρτίας ὄνειδος οὐδὲν ἀνθ’ ὅτου
τάδ’ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ’ ἡμάρτανον.
Ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
970 χρησμοῖσιν ἱκνεῖθ’ ὥστε πρὸς παίδων θανεῖν,
πῶς ἂν δικαίως τοῦτ’ ὀνειδίζοις ἐμοί,
ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,
οὐ μητρὸς εἶχον, ἀλλ’ ἀγέννητος τότ’ ἦ;
Εἰ δ’
αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ‘φάνην,
975 ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,
μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ’ ἔδρων,
πῶς ἂν τό γ’ ἆκον πρᾶγμ’ ἂν εἰκότως ψέγοις;
Μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνῃ γάμους
οὔσης ὁμαίμου σῆς μ’ ἀναγκάζων λέγειν
980 οἵους ἐρῶ τάχ’· οὐ γὰρ οὖν σιγήσομαι,
σοῦ γ’ εἰς τόδ’ ἐξελθόντος ἀνόσιον στόμα.
Ἔτικτε γάρ μ’ ἔτικτεν, ὤμοι μοι κακῶν,
οὐκ εἰδότ’ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με
αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.
985 Ἀλλ’ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ’ ἐμὲ
κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν
ἄκων ἔγημα, φθέγγομαί τ’ ἄκων τάδε.
Ἀλλ’ οὐ γὰρ οὔτ’ ἐν τοῖσδ’ ἀκούσομαι κακὸς
γάμοισιν οὔθ’ οὓς αἰὲν ἐμφέρεις σύ μοι
990 φόνους πατρῴους ἐξονειδίζων πικρῶς.