by Sophocles
ὦ πρέσβυ. Κομπεῖν δ’ οὐχὶ βούλομαι· σὺ δ’ ὢν
1210 σῶς ἴσθ’, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν.
ΧΟ. Ὅστις τοῦ πλέονος μέρους Str.
χρῄζει τοῦ μετρίου παρεὶς
ζώειν, σκαιοσύναν φυλάσ-
σων ἐν ἐμοὶ κατάδηλος ἔσται.
1215 Ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ
ἁμέραι κατέθεντο δὴ
λύπας ἐγγυτέρω, τὰ τέρ-
ποντα δ’ οὐκ ἂν ἴδοις ὅπου,
ὅταν τις ἐς πλέον πέσῃ
1220 τοῦ δέοντος· ὁ δ’ ἐπίκουρος ἰσοτέλεστος,
Ἄϊδος ὅτε Μοῖρ’ ἀνυμέναιος
ἄλυρος ἄχορος ἀναπέφηνε,
θάνατος ἐς τελευτάν.
Μὴ φῦναι τὸν ἅπαντα νι- Ant.
1225 κᾷ λόγον· τὸ δ’, ἐπεὶ φανῇ,
βῆναι κεῖθεν ὅθεν περ ἥ-
κει, πολὺ δεύτερον, ὡς τάχιστα.
Ὡς εὖτ’ ἂν τὸ νέον παρῇ
1230 κούφας ἀφροσύνας φέρον,
τίς πλάγχθη πολὺ μόχθος ἔ-
ξω; τίς οὐ καμάτων ἔνι;
φόνοι, στάσεις, ἔρις, μάχαι
1235 καὶ φθόνος· τό τε κατάμεμπτον ἐπιλέλογχε
πύματον ἀκρατὲς ἀπροσόμιλον
γῆρας ἄφιλον, ἵνα πρόπαντα
κακὰ κακῶν ξυνοικεῖ.
Ἐν ᾧ τλάμων ὅδ’, οὐκ ἐγὼ μόνος, Ep.
1240 πάντοθεν βόρειος ὥς τις ἀκτὰ
κυματοπλὴξ χειμερία κλονεῖται,
ὣς καὶ τόνδε κατ’ ἄκρας
δειναὶ κυματοαγεῖς
ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,
1245 αἱ μὲν ἀπ’ ἀελίου δυσμᾶν,
αἱ δ’ ἀνατέλλοντος,
αἱ δ’ ἀνὰ μέσσαν ἀκτῖν’,
αἱ δ’ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.
ΑΝ. Καὶ μὴν ὅδ’ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος
1250 ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, δι’ ὄμματος
ἀστακτὶ λείβων δάκρυον ὧδ’ ὁδοιπορεῖ.
ΟΙ. Τίς οὗτος;
ΑΝ. Ὅνπερ καὶ πάλαι κατείχομεν
γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.
ΠΟΛΥΝΕΙΚΗΣ
Οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ
1255 πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδ’ ὁρῶν
πατρὸς γέροντος; ὃν ξένης ἐπὶ χθονὸς
σὺν σφῷν ἐφηύρηκ’ ἐνθάδ’ ἐκβεβλημένον
ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς
γέρων γέροντι συγκατῴκηκεν πίνος
1260 πλευρὰν μαραίνων, κρατὶ δ’ ὀμματοστερεῖ
κόμη δι’ αὔρας ἀκτένιστος ᾄσσεται·
ἀδελφὰ δ’, ὡς ἔοικε, τούτοισιν φορεῖ
τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.
Ἁγὼ πανώλης ὄψ’ ἄγαν ἐκμανθάνω·
1265 καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς
ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ‘ξ ἄλλων πύθῃ.
Ἀλλ’ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων
Αἰδὼς ἐπ’ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,
παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων
1270 ἄκη μὲν ἔστι, προσφορὰ δ’ οὐκ ἔστ’ ἔτι.
Τί σιγᾷς;
Φώνησον, ὦ πάτερ, τι· μή μ’ ἀποστραφῇς·
οὐδ’ ἀνταμείβῃ μ’ οὐδέν, ἀλλ’ ἀτιμάσας
πέμψεις ἄναυδος, οὐδ’ ἃ μηνίεις φράσας;
1275 Ὦ σπέρματ’ ἀνδρὸς τοῦδ’, ἐμαὶ δ’ ὁμαίμονες,
πειράσατ’ ἀλλ’ ὑμεῖς γε κινῆσαι πατρὸς
τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα,
ὡς μή μ’ ἄτιμον, τοῦ θεοῦ γε προστάτην,
οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.
1280 ΑΝ. Λέγ’, ὦ ταλαίπωρ’, αὐτὸς ὧν χρείᾳ πάρει·
τὰ πολλὰ γάρ τοι ῥήματ’ ἢ τέρψαντά τι
ἢ δυσχεράναντ’ ἢ κατοικτίσαντά πως
παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.
ΠΟ. Ἀλλ’ ἐξερῶ· καλῶς γὰρ ἐξηγῇ σύ μοι·
1285 πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος
ἀρωγόν, ἔνθεν μ’ ὧδ’ ἀνέστησεν μολεῖν
ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ
λέξαι τ’ ἀκοῦσαί τ’ ἀσφαλεῖ σὺν ἐξόδῳ.
Καὶ ταῦτ’ ἀφ’ ὑμῶν, ὦ ξένοι, βουλήσομαι
1290 καὶ ταῖνδ’ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί·
ἃ δ’ ἦλθον ἤδη σοι θέλω λέξαι, πάτερ.
Γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,
τοῖς σοῖς πανάρχοις οὕνεκ’ ἐνθακεῖν θρόνοις
γονῇ πεφυκὼς ἠξίουν γεραιτέρᾳ.
1295 Ἀνθ’ ὧν μ’ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,
γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ,
οὔτ’ εἰς ἔλεγχον χειρὸς οὐδ’ ἔργου μολών,
πόλιν δὲ πείσας· ὧν ἐγὼ μάλιστα μὲν
τὴν σὴν Ἐρινὺν αἰτίαν εἶναι λέγω·
1300 ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.
Ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,
λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας
ἔστησ’ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας
πρῶτοι καλοῦνται καὶ τετίμηνται δορί,
1305 ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον
ξὺν τοῖσδ’ ἀγείρας ἢ θάνοιμι πανδίκως
ἢ τοὺς τάδ’ ἐκπράξαντας ἐκβάλοιμι γῆς.
Εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ;
σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων
1310 αὐτός τ’ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν,
οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε
/> λόγχαις τὸ Θήβης πεδίον ἀμφεστᾶσι πᾶν·
οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν
δόρει κρατύνων, πρῶτα δ’ οἰωνῶν ὁδοῖς·
1315 ὁ δεύτερος δ’ Αἰτωλός, Οἰνέως τόκος,
Τυδεύς· τρίτος δ’ Ἐτέοκλος, Ἀργεῖος γεγώς·
τέταρτον Ἱππομέδοντ’ ἀπέστειλεν πατὴρ
Ταλαός· ὁ πέμπτος δ’ εὔχεται κατασκαφῇ
Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·
1320 ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,
ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ
μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·
ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ
πότμου φυτευθείς, σός γέ τοι καλούμενος,
1325 ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.
Οἵ σ’ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,
ἱκετεύομεν ξύμπαντες, ἐξαιτούμενοι
μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ
τῷδ’ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,
1330 ὅς μ’ ἐξέωσεν κἀπεσύλησεν πάτρας.
Εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,
οἷς ἂν σὺ προσθῇ, τοῖσδ’ ἔφασκ’ εἶναι κράτος.
Πρός νύν σε κρηνῶν, πρὸς θεῶν ὁμογνίων
αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ
1335 πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ·
ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε
κἀγώ, τὸν αὐτὸν δαίμον’ ἐξειληχότες.
Ὁ δ’ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ,
κοινῇ καθ’ ἡμῶν ἐγγελῶν ἁβρύνεται·
1340 ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσῃ φρενί,
βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.
Ὥστ’ ἐν δόμοισι τοῖσι σοῖς στήσω σ’ ἄγων,
στήσω δ’ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.
Καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι
1345 κομπεῖν, ἄνευ σοῦ δ’ οὐδὲ σωθῆναι σθένω.
ΧΟ. Τὸν ἄνδρα, τοῦ πέμψαντος οὕνεκ’, Οἰδίπους,
εἰπὼν ὁποῖα ξύμφορ’ ἔκπεμψαι πάλιν.
ΟΙ. Ἀλλ’ εἰ μέν, ἄνδρες τῆσδε δημοῦχοι χθονός,
μὴ ‘τύγχαν’ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ
1350 Θησεύς, δικαιῶν ὥστ’ ἐμοῦ κλύειν λόγους,
οὔ τἄν ποτ’ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·
νῦν δ’ ἀξιωθεὶς εἶσι κἀκούσας γ’ ἐμοῦ
τοιαῦθ’ ἃ τὸν τοῦδ’ οὔποτ’ εὐφρανεῖ βίον·
ὅς γ’, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,
1355 ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει,
τὸν αὐτὸς αὐτοῦ πατέρα τόνδ’ ἀπήλασας,
κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,
ἃς νῦν δακρύεις εἰσορῶν, ὅτ’ ἐν πόνῳ
ταὐτῷ βεβηκὼς τυγχάνεις ἄκων ἐμοί.
1360 Οὐ κλαυστὰ δ’ ἐστίν, ἀλλ’ ἐμοὶ μὲν οἰστέα
τάδ’, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·
σὺ γάρ με μόχθῳ τῷδ’ ἔθηκας ἔντροφον,
σύ μ’ ἐξέωσας, ἐκ σέθεν δ’ ἀλώμενος
ἄλλους ἐπαιτῶ τὸν καθ’ ἡμέραν βίον.
1365 Εἰ δ’ ἐξέφυσα τάσδε μὴ ‘μαυτῷ τροφοὺς
τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·
νῦν δ’ αἵδε μ’ ἐκσῴζουσιν, αἵδ’ ἐμαὶ τροφοί,
αἵδ’ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·
ὑμεῖς δ’ ἀπ’ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.
1370 Τοιγάρ σ’ ὁ δαίμων εἰσορᾷ μέν, - οὔ τί πω
ὡς αὐτίκ’, εἴπερ οἵδε κινοῦνται λόχοι
πρὸς ἄστυ Θήβης. Οὐ γὰρ ἔσθ’ ὅπως πόλιν
κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι
πεσῇ μιανθεὶς χὠ ξύναιμος ἐξ ἴσου.
1375 Τοιάσδ’ Ἀρὰς σφῷν πρόσθε τ’ ἐξανῆκ’ ἐγώ,
νῦν τ’ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,
ἵν’ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν,
καὶ μὴ ‘ξατιμάζητον, εἰ τυφλοῦ πατρὸς
τοιώδ’ ἔφυτον· αἵδε γὰρ τάδ’ οὐκ ἔδρων.
1380 Τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους
κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος
Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.
Σὺ δ’ ἔρρ’ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,
κακῶν κάκιστε, τάσδε συλλαβὼν Ἀράς,
1385 ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου
δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε
τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ
θανεῖν κτανεῖν θ’ ὑφ’ οὗπερ ἐξελήλασαι.
Τοιαῦτ’ ἀρῶμαι, καὶ καλῶ τοῦ Ταρτάρου
1390 στυγνὸν τὸ πρῶτον ἔρεβος, ὥς σ’ ἀποικίσῃ,
καλῶ δὲ τάσδε δαίμονας, καλῶ δ’ Ἄρη
τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.
Καὶ ταῦτ’ ἀκούσας στεῖχε κἀξάγγελλ’ ἰὼν
καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θ’ ἅμα
1395 πιστοῖσι συμμάχοισιν, οὕνεκ’ Οἰδίπους
τοιαῦτ’ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.
ΧΟ. Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
ξυνήδομαί σοι, νῦν τ’ ἴθ’ ὡς τάχος πάλιν.
ΠΟ. Οἴμοι κελεύθου τῆς τ’ ἐμῆς δυσπραξίας,
1400 οἴμοι δ’ ἑταίρων· οἷον ἆρ’ ὁδοῦ τέλος
Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,
τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι
ἔξεσθ’ ἑταίρων, οὐδ’ ἀ�
�οστρέψαι πάλιν,
ἀλλ’ ὄντ’ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.
1405 Ὦ τοῦδ’ ὅμαιμοι παῖδες, ἀλλ’ ὑμεῖς, ἐπεὶ
τὰ σκληρὰ πατρὸς κλύετε τοῦδ’ ἀρωμένου,
μή τοί με πρὸς θεῶν σφώ γ’, ἐὰν αἱ τοῦδ’ ἀραὶ
πατρὸς τελῶνται καί τις ὑμὶν ἐς δόμους
νόστος γένηται, μή μ’ ἀτιμάσητέ γε,
1410 ἀλλ’ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.
Καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον
τοῦδ’ ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα
ἔτ’ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.
ΑΝ. Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.
1415 ΠΟ. Ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε.
ΑΝ. Στρέψαι στράτευμ’ ἐς Ἄργος ὡς τάχιστά γε,
καὶ μὴ σέ τ’ αὐτὸν καὶ πόλιν διεργάσῃ.
ΠΟ. Ἀλλ’ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν
στράτευμ’ ἄγοιμι ταὐτὸν εἰσάπαξ τρέσας;
1420 ΑΝ. Τί δ’ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι
πάτραν κατασκάψαντι κέρδος ἔρχεται;
ΠΟ. Αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ’ ἐμὲ
οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.
ΑΝ. Ὁρᾷς τὰ τοῦδ’ οὖν ὥς ‹σ’› ἐς ὀρθὸν ἐκφέρει
1425 μαντεύμαθ’ ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;
ΠΟ. Χρῄζει γάρ· ἡμῖν δ’ οὐχὶ συγχωρητέα.
ΑΝ. Οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων
τὰ τοῦδ’ ἕπεσθαι τἀνδρός, οἷ’ ἐθέσπισεν;