by Sophocles
1650 ἄνακτα δ’ αὐτὸν ὀμμάτων ἐπίσκιον
χεῖρ’ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος
φόβου φανέντος οὐδ’ ἀνασχετοῦ βλέπειν.
Ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ
ὁρῶμεν αὐτὸν Γῆν τε προσκυνοῦνθ’ ἅμα
1655 καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ.
Μόρῳ δ’ ὁποίῳ κεῖνος ὤλετ’ οὐδ’ ἂν εἷς
θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα·
οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ
κεραυνὸς ἐξέπραξεν οὔτε ποντία
1660 θύελλα κινηθεῖσα τῷ τότ’ ἐν χρόνῳ,
ἀλλ’ ἤ τις ἐκ θεῶν πομπός, ἢ τὸ νερτέρων
εὔνουν διαστὰν γῆς ἀλάμπετον βάθρον.
Ἀνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις
ἀλγεινὸς ἐξεπέμπετ’, ἀλλ’ εἴ τις βροτῶν
1665 θαυμαστός. Εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,
οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.
ΧΟ. Ποῦ δ’ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;
ΑΓ. Αἵδ’ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες
φθόγγοι σφε σημαίνουσι δεῦρ’ ὁρμωμένας.
1670 ΑΝ. Αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ Str. 1 .
οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
ᾧ τινι τὸν πολὺν
ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
1675 ἐν πυμάτῳ δ’ ἀλόγιστα παροίσομεν
ἰδόντε καὶ παθούσα.
ΧΟ. Τί δ’ ἔστιν;
ΑΝ. Ἔστιν μὲν εἰκάσαι, φίλοι.
ΧΟ. Βέβηκεν;
ΑΝ. Ὡς μάλιστ’ ἂν ἐν πόθῳ λάβοις.
Τί γάρ; ὅτῳ μήτ’ Ἄρης
1680 μήτε πόντος ἀντέκυρσεν,
ἄσκοποι δὲ πλάκες ἔμαρψαν
ἐν ἀφανεῖ τινι μόρῳ
φερόμενον· τάλαινα, νῷν δ’ ὀλεθρία
νὺξ ἐπ’ ὄμμασιν βέβακε·
1685 πῶς γὰρ ἤ τιν’ ἀπίαν
γᾶν ἢ πόντιον κλύ-
δων’ ἀλώμεναι βίου δύσ-
οιστον ἕξομεν τροφάν;
ΙΣ. Οὐ κάτοιδα. Κατά με φόνιος
Ἀΐδας ἕλοι πατρὶ
1690 ξυνθανεῖν γεραιῷ
τάλαιναν, ὡς ἔμοιγ’ ὁ μέλ-
λων βίος οὐ βιωτός.
ΧΟ. Ὦ διδύμα τέκνων ἀρίσ-
τα, τὸ φέρον καλῶς φέρειν,
1695 μηδ‹έ γ’› ἄγαν φλέγεσθον; οὔ
τοι κατάμεμπτ’ ἔβητον.
ΑΝ. Πόθος ‹τοι› καὶ κακῶν ἄρ’ ἦν τις· Ant. 1 .
καὶ γὰρ ὃ μηδαμὰ δὴ τὸ φίλον, φίλον,
ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.
1700 Ὦ πάτερ, ὦ φίλος,
ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος,
οὐδὲ γὰρ ὣς ἀφίλητος ἐμοί ποτε
καὶ τᾷδε μὴ κυρήσῃς.
ΧΟ. Ἔπραξεν -
ΑΝ. Ἔπραξεν οἷον ἤθελεν.
1705 ΧΟ. Τὸ ποῖον;
ΑΝ. Ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας
ἔθανε· κοίταν δ’ ἔχει
νέρθεν εὐσκίαστον αἰέν,
οὐδὲ πένθος ἔλιπ’ ἄκλαυτον.
Ἀνὰ γὰρ ὄμμα σε τόδ’, ὦ
1710 πάτερ, ἐμὸν στένει δακρῦον, οὐδ’ ἔχω
πῶς με χρὴ τὸ σὸν τάλαιναν
ἀφανίσαι τοσόνδ’ ἄχος.
Ὤμοι, γᾶς ἐπὶ ξέ-
νας θανεῖν ἔχρῃζες· ἀλλ’ ἔ-
ρημος ἔθανες ὧδέ μοι.
1715 ΙΣ. Ὦ τάλαινα, τίς ἄρα με πότμος
ἐπιμένει σέ τ’, ὦ φίλα,
πατρὸς ὧδ’ ἐρήμας;
˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ
ˉ ˘ ˘ ˉ ˘ ˉ ˉ
1720 ΧΟ. Ἀλλ’ ἐπεὶ ὀλβίως γ’ ἔλυ-
σεν τὸ τέλος, φίλαι, βίου,
λήγετε τοῦδ’ ἄχους· κακῶν
γὰρ δυσάλωτος οὐδείς.
ΑΝ. Πάλιν, φίλα, συθῶμεν. Str. 2 .
ΙΣ. Ὡς τί ῥέξομεν;
1725 ΑΝ. Ἵμερος ἔχει με -
ΙΣ. Τίς;
ΑΝ. τὰν χθόνιον ἑστίαν ἰδεῖν -
ΙΣ. Τίνος;
ΑΝ. πατρός, τάλαιν’ ἐγώ.
ΙΣ. Θέμις δὲ πῶς τάδ’ ἐστί; μῶν
οὐχ ὁρᾷς;
1730 ΑΝ. Τί τόδ’ ἐπέπληξας;
ΙΣ. Καὶ τόδ’, ὡς -
ΑΝ. Τί τόδε μάλ’ αὖθις;
ΙΣ. ἄταφος ἔπιτνε δίχα τε παντός.
ΑΝ. Ἄγε με, καὶ τότ’ ‹ἐπ›ενάριξον.
ΙΣ. ˉ ˉ
ΑΝ. ˉ ˉ ˘ ˉ ˘
ΙΣ. Αἰαῖ, δυστάλαινα,
1735 ποῖ δῆτ’ αὖθις ὧδ’ ἔρημος ἄπορος
αἰῶνα τλάμον’ ἕξω;
ΧΟ. Φίλαι, τρέσητε μηδέν. Ant. 2 .
ΑΝ. Ἀλλὰ ποῖ φύγω;
ΧΟ. Καὶ πάρος ἀπέφυγε -
ΑΝ. Τί;
1740 ΧΟ. ‹τὰ› σφῷν τὸ μὴ πίτνειν κακῶς.
ΑΝ. Φρονῶ -
ΧΟ. Τί δῆθ’ ὑπερνοεῖς;
ΑΝ. Ὅπως μολούμεθ’ ἐς δόμους,
οὐκ ἔχω.
ΧΟ. Μηδέ γε μάτευε.
ΑΝ. Μόγος ἔχει.
ΧΟ. Καὶ πάρος ἐπεῖ‹χεν›.
1745 ΑΝ. Τοτὲ μὲν ἄπορα, τοτὲ δ’ ὕπερθεν.
ΧΟ. Μέγ’ ἄρα πέλαγος ἐλάχετόν τι.
ΑΝ. Ναὶ ναί.
ΧΟ. Ξύμφημι καὐτός.
ΑΝ. Φεῦ φεῦ, ποῖ μόλωμεν,
ὦ Ζεῦ; ἐλπίδων γὰρ ἐς τί‹ν’ ἔτι› με
1750
δαίμων τανῦν γ’ ἐλαύνει;
ΘΗ. Παύετε θρῆνον, παῖδες· ἐν οἷς γὰρ
χάρις ἡ χθονία ξύν’ ἀπόκειται
πενθεῖν οὐ χρή· νέμεσ
ις γάρ.
ΑΝ. Ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι.
1755 ΘΗ. Τίνος, ὦ παῖδες, χρείας ἀνύσαι;
ΑΝ. Τύμβον θέλομεν
προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου.
ΘΗ. Ἀλλ’ οὐ θεμιτὸν κεῖσ’ ἔ‹στι› μολεῖν.
ΑΝ. Πῶς εἶπας, ἄναξ, κοίραν’ Ἀθηνῶν;
1760 ΘΗ. Ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος
μήτε πελάζειν ἐς τούσδε τόπους
μήτ’ ἐπιφωνεῖν μηδένα θνητῶν
θήκην ἱερὰν ἣν κεῖνος ἔχει.
Καὶ ταῦτά μ’ ἔφη πράσσοντα καλῶς
1765 χώραν ἕξειν αἰὲν ἄλυπον.
Ταῦτ’ οὖν ἔκλυεν δαίμων ἡμῶν
χὠ πάντ’ ἀΐων Διὸς Ὅρκος.
ΑΝ. Ἀλλ’ εἰ τάδ’ ἔχει κατὰ νοῦν κείνῳ,
ταῦτ’ ἂν ἀπαρκοῖ· Θήβας δ’ ἡμᾶς
1770 τὰς ὠγυγίους πέμψον, ἐάν πως
διακωλύσωμεν ἰόντα φόνον
τοῖσιν ὁμαίμοις.
ΘΗ. Δράσω καὶ τάδε, καὶ πάνθ’ ‹ὁπ›όσ’ ἂν
μέλλω πράσσειν πρόσφορά θ’ ὑμῖν
1775 καὶ τῷ κατὰ γῆς ὃς νέον ἔρρει
πρὸς χάριν, οὐ δεῖ μ’ ἀποκάμνειν.
ΧΟ. Ἀλλ’ ἀποπαύετε μηδ’ ἐπὶ πλείω
θρῆνον ἐγείρετε·
πάντως γὰρ ἔχει τάδε κῦρος.
FRAGMENTS
CONTENTS
ΑΔΜΗΤΟΣ
ΑΘΑΜΑΣ Α΄ et Β΄
ΑΙΑΣ ΛΟΚΡΟΣ
ΑΙΓΕΥΣ
ΑΙΓΙΣΘΟΣ
ΑΙΘΙΟΠΕΣ
ΑΙΧΜΑΛΩΤΙΔΕΣ
ΑΚΡΙΣΙΟΣ
ΑΛΕΑΔΑΙ
ΑΛΕΙΤΗΣ
ΑΛΕΞΑΝΔΡΟΣ
ΑΛΗΤΗΣ vide ΑΛΕΙΤΗΣ
ΑΛΚΗΣΤΙΣ
ΑΛΚΜΕΩΝ
ΑΜΥΚΟΣ ΣΑΤΥΡΙΚΟΣ
ΑΜΦΙΑΡΕΩΣ - ΑΜΦΙΑΡΕΩΣ ΣΑΤΥΡΙΚΟΣ
ΑΜΦΙΤΡΥΩΝ
ΑΝΔΡΟΜΑΧΗ
ΑΝΔΡΟΜΕΔΑ
ΑΝΤΗΝΟΡΙΔΑΙ
ΑΤΡΕΥΣ Η ΜΥΚΗΝΑΙΑΙ
ΑΥΓΗ
ΑΧΑΙΩΝ ΣΥΛΛΟΓΟΣ
ΑΧΙΛΛΕΩΣ ΕΡΑΣΤΑΙ ‹ΣΑΤΥΡΟΙ›
ΒΑΚΧΑΙ
ΔΑΙΔΑΛΟΣ
ΔΑΝΑΗ
ΔΙΟΝΥΣΙΣΚΟΣ ΣΑΤΥΡΙΚΟΣ
ΔΟΛΟΠΕΣ
ΕΛΕΝΗ
ΕΛΕΝΗΣ ΑΠΑΙΤΗΣΙΣ
ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ
ΕΛΕΝΗΣ ΓΑΜΟΣ
ΕΠΙΓΟΝΟΙ
ΕΠΙ ΤΑΙΝΑΡΩΙ (vel ΕΠΙΤΑΙΝΑΡΙΟΙ) ΣΑΤΥΡΟΙ
ΕΡΙΣ
ΕΡΙΦΥΛΗ
ΕΡΜΙΟΝΗ
ΕΥΜΗΛΟΣ
ΕΥΡΥΑΛΟΣ
ΕΥΡΥΠΥΛΟΣ
ΕΥΡΥΣΑΚΗΣ
ΗΡΑΚΛΕΙΣΚΟΣ ΣΑΤΥΡΙΚΟΣ
ΗΡΑΚΛΗΣ ΣΑΤΥΡΙΚΟΣ
ΗΡΙΓΟΝΗ
ΘΑΜΥΡΑΣ
ΘΗΣΕΥΣ
ΘΥΕΣΤΗΣ
ΙΑΜΒΗ
ΙΒΗΡΕΣ
ΙΝΑΧΟΣ
ΙΝΩ
ΙΞΙΩΝ
ΙΟΒΑΤΗΣ
ΙΟΚΑΣΤΗ
ΙΟΚΛΗΣ vide ΟΙΚΛΗΣ
ΙΠΠΟΔΑΜΕΙΑ vide ΟΙΝΟΜΑΟΣ
ΙΠΠΟΝΟΥΣ
ΙΦΙΓΕΝΕΙΑ
ΙΦΙΚΛΗΣ
ΙΧΝΕΥΤΑΙ ΣΑΤΥΡΟΙ
ΙΩΝ
ΚΑΜΙΚΟΙ
ΚΕΡΒΕΡΟΣ
ΚΗΔΑΛΙΩΝ ΣΑΤΥΡΙΚΟΣ
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
ΚΟΛΧΙΔΕΣ
ΚΡΕΟΥΣΑ
ΚΡΗΤΕΣ
ΚΡΙΣΙΣ ΣΑΤΥΡΙΚΗ
ΚΩΜΟΣ
ΚΩΦΟΙ ΣΑΤΥΡΟΙ
ΛΑΚΑΙΝΑΙ
ΛΑΟΚΟΩΝ
ΛΑΡΙΣΑΙΟΙ
ΛΗΜΝΙΑΙ
ΜΑΝΤΕΙΣ Η ΠΟΛΥΙΔΟΣ
ΜΕΛΕΑΓΡΟΣ
ΜΕΜΝΩΝ
ΜΗΔΕΙΑ
ΜΙΝΩΣ
ΜΟΥΣΑΙ
ΜΥΚΗΝΑΙΑΙ vide ΑΤΡΕΥΣ
ΜΥΣΟΙ
ΜΩΜΟΣ ΣΑΤΥΡΙΚΟΣ
ΝΑΙ(Α)ΔΕΣ
ΝΑΥΠΛΙΟΣ ΚΑΤΑΠΛΕΩΝ et ΝΑΥΠΛΙΟΣ ΠΥΡΚΑΕΥΣ
ΝΑΥΣΙΚΑΑ Η ΠΛΥΝΤΡΙΑΙ
ΝΕΑΝΙΣΚΟΙ
ΝΕΟΠΤΟΛΕΜΟΣ
ΝΙΟΒΗ
ΝΙΠΤΡΑ
ΞΟΑΝΗΦΟΡΟΙ
ΟΔΥΣΣΕΥΣ ΑΚΑΝΘΟΠΛΗΞ
ΟΔΥΣΣΕΥΣ ΜΑΙΝΟΜΕΝΟΣ
ΟΙΚΛΗΣ
ΟΙΛΕΥΣ
ΟΙΝΕΥΣ
ΟΙΝΟΜΑΟΣ
ΟΙΝΩΝΗ
ΠΑΛΑΜΗΔΗΣ
ΠΑΝΔΑΡΟΣ
ΠΑΝΔΩΡΑ Η ΣΦΥΡΟΚΟΠΟΙ
ΠΕΛΙΑΣ
ΠΗΛΕΥΣ
ΠΛΥΝΤΡΙΑΙ vide ΝΑΥΣΙΚΑΑ
ΠΟΙΜΕΝΕΣ
ΠΟΛΥΙΔΟΣ vide ΜΑΝΤΕΙΣ
ΠΟΛΥΞΕΝΗ
ΠΡΙΑΜΟΣ
ΠΡΟΚΡΙΣ
ΠΡΟΜΗΘΕΥΣ
ΠΤΩΧΕΙΑ
ΡΙΖΟΤΟΜΟΙ
ΣΑΛΜΩΝΕΥΣ ΣΑΤΥΡΙΚΟΣ
ΣΙΝΩΝ
ΣΙΣΥΦΟΣ
ΣΚΥΘΑΙ
ΣΚΥΡΙΟΙ
ΣΥΝΔΕΙΠΝΟΙ vel ΣΥΝΔΕΙΠΝΟΝ
ΣΦΥΡΟΚΟΠΟΙ vide ΠΑΝΔΩΡΑ
ΤΑΝΤΑΛΟΣ
ΤΕΥΚΡΟΣ
ΤΗΛΕΦΕΙΑ
ΤΗΛΕΦΟΣ
ΤΗΡΕΥΣ
ΤΡΙΠΤΟΛΕΜΟΣ
ΤΡΩΙΛΟΣ
ΤΥΜΠΑΝΙΣΤΑΙ
ΤΥΝΔΑΡΕΩΣ
ΤΥΡΩ Α et Β
ΥΒΡΙΣ ΣΑΤΥΡΙΚΗ
ΥΔΡΟΦΟΡΟΙ
ΦΑΙΑΚΕΣ
ΦΑΙΔΡΑ
ΦΘΙΩΤΙΔΕΣ
ΦΙΛΟΚΤΗΤΗΣ Ο ΕΝ ΤΡΟΙΑΙ
ΦΙΝΕΥΣ Α et Β
ΦΟΙΝΙΞ
ΦΡΙΞΟΣ
ΦΡΥΓΕΣ
ΧΡΥΣΗΣ
ΩΡΕΙΘΥΙΑ
ΘΗΣΕΥΣ
ΑΔΜΗΤΟΣ
ΑΘΑΜΑΣ Α΄ et Β΄
καταγνῶναι
ἕρκεσι
ἑψία
ὡς ὢν ἄπαις τε κἀγύναιξ κἀνέστιος
Νεφέλη
οἴνῳ γὰρ ἡμῖν Ἁχελῷος ἆρα νᾷ
λευκὴν ἡμέραν
ἀγχήρης
ἔπιπλα (an ον)
ἐπισίγματα
ἐχρωματίσθη
ΑΙΑΣ ΛΟΚΡΟΣ
...
[].[
[]υμ[.]ν̣ι̣[
[]ταδε
[].ω
5 []τ̣ομεις
[].ημενη
[]’ ὀλεῖς
[].άνειν
[ ]π̣ής
10 [ ].’ ἐμοῦ
[ �
�� ]χ̣έων
[ ].[.].[.].[
...
...
το[
αλ[
πο[
ΑΙΑΣ· σηκ̣[
5λ̣α.[
οὐκει.[
‹ΑΙ.› πολλή.[
ἀλλουχο̣[
‹ΑΙ.› ἀλλ’ οὑμο[
10 οὔτ’ ἂν πυ[
‹ΑΙ.› θανεῖν γα[
οὔπω παρε[
‹ΑΙ.› θρασύς γ’ ομ.[
πολλῶν γα[
15 ΑΙ. ἀλλ’ ἡ μα.[
Λοκρῶν ε[
π̣α̣ι̣π̣ὲ̣..[
...
...
... [..]υτ̣ε̣λ̣ευτα[ ]
Α]Θ̣ΗΝΑ· ποίο̣υ Δρύαντος κε̣ῖνος ἐγγόν[
Τροίαν ἐπεστράτευσεν, Ὠργεῖοι; τ[
ὃς τἆ̣ργα ταῦτα πρὸς θεοὺς ἐμή[σατο;
5 μῶν̣ τῶν ἔνερθεν ἐξανέστηκ[εν
ὁ βυ̣[ρ]σο̣φώνης Ζηνὶ Σαλμωνε[ ;
τίν[ ]σ̣ εἰκάσω τάδ’ ἔργ̣[
ὅστι̣[ς ]α̣κολλητον βρε̣[
[ ]τ̣ρεψεν, ἐκ δὲ φο̣ι̣[
10 [ ]νον .[
...
[]ξυνεργω[
[ ].αλασσε..[
[ ].λωντᾶσ.[
[ ]σ̣αν εἶτε π[
[ φρ]ιξοχαίτῃ [
15 [ ]υμεν π[
[ ].ωι.[
[ ].οισ.[
[ ]στα[
[ ]του[
10 ...
...
τ[
ερ.[
λα[
κα[
5 ωρ[
ΧΟ. οιμ̣[
φρ[
ΕΛ]Ι̣ΚΑΩ(Ν)· ου[