by Sophocles
μὴ πάντ’ ἐρεύνα· πολλὰ καὶ λαθεῖν καλόν
κοὐκ οἶδ’ ὅ τι χρὴ πρὸς ταῦτα λέγειν,
ὅταν οἵ γ’ ἀγαθοὶ πρὸς τῶν ἀγενῶν
κατανικῶνται·
ποία πόλις ἂν τάδ’ ἐνέγκοι;
δοκῶ μέν, οὐδείς. ἀλλ’ ὅρα μὴ κρεῖσσον ᾖ
καὶ δυσσεβοῦντα τῶν ἐναντίων κρατεῖν
ἢ δοῦλον αὐτὸν ὄντα τῶν πέλας κλύειν
Α. παῦσαι· καταρκεῖ τοῦδε κεκλῆσθαι πατρός.
Β. εἴπερ πέφυκάς γ’· εἰ δὲ μή, μείζων βλάβη.
Α. τό τοι νομισθὲν τῆς ἀληθείας κρατεῖ.
Α. ὁ δὴ νόθος τις γνησίοις ἴσον σθενεῖ;
Β. ἅπαν τὸ χρηστὸν γνησίαν ἔχει φύσιν.
τὰ χρήματ’ ἀνθρώποισιν εὑρίσκει φίλους,
αὖθις δὲ τιμάς, εἶτα τῆς ὑπερτάτης
τυραννίδος θακοῦσιν ἀγχίστην ἕδραν.
ἔπειτα δ’ οὐδεὶς ἐχθρὸς οὔτε φύεται
eπρὸς χρήμαθ’ οἵ τε φύντες ἀρνοῦνται στυγεῖν.
δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς τε τἄβατα
καὶ πρὸς τὰ βατά, χὠπόθεν πένης ἀνὴρ
οὐδ’ ἐντυχὼν δύναιτ’ ἂν ὧν ἐρᾷ τυχεῖν.
καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον
jγλώσσῃ σοφὸν τίθησιν εὔμορφόν τ’ ἰδεῖν.
μόνῳ δὲ χαίρειν κἀν νόσων ξυνουσίᾳ
πάρεστιν αὐτῷ κἀπικρύπτεσθαι κακά.
νομάς τέ τις κεροῦσσ’ ἀπ’ ὀρθίων πάγων
καθεῖρπεν ἔλαφος (sc. ἡ Τηλέφου τροφόσ)
ἄρασα μύξας ˉ˘ καὶ κερασφόρους
στόρθυγγας εἷρφ’ ἕκηλος
ἐφυμνεῖς
φρονεῖν
ΑΛΕΙΤΗΣ
ΑΛΕΞΑΝΔΡΟΣ
ἀλλ’ οὐκ ἄτλας γὰρ βάσανος ἡ Λυδὴ λίθος
οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει
βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;
στείχων δ’ ἀγρώστην ὄχλον ˉˉ˘ˉ
ἀμαλθεύειν
δύσαυλος
Ἐφέσεια
θηλάστρια
μαιεύτριαν
μνείαν (μνήμην)
ψαλάσσων
ΑΛΗΤΗΣ vide ΑΛΕΙΤΗΣ
ΑΛΚΗΣΤΙΣ
ΑΛΚΜΕΩΝ
εἴθ’ εὖ φρονήσαντ’ εἰσίδοιμί πως φρενῶν
ἐπήβολον καλῶν σε
αἰνῶ
ἀραίας
ΑΜΥΚΟΣ ΣΑΤΥΡΙΚΟΣ
γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί
σιαγόνας τε δὴ
μαλθακὰς τίθησι
ΑΜΦΙΑΡΕΩΣ - ΑΜΦΙΑΡΕΩΣ ΣΑΤΥΡΙΚΟΣ
ὁ πινοτήρης τοῦδε μάντεως χοροῦ
ἔνθ’ οὔτε πέλλεις οἷ ἄγραυλος βότος†
ἔτ’ αὖ[ ] ὥσπερ ἁλιεὺς πληγεὶς [ φρ]ενῶν διδάσκαλον
ἁγνίσαι
ἀλεξαίθριον
τρασιά
φρονεῖν
ὡρακιᾶσαι θλιβομένης τῆς καρδίας
ΑΜΦΙΤΡΥΩΝ
ἐπεὶ δὲ βλάστοι, τῶν τριῶν μίαν λαβεῖν
εὔσοιαν ἀρκεῖ
ἀμφιτέρμως
ἄτμητον()
ΑΝΔΡΟΜΑΧΗ
παρασάγγης
ΑΝΔΡΟΜΕΔΑ
ἡμιουτὸν†κούρειον ᾑρέθη πόλει·
νόμος γάρ ἐστι τοῖσι βαρβάροις Κρόνῳ
θυηπολεῖν βρότειον ἀρχῆθεν() γένος.
ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα;
μηδὲν φοβεῖσθε προσφάτους ἐπιστολάς
ἡ δυστυχὴς ἀθῷος ἐκκρεμωμένη
ἰδοὺ δαφοινὸν μάσθλητα δίγονον
αὐτοχειλέσι ληκύθοις
ἀμφίπρυμνον
ἀμβλύσκει
...
[....]ειτου.[
[....]ανα.[
[...]ε.[.]ρατ’ ε[
[...].σσαίω[
5 εισι...ουδ’ [
ζευξίλεως [
τῷ Λιβυκῷ [
]τελ̣.[
...
οἰήτας
σάρητον()
Πᾶνες
ΑΝΤΗΝΟΡΙΔΑΙ
ὄρνιθα καὶ κήρυκα καὶ διάκονον
ἀφεψιασάμην
ἐκβαβάξαι
ΑΤΡΕΥΣ Η ΜΥΚΗΝΑΙΑΙ
μὰ τὴν ἐκείνου δειλίαν, ᾗ βόσκεται,
θῆλυς μὲν αὐτός, ἄρσενας δ’ ἐχθροὺς ἔχων
ἐπισπάσει
ΑΥΓΗ
ΑΧΑΙΩΝ ΣΥΛΛΟΓΟΣ
ὡς ναοφύλακες νυκτέρου ναυκληρίας
πλήκτροις ἀπευθύνουσιν οὐρίαν τρόπιν
σὺ δ’ ἐν θρόνοισι γραμμάτων πτυχὰς ἔχων
νέμ’ εἴ τις οὐ πάρεστιν ὃς ξυνώμοσεν
φάλανθον Νέστορος κάρα
ἐκκεκώπηται
ἐπιξενοῦσθαι
ἐπισειούσης
ξυμβόλους
ΑΧΙΛΛΕΩΣ ΕΡΑΣΤΑΙ ‹ΣΑΤΥΡΟΙ›
τὸ γὰρ νόσημα τοῦτ’ ἐφίμερον κακόν·
ἔχοιμ’ ἂν αὐτὸ μὴ κακῶς ἀπεικάσαι.
ὅταν πάγου φανέντος αἰθρίου χεροῖν
κρύσταλλον ἁρπάσωσι παῖδες εὐπαγῆ,
τὰ πρῶτ’ ἔχουσιν ἡδονὰς ποταινίους·
τέλος δ’ ὁ θυμὸς οὔθ’ ὅπως ἀφῇ θέλει
οὔτ’ ἐν χεροῖν τὸ κτῆμα σύμφορον μένειν.
οὕτω δὲ τοὺς ἐρῶντας αὑτὸς ἵμερος
δρᾶν καὶ τὸ μὴ δρᾶν πολλάκις προίεται
‹ΠΗΛΕΥΣ·› τίς γάρ με μόχθος ˉ˘ οὐκ ἐπεστάτει;
10 λέων δράκων τε, πῦρ, ὕδωρ
ἢ δορὸς διχόστομον πλᾶκτρον·
δίπτυχοι γὰρ ὀδύναι μιν ἤρικον
Ἀχιλληΐου δόρατος
ΦΟΙΝΙΞ (ad Satyros)· παπαῖ, τὰ παιδίχ’, ὡς ὁρᾷς, ἀπώλεσας
σὺ δ’, ὦ Σύαγρε, Π�
�λιωτικὸν τρέφος
γλώσσης μελίσσῃ τῷ κατερρυηκότι
ὁ δ’ ἔνθ’ ὅπλοις ἀρρῶξιν Ἡφαίστου τέχνῃ
ὀμμάτων ἄπο
λόγχας ἵησιν
ἐξανάξει
ΒΑΚΧΑΙ
ΔΑΙΔΑΛΟΣ
εἴλλει μὲν εἴσω τόνδ’ ἀχαλκεύτῳ πέδῃ
τεκτόναρχος μοῦσα
ἀλλ’ οὐδὲ μὲν δὴ κάνθαρος τῶν Αἰτναίων
πάντων
Γοργάδων
ἐσέφθην
χειροβοσκόν
ΔΑΝΑΗ
οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δ’ ἐπίσταμαι·
τοῦ παιδὸς ὄντος τοῦδ’ ἐγὼ διόλλυμαι
γόνοιον†μήλων κἀφροδισίαν ἄγραν
ζῆ, πῖνε, φέρβου
ἀνθήμερον
βράχιστον
δεδαιμονισμένον
ΔΙΟΝΥΣΙΣΚΟΣ ΣΑΤΥΡΙΚΟΣ
ὅταν γὰρ αὐτῷ προσφέρω βρῶσιν διδούς,
τὴν ῥῖνά μ’ εὐθὺς ψηλαφᾷ κἄνω φέρει
τὴν χεῖρα πρὸς ‹τὸ› φαλακρὸν ἡδὺ διαγελῶν
‹ΧΟ.› πόθεν ποτ’ ἄλυπον ὧδε
ηὗρον ἄνθος ἀνίας;
θωχθείς
ΔΟΛΟΠΕΣ
εὐναῖος ἄν που δραπέτιν στέγην ἔχων
χαμεύνη vel χάμευνα
ΕΛΕΝΗ
ΕΛΕΝΗΣ ΑΠΑΙΤΗΣΙΣ
καὶ γὰρ χαρακτὴρ αὐτὸς ἐν γλώσσῃ τί με
παρηγορεῖ Λάκωνος ὀσμᾶσθαι λόγου
γυναῖκα δ’ ἐξελόντες ἣ θράσσει γένυν
τε ὡς τοῦ μὲν ἕωλον γραφίοις ἐνημμένοις†
ἐμοὶ δὲ λῷστον αἷμα ταύρειον πιεῖν
καὶ μὴ ‘πὶ πλεῖον τῶνδ’ ἔχειν δυσφημίας
ἀναχαιτίζει (ἀπειθεῖ καὶ ἀντιτείνει)
Παμφυλία (Cilicia)
ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ
ΕΛΕΝΗΣ ΓΑΜΟΣ
πέπων ἐρινὸς ˉ˘ˉ ἀχρεῖος ὢν
ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ
νένωται
ὀροσάγγαι
πανόν
ΕΠΙΓΟΝΟΙ
ὀλόμενε παίδων, ποῖον εἴρηκας λόγον;
ΑΛΚΜΕΩΝ· ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς.
ΑΔΡΑΣΤΟΣ· σὺ δ’ αὐτόχειρ γε μητρὸς ἥ σ’ ἐγείνατο.
φιλεῖ γὰρ ἡ δύσκλεια τοῖς φθονουμένοις
νικᾶν ἐπ’ αἰσχροῖς ἢ ‘πὶ τοῖς καλοῖς πλέον
ὦ πᾶν σὺ τολμήσασα καὶ πέρα, γύναι.
κάκιον ἄλλ’ οὐκ ἔστιν οὐδ’ ἔσται ποτὲ
γυναικός, εἴ τι πῆμα γίγνεται βροτοῖς
τὸ κοῖλον Ἄργος οὐ κατοικήσαντ’ ἔτι
ΕΠΙ ΤΑΙΝΑΡΩΙ (vel ΕΠΙΤΑΙΝΑΡΙΟΙ) ΣΑΤΥΡΟΙ
τοιγὰρ ϊωδὴ†φυλάξαι χοῖρον ὥστε δεσμίαν
ἄγανον ξύλον
ἀλαλίαν
ἀργέμων
οὐ κωφεῖ
ΕΡΙΣ
ἐγὼ δὲ πεινῶσ’ αὖ πρὸς ἴτρια βλέπω
εὔωρος γάμου
μίαν μίαν
ΕΡΙΦΥΛΗ
‹ὦ› γλῶσσ’, ἐν οἷσιν ἀνδράσιν τιμὴν ἔχεις,
ὅπου λόγοι σθένουσι τῶν ἔργων πλέον
ὅπου δὲ μὴ τἄριστ’ ἐλευθέρως λέγειν
ἔξεστι, νικᾷ δ’ ἐν πόλει τὰ χείρονα,
ἁμαρτίαι σφάλλουσι τὴν σωτηρίαν
γήρᾳ προσῆκον σῷζε τὴν εὐφημίαν
ἀρετῆς βέβαιαι δ’ εἰσὶν αἱ κτήσεις μόνης
ἀνδρῶν γὰρ ἐσθλῶν στέρνον οὐ μαλάσσεται
πῶς οὖν μάχωμαι θνητὸς ὢν θείᾳ τύχῃ;
ὅπου τὸ δεινόν, ἐλπίς οὐδὲν ὠφελεῖ.
ἄπελθε· κινεῖς ὕπνον ἰατρὸν νόσου
ΕΡΙΦΥΛΗ (ad Alcmaeonem)· καὶ γὰρ Ἀργείους ὁρῶ
ΕΡΜΙΟΝΗ
ἀλλ’ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον
γνωστός
ΕΥΜΗΛΟΣ
καθελών
ΕΥΡΥΑΛΟΣ
ΕΥΡΥΠΥΛΟΣ
...
.[
σ[
σ.[
ἔρημ̣[
5 παυσ[
νουσ.[
ποιε[ι
λυκ̣ο[
επει.[
10 τρα[
θηρ.[
ἁγὼ[
ἐρω.[
χαλι̣[
15 ἐλθόν[τ
αὐτός σ̣[ε
εἰ̣τ̣[
ποία δε[
Σκύρου .[
20 τοσοι[
πολ[
ἀλλ[
ἐμα[
τ[.]ω̣[
25 .[
...
...
[..].γ̣α̣[
λε̣ιπ.[
ἐλθόντ[
μόνον[
5 λόγοισι̣[
].μην γενο̣[
]φε̣ῦ δάκνε̣[ι
]οπον κακο[
] τί τοῦτο; ν̣[
]
10 ]εγω
]ρ̣α
...
...
αμε̣[..]..[
φήμη γὰρ α[
ἐδεξάμην τ[
κόραξ ἐπᾴδ[
5 ἄριστος ὦ δυσ̣[
κράζει θυηλη̣[
τί δ’ ο̣ὖν οσωσδ̣[
ἔργον τι δειλο̣.[
ἀ̣λ̣λ’ οὔ τι μὴ συ̣τ̣[
10 [..]λων ἀκηδ̣[.]σ̣.[
[ἀλ]λ’ ἡξ[
...
...
[ ]σδ[
[ ]ησε̣φ[
[ ]ληδα̣[
[ ]γ̣αῖα κ[
5 [ ]ή̣γεθ’ ὑμ̣[
[ ]ο̣νιασσ[
[ ]ειν̣αμ[
[ ]δουστ̣[
[ ]υ παρα[
10 [ ]ε̣ι̣κατη[
[κ]ῆ̣ρυξ δ[
[ ]ελλειμ̣[
[ ]..πρ[
[ ].[
...
...
‹ΑΓΓΕΛΟΣ·› [ ].σ̣α[
[ ]ην μεται̣χ̣[μι
[ ]ιαβεβλημ̣[
ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων
[ ]σ.[..].τέρου·
/>
[ ] ἄνευ δορὸς
[ πα]λαίσμασιν
[ ]ματ̣ι·
[ ]ν̣ πρὸς οὐραν[ὸν
15 [ ]δ̣’ ἐστενάζετο
[ ]ργανων στένει
[ ]αλλει χερὸς
[ ]γματος φυγὼν
[ ]ς δορὸς
20 ἔγχος ] μέσον
[ ].ιται πρόσω
[ ]υρησας κάτω
[ ].των φάος·
[ Ἀ]χιλλέως
25 [ ]ουσδ’ ἰω̣μένη
[ Τ]ήλεφον̣ λ̣έγω·
[ ἰ]άσατ[ο]·
[ ]κ.νουσταχυς
καθεῖλ’ οσωτ.[..] ηυρ.[
30 ‹ΑΣΤΥΟΧΗ·› οἰοῖ, οἰ[οῖ].
διπλοῦς ἀνεστέναξ[α ca. 11 ll.]φ̣α̣[....]
‹ΧΟ.› πατρο[ ca. 15 ll. ]
ραν· ἐπ[ca. 14 ll.]μος ἴδε τέκνων.
‹ΑΣ.› τρίτην δ’ ἐπ’ ἐμ̣[ὲ ca. 11 ll.] ‹ΧΟ.› κ̣[α]ὶ̣ γ̣ὰρ οὖν
35 προσάγ̣[α]γ̣’ ωδι̣[.].ι̣γ̣[...]υ̣ διαίνεις·
ἐπεὶ κτησίων φρενῶν ἐξέδυς.
‹ΑΣ.› ὦ δαῖμον, ὦ δύσδαιμον, ὦ κείρας [ἐ]μέ.
‹ΧΟ.› ἀγχοῦ προσεῖπας· οὐ γὰρ ἐκτὸς ἑστὼς
σύρει δὴ φύρδαν.