by Sophocles
σειρίου κυνὸς δίκην
σεμνὰ τῆς σῆς παρθένου μυστήρια
λαβόντες ἄφθονον
ἄγραν πρὸς οἴκους εὐτυχοῦντες ἄξομεν
ζημίαν λαβεῖν ἄμεινόν ἐστιν ἢ κέρδος κακόν
ὅ τι γὰρ φύσις ἀνέρι δῷ,
τόδ’ οὔποτ’ ἂν ἐξέλοις
ὅρκους ἐγὼ γυναικὸς εἰς ὕδωρ γράφω
ῥάχοισιν ὀρχάδος στέγης
ἀμάχετοι λοχαγοί
τὸ θερμὸν τοῦ ὀβελοῦ
ἄκουε, σίγα· τίς ποτ’ ἐν δόμοις βοή;
αἱμύλος ἔρως
τὸν προβώμιον κλύω
δαίμον’ αἱματοσπόδητον
ἄκρον φρονεῖν, ἄκρον δρᾶν
ἀμούσωτος γὰρ οὐδαμῶς ἄπει
ὥσπερ ἀμπρευτὴς ὄνος
ἀεὶ ˘ˉˉ˘ μαστιγούμενος
ἀμφίκουρον (κορμόν)
ἀναθερμαίνειν (φρένας)
χλωροῖσι κορμοῖς ἀνδράχλης ἀναίθεται
ἀνήγρετο (ἐξ ὕπνου)
ἀνημέρωτος (γῆ)
σὺ δέδωκας ταῦτ’, Ἀνησιδώρα
‹οὐ› μηκέτ’ ἀνθρωπιστὶ διαλέξῃ τάδε;
ἐγὼ δ’ εἰς ἀπάντησιν {τινὸς} σπεύδων
ἁπανταχῇ τὸ φῶς καλόν
ἄπηλα πεδία, ἄπηλος ὁδός
ἀπ’ ὀφθαλμῶν ἀπορρῖψαι
ἁρμαλιᾶς ὄχλος
ἀρότρῳ ἀκοντίζειν
παπαῖ, χορευτὴς αὐλὸς οὐκέτι ψοφεῖ
ˉ ἄμισθος ὁ ξένος πορεύεται
ἔργου δὲ παντὸς ἤν τις ἄρχηται καλῶς,
καὶ τὰς τελευτὰς εἰκός ἐσθ’ οὕτως ἔχειν
στενωπὸς Ἅιδου καὶ παλιρροία βυθοῦ
τὸ κέρδος ἡδύ, κἂν ἀπὸ ψευδῶν ἴῃ
οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοι
γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ
οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖ
ὡς τρισόλβιοι
κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη
μόλωσ’ ἐς Ἅιδου· τοῖσδε γὰρ μόνοις ἐκεῖ
ζῆν ἔστι, τοῖς δ’ ἄλλοισι πάντ’ ἔχειν κακά
τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδ’ ὁρῶν Ἄρης
συὸς προσώπῳ πάντα τυρβάζει κακά
οὐκ ἔστ’ ἀπ’ ἔργων μὴ καλῶν ἔπη καλά
μολυβδὶς ὥστε δίκτυον κατέσπασεν
ὅτῳ δ’ ἔρωτος δῆγμα παιδικὸν προσῇ
πρὸς ἅσπερ οἱ μαργῶντες ἐντονώτατοι
τὰ μὲν διδακτὰ μανθάνω, τὰ δ’ εὑρετὰ
ζητῶ, τὰ δ’ εὐκτὰ παρὰ θεῶν ᾐτησάμην
βᾶτ’ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς,
οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς
λίκνοισι προστρέπεσθε ‹καὶ› παρ’ ἄκμονι
τυπάδι βαρείᾳ
σὺ δ’ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις,
εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;
οὐ κόσμος, οὔκ, ὦ τλῆμον, ἀλλ’ ἀκοσμία
φαίνοιτ’ ἂν εἶναι σῶν τε μαργότης φρενῶν
εὔκαρπον Κυθέρειαν
σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ·
γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης ˘ˉ
ἔναυλα κωκυτοῖσιν, οὐ λύρα, φίλα
ΑΔΜΗΤΟΣ· οὑμὸς δ’ ἀλέκτωρ αὐτὸν (sc. Apollinem) ἦγε πρὸς μύλην
ἀεὶ δ’ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς
κωκυτὸς ἐμπέπτωκεν
ˉ˘ˉ μοῦσα καὶ σειρὴν μία
τὰ πλεῖστα φωρῶν αἴσχρ’ ἐφευρήσεις βροτῶν
πικρὰν πικρῷ κλύζουσι (sc. ἰατροί) φαρμάκῳ χολήν
ΝΕΣΤΩΡ (Aiaci)·
οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις
οὐ γάρ τι βουλῆς ταὐτὸ καὶ δρόμου τέλος
ἡ μετανοοῦσα πρὸς τὸν μοιχόν·
ἔπεισας, ἐξέθωψας
(de senibus) βραδεῖα μὲν γὰρ ἐν λόγοισι προσβολὴ
μόλις δι’ ὠτὸς ἔρχεται ῥυπωμένου·
πρόσω δὲ λεύσσων, ἐγγύθεν δὲ πᾶς τυφλός
(Troiani) φίλιπποι καὶ κερουλκοί,
σὺν σάκει δὲ κωδωνοκρότῳ παλαισταί
ἅπαντα τἀγένητα πρῶτον ἦλθ’ ἅπαξ
ΟΔΥΣΣΕΥΣ·
Σειρῆνας εἰσαφικόμην,
Φόρκου κόρας, θροοῦντε τοὺς Ἅιδου νόμους
κἀπὶ Κυρβάντεσι χορεύσατε
φίλων τοιούτων οἱ μὲν ἐστερημένοι
χαίρουσιν, οἱ δ’ ἔχοντες εὔχονται φυγεῖν
λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐγενὴς
χαλκός· χρόνῳ δ’ ἀργῆσαν ἤμυσε στέγος
δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον
ἐφέστιον οἰκέτιν (sc. περιστεράν)
ˉ˘ εὖ γὰρ καὶ διχοστατῶν λόγος
σύγκολλα τἀμφοῖν ἐς μέσον τεκταίνεται
γραίας ἀκάνθης πάππος ὣς φυσώμενος
πολλῶν χαλινῶν ἔργον οἰάκων θ’ ἅμα
ταχεῖα πειθὼ τῶν κακῶν ὁδοιπορεῖ
ΜΕΝΕΛΑΟΣ· ἀλλ’ οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ
τρόχῳ κυκλεῖται καὶ μεταλλάσσει φύσιν,
ὥσπερ σελήνης ὄψις εὐφρόνας δύο
στῆναι δύναιτ’ ἂν οὔποτ’ ἐν μορφῇ μιᾷ,
ἀλλ’ ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα,
πρόσωπα καλλύνουσα καὶ πληρουμένη,
χὤτανπερ αὑτῆς εὐπρεπεστάτη φανῇ,
πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται.
καὶ τὰν νέορτον, ἇς ἔτ’ ἄστολος χιτὼν
θυραῖον ἀμφὶ μηρὸν
10 πτύσσεται, Ἑρμιόναν
ὅστις γὰρ ὡς τ
ύραννον ἐμπορεύεται
κείνου ‘στι δοῦλος, κἂν ἐλεύθερος μόλῃ.
ὦ θεοί, τίς ἆρα Κύπρις ἢ τίς Ἵμερος
τοῦδε ξυνήψατο;
ὀρθόκερως φρίκη
ἕως ὅτε†κριθώσης ὄνου
ἀσπάθητον χλαῖναν (i. e. δοράν)
ποππύζεται ζευγηλατρίς
βομβεῖ δὲ νεκρῶν σμῆνος ἔρχεταί τ’ ἄνω
οὐ χρή ποτ’ ἀνθρώπων μέγαν ὄλβον ἀπο-
βλέψαι· τανυφλοίου γὰρ ἰσαμέριος
ὅστις αἰγείρου βιοτὰν ἀποβάλλει ...
Ἀλφεσίβοιαν, ἣν ὁ γεννήσας πατήρ
ἐδοξάτην μοι τὼ δύ’ ἠπείρω μολεῖν
Κραναά
ὁ σκηπτροβάμων αἰετός, κύων Διός
σαίνεις δάκνουσα καὶ κύων λαίθαργος εἶ
οἴμοι, πέπρακται τοῦ θεοῦ τὸ θέσφατον
Ζεὺς νόστον ἄγοι τὸν νικόμαχον
καὶ παυσανίαν καὶ ἀτρείδαν
πρὸς πέτραις Ἐλυμνίαις
οὔτ’ ἄλλο φῖτυ πρῷον
ἐπειγομένων οὐ†κερκίδος ὕμνους,
ἣ τοὺς εὕδοντας ἐγείρει
παῖδας γάρ, οὓς ἔφυσ’, ἀναλώσας ἔχει
εὐφημίαν μὲν πρῶτα κηρύξας ἔχω
ὀργὴ γέροντος ὥστε μαλθακὴ κοπὶς
ἐν χειρὶ θήγει, ἐν τάχει δ’ ἀμβλύνεται
ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι
εἴθ’ ἦσθα σώφρων ἔργα τοῖς λόγοις ἴσα
δάφνην φαγὼν ὀδόντι πρῖε τὸ στόμα
ἐγὼ κατ’ αὐτόν, ὡς ὁρᾷς, ἐξέρχομαι
ὃς μὴ πέπονθε τἀμά, μὴ βουλευέτω
Ἑρμαῖον κάρα
ὡς ἂν Διὸς μέτωπον ἐκταθῇ χαρᾷ
οὐ πώποθ’ ὑμᾶς συμβαλεῖν ἐπίσταμαι
ἐν τοῖσιν ἵπποις τοῖσιν ἐκλελεγμένοις
ἥδιον ἂν χωροῖμεν ἢ παντὶ σθένει
ὃς παρακτίαν
στείχων ἀνημέρωσα κνωδάλων ὁδόν
μέν’ εἰς†σοφιστὴν ἐμόν (sc. citharoedum)
ἤδη γὰρ ἕδρᾳ Ζεὺς ἐν ἐσχάτῃ θεῶν
λύσω γάρ, εἰ καὶ τῶν τριῶν ἓν οἴσομαι
ὠνὴν ἔθου καὶ πρᾶσιν, ὡς Φοῖνιξ ἀνήρ,
Σιδώνιος κάπηλος
χῶρος γὰρ αὑτός ἐστιν ἀνθρώπου φρενῶν
ὅπου τὸ τέρπον καὶ τὸ πημαῖνον φύει·
δακρυρροεῖ γοῦν καὶ τὰ καὶ τὰ τυγχάνων
ὦ γῆ Φεραία, χαῖρε, σύγγονόν θ’ ὕδωρ
Ὑπέρεια κρήνη, νᾶμα θεοφιλέστατον
μηδ’ αἰόλιζε ταῦτα
πάνσοφον κρότημα, Λαέρτου γόνος
εἰς Αἶαν πλέων
ἔστιν τις αἶα Θεσσαλῶν παγκληρία
Ἀνακτόρειον τῆσδ’ ἐπώνυμον χθονός
τί μέλλετ’, Ἀρτακῆς τε καὶ Περκώσιοι;
πάντ’ ἐκκαλύπτων ὁ χρόνος εἰς ‹τὸ› φῶς ἄγει
ἀλλ’ οὐ γὰρ ἂν τὰ θεῖα κρυπτόντων θεῶν
μάθοις ἄν, οὐδ’ εἰ πάντ’ ἐπεξέλθοις σκοπῶν
ἀμνήμονος γὰρ ἀνδρὸς ὄλλυται χάρις
σκαιοῖσι πολλοῖς εἷς σοφὸς διόλλυται
Α. ἐσθλοῦ γὰρ ἀνδρὸς τοὺς πονοῦντας ὠφελεῖν.
Β. ἀλλ’ ἡ φρόνησις ἁγαθὴ θεὸς μέγας.
ἀλλ’ οἱ κακῶς πράσσοντες οὐ κωφοὶ μόνον,
ἀλλ’ οὐδ’ ὁρῶντες εἰσορῶσι τἀμφανῆ
ὡς δυσπάλαιστόν ἐστιν ἀμαθία κακόν
ἡ δὲ μωρία
μάλιστ’ ἀδελφὴ τῆς πονηρίας ἔφυ
χαίρειν ἐπ’ αἰσχραῖς ἡδοναῖς οὐ χρή ποτε
οὐ τοῖς ἀθύμοις ἡ τύχη ξυλλαμβάνει
ἐλευθέρα γὰρ γλῶσσα τῶν ἐλευθέρων
Ἐλευθερία Διὸς ὄλβιον τέκος
αἰδὼς γὰρ ἐν κακοῖσιν οὐδὲν ὠφελεῖ·
ἡ γὰρ σιωπὴ τὠγκαλοῦντι σύμμαχος
τί ταῦτ’ ἐπαινεῖς; πᾶς γὰρ οἰνωθεὶς ἀνὴρ
ἥσσων μὲν ὀργῆς ἐστι, τοῦ δὲ νοῦ κενός·
φιλεῖ δὲ πολλὴν γλῶσσαν ἐκχέας μάτην
ἄκων ἀκούειν οὓς ἑκὼν εἶπεν λόγους.
κλέπτων δ’ ὅταν τις ἐμφανῶς ἐφευρεθῇ,
σιγᾶν ἀνάγκη, κἂν καλὸν φορῇ στόμα
ἦ δεινὸν ἆρ’ ἦν, ἡνίκ’ ἄν τις ἐσθλὸς ὢν
αὑτῷ συνειδῇ
ὅρκοισι γάρ τοι καὶ γυνὴ φεύγει πικρὰν
ὠδῖνα παίδων· ἀλλ’ ἐπεὶ λήξῃ κακοῦ,
ἐν τοῖσιν αὐτοῖς δικτύοις ἁλίσκεται
πρὸς τοῦ παρόντος ἱμέρου νικωμένη
ὅρκος γὰρ οὐδεὶς ἀνδρὶ φιλήτῃ βαρύς
οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμονα
μή μοι κρυφαῖον μηδὲν ἐξείπῃς ἔπος·
κλῇθρον γὰρ οὐδὲν ὧδ’ ἂν εὐπαγὲς λάβοις
γλώσσης, κρυφαῖον οὐδὲν οὗ διέρχεται
ὅπου γὰρ οἱ φύσαντες ἡσσῶνται τέκνων,
οὐκ ἔστιν αὕτη σωφρόνων ἀνδρῶν πόλις
νόμοις ἕπεσθαι τοῖσιν ἐγχώροις καλόν
πολλῶν πόνων δεῖ τῷ καλῶς τιμωμένῳ·
μικροῦ δ’ ἀγῶνος οὐ μέγ’ ἔρχεται κλέος
γνῶμαι πλέον κρατοῦσιν ἢ σθένος χερῶν
εἰ σῶμα δοῦλον, ἀλλ’ ὁ νοῦς ἐλεύθερος
ὦ παῖδες, ἥ τοι Κύπρις οὐ Κύπρις μόνον,
ἀλλ’ ἐστὶ πολλῶν ὀνομάτων ἐπώνυμος.
ἔστιν μὲν Ἅιδης, ἔστι δ’ ἄφθιτος βίος,
ἔστιν δὲ λύσσα μανιάς, ἔστι δ’ ἵμερος
5 ἄκρατος, ἔστ’ οἰμωγμός. ἐν κείνῃ τὸ πᾶν
σπουδαῖον, ἡσυχαῖον, ἐς βίαν ἄγον.
�
��ντήκεται γὰρ πλευμόνων ὅσοις ἔνι
ψυχή· τίς οὐχὶ τῆσδε τῆς θεοῦ πόρος;
εἰσέρχεται μὲν ἰχθύων πλωτῷ γένει,
10 ἔνεστι δ’ ἐν χέρσου τετρασκελεῖ γονῇ,
νωμᾷ δ’ ἐν οἰωνοῖσι τοὐκείνης πτερόν.
ἐν θηρσίν, ἐν βροτοῖσιν, ἐν θεοῖς ἄνω.
τίν’ οὐ παλαίουσ’ ἐς τρὶς ἐκβάλλει θεῶν;
εἴ μοι θέμις - θέμις δὲ τἀληθῆ λέγειν - ,
15 Διὸς τυραννεῖ πλευμόνων, ἄνευ δορός,
ἄνευ σιδήρου· πάντα τοι συντέμνεται
Κύπρις τὰ θνητῶν καὶ θεῶν βουλεύματα
τίς δ’ οἶκος ἐν βροτοῖσιν ὠλβίσθη ποτὲ
γυναικὸς ἐσθλῆς χωρὶς ὀγκωθεὶς χλιδῇ;
κατ’ ὀρφανὸν γὰρ οἶκον ἀνδρόφρων γυνή
πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ
ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον
ὦ θνητὸν ἀνδρῶν καὶ ταλαίπωρον γένος,
ὡς οὐδέν ἐσμεν πλὴν σκιαῖς ἐοικότες,
βάρος περισσὸν γῆς ἀναστρωφώμενοι
οὐ γὰρ θέμις ζῆν πλὴν θεοῖς ἄνευ κακῶν
στέργειν δὲ τἀκπεσόντα καὶ θέσθαι πρέπει
σοφὸν κυβευτήν, ἀλλὰ μὴ στένειν τύχην
ἐλπὶς γὰρ ἡ βόσκουσα τοὺς πολλοὺς βροτῶν
πάντ’ ἐμπέφυκε τῷ μακρῷ γήρᾳ κακά,
νοῦς φροῦδος, ἔργ’ ἀχρεῖα, φροντίδες κεναί
οὐκ ἔστι γῆρας τῶν σοφῶν, ἐν οἷς ὁ νοῦς
θείᾳ ξύνεστιν ἡμέρᾳ τεθραμμένος.
προμηθία γὰρ κέρδος ἀνθρώποις μέγα
ὅστις δὲ θνητῶν θάνατον ὀρρωδεῖ λίαν,
μῶρος πέφυκε· τῇ τύχῃ μέλει τάδε.
ὅταν δ’ ὁ καιρὸς τοῦ θανεῖν ἐλθὼν τύχῃ,