εὑρὼν δὲ χώραν πολλὴν μὲν εἰς νομάς, πολλὴν δὲ εἰς ἀρότους εὔθετον, ἔρημον δὲ τὴν πλείστην καὶ οὐδὲ τὴν οἰκουμένην πολυάνθρωπον, ἀνακαθήρας τὸ βάρβαρον ἐκ μέρους τινὸς αὐτῆς ᾤκισε πόλεις μικρὰς καὶ συνεχεῖς ἐπὶ τοῖς ὄρεσιν, ὅσπερ ἦν τοῖς παλαιοῖς τρόπος οἰκήσεως συνήθης. ἐκαλεῖτο δὲ ἥ τε χώρα πᾶσα πολλὴ οὖσα ὅσην κατέσχεν Οἰνωτρία, καὶ οἱ ἄνθρωποι πάντες ὅσων ἦρξεν Οἴνωτροι, τρίτην μεταλαβόντες ὀνομασίαν ταύτην. ἐπὶ μὲν γὰρ Αἰζειοῦ [p. 19] βασιλεύοντος Αἰζειοὶ ἐλέγοντο, Λυκάονος δὲ παραλαβόντος τὴν ἀρχὴν ἀπ᾽ ἐκείνου αὖθις Λυκάονες ὠνομάσθησαν, Οἰνώτρου δὲ κομίσαντος αὐτοὺς εἰς Ἰταλίαν Οἴνωτροι χρόνον τινὰ ἐκλήθησαν. [2] μαρτυρεῖ δέ μοι τῷ λόγῳ Σοφοκλῆς μὲν ὁ τραγῳδοποιὸς ἐν Τριπτολέμῳ δράματι: πεποίηται γὰρ αὐτῷ Δημήτηρ διδάσκουσα τὸν Τριπτόλεμον, ὅσην χώραν ἀναγκασθήσεται σπείρων τοῖς δοθεῖσιν ὑπ᾽ αὐτῆς καρποῖς διεξελθεῖν: μνησθεῖσα δὲ τῆς ἑῴου πρῶτον Ἰταλίας, ἥ ἐστιν ἀπ᾽ ἄκρας Ἰαπυγίας μέχρι πορθμοῦ Σικελικοῦ, καὶ μετὰ τοῦτο τῆς ἀντικρὺ ἁψαμένη Σικελίας, ἐπὶ τὴν ἑσπέριον Ἰταλίαν αὖθις ἀναστρέφει καὶ τὰ μέγιστα τῶν οἰκούντων τὴν παράλιον ταύτην ἐθνῶν διεξέρχεται, τὴν ἀρχὴν ἀπὸ τῆς Οἰνώτρων οἰκήσεως ποιησαμένη. ἀπόχρη δὲ ταῦτα μόνα λεχθέντα τῶν ἰαμβείων, ἐν οἷς φησι:
τὰ δ᾽ ἐξόπισθε, χειρὸς εἰς τὰ δεξιά,
Οἰνωτρία τε πᾶσα καὶ Τυρρηνικὸς
κόλπος Λιγυστική τε γῆ σε δέξεται. [3] Ἀντίοχος δὲ ὁ Συρακούσιος, συγγραφεὺς πάνυ ἀρχαῖος, ἐν Ἰταλίας οἰκισμῷ τοὺς παλαιοτάτους οἰκήτορας διεξιὼν, ὡς ἕκαστοί τι μέρος αὐτῆς κατεῖχον, Οἰνώτρους λέγει πρώτους τῶν μνημονευομένων ἐν αὐτῇ κατοικῆσαι, εἰπὼν ὧδε: (Ἀντίοχος Ξενοφάνεος τάδε συνέγραψε περὶ Ἰταλίης ἐκ τῶν ἀρχαίων λόγων [p. 20] τὰ πιστότατα καὶ σαφέστατα: τὴν γῆν ταύτην, ἥτις νῦν Ἰταλίη καλεῖται, τὸ παλαιὸν εἶχον Οἴνωτροι). ἔπειτα διεξελθὼν ὃν τρόπον ἐπολιτεύοντο, καὶ ὡς βασιλεὺς ἐν αὐτοῖς Ἰταλὸς ἀνὰ χρόνον ἐγένετο, ἀφ᾽ οὗ μετωνομάσθησαν Ἰταλοί, τούτου δὲ τὴν ἀρχὴν Μόργης διεδέξατο, ἀφ᾽ οὗ Μόργητες ἐκλήθησαν, καὶ ὡς Σικελὸς ἐπιξενωθεὶς Μόργητι ἰδίαν πράττων ἀρχὴν διέστησε τὸ ἔθνος, ἐπιφέρει ταυτί: (οὕτω δὲ Σικελοὶ καὶ Μόργητες ἐγένοντο καὶ Ἰταλίητες ἐόντες Οἴνωτροι).
φέρε δὴ καὶ τὸ γένος ὅθεν ἦν τὸ τῶν Οἰνώτρων ἀποδείξωμεν, ἕτερον ἄνδρα τῶν ἀρχαίων συγγραφέων παρασχόμενοι μάρτυρα, Φερεκύδην τὸν Ἀθηναῖον, γενεαλόγων οὐδενὸς δεύτερον. πεποίηται γὰρ αὐτῷ περὶ τῶν ἐν Ἀρκαδίᾳ βασιλευσάντων ὅδε ὁ λόγος: Π̔ελασγοῦ καὶ Δηιανείρης γίνεται Λυκάων: οὗτος γαμεῖ Κυλλήνην, Νηίδα νύμφην, ἀφ᾽ ἧς τὸ ὄρος ἡ Κυλλήνη καλεῖταἰ. ἔπειτα τοὺς ἐκ τούτων γεννηθέντας διεξιὼν καὶ τίνας ἕκαστοι τόπους ᾤκησαν, Οἰνώτρου καὶ Πευκετίου μιμνήσκεται λέγων ὧδε: (καὶ Οἴνωτρος, ἀφ᾽ οὗ Οἴνωτροι καλέονται οἱ ἐν Ἰταλίῃ οἰκέοντες, καὶ Πευκέτιος, ἀφ᾽ οὗ Πευκέτιοι καλέονται οἱ ἐν τῷ Ἰονίῳ κόλπᾠ. τὰ [2] μὲν οὖν ὑπὸ τῶν παλαιῶν εἰρημένα ποιητῶν τε καὶ [p. 21] μυθογράφων περί τε οἰκήσεως καὶ γένους τῶν Οἰνώτρων τοιαῦτά ἐστιν: οἷς ἐγὼ πειθόμενος, εἰ τῷ ὄντι Ἑλληνικὸν φῦλον ἦν τὸ τῶν Ἀβοριγίνων, ὡς Κάτωνι καὶ Σεμπρωνίῳ καὶ πολλοῖς ἄλλοις εἴρηται, τούτων ἔγγονον αὐτῶν τῶν Οἰνώτρων ὑποτίθεμαι. τὸ γὰρ δὴ Πελασγικὸν καὶ τὸ Κρητικὸν καὶ ὅσα ἄλλα ἐν Ἰταλίᾳ ᾤκησεν, ὑστέροις εὑρίσκω χρόνοις ἀφικόμενα. παλαιότερον δὲ τούτου στόλον ἀπαναστάντα τῆς Ἑλλάδος εἰς τὰ προσεσπέρια τῆς Εὐρώπης οὐδένα δύναμαι καταμαθεῖν. [3] τοὺς δὲ Οἰνώτρους τῆς τ᾽ ἄλλης Ἰταλίας πολλὰ χωρία οἴομαι κατασχεῖν, τὰ μὲν ἔρημα, τὰ δὲ φαύλως οἰκούμενα καταλαβόντας, καὶ δὴ καὶ τῆς Ὀμβρικῶν γῆς ἐστιν ἣν ἀποτεμέσθαι, κληθῆναι δὲ Ἀβοριγῖνας ἐπὶ τῆς ἐν τοῖς ὄρεσιν οἰκήσεως (Ἀρκαδικὸν γὰρ τὸ φιλοχωρεῖν ἐν ὄρεσιν᾽, ὡς ὑπερακρίους τινὰς καὶ παραλίους Ἀθήνησιν. [4] εἰ δέ τινες πεφύκασι μὴ ταχεῖς εἶναι περὶ πραγμάτων παλαιῶν ἀβασανίστως τὰ λεγόμενα δέχεσθαι, μὴ ταχεῖς ἔστωσαν μηδὲ Λίγυας ἢ Ὀμβρικοὺς ἢ ἄλλους τινὰς βαρβάρους αὐτοὺς νομίσαι, περιμείναντες δὲ καὶ τὰ λοιπὰ μαθεῖν κρινέτωσαν ἐξ ἁπάντων τὸ πιθανώτατον.
τῶν δὲ πόλεων, ἐν αἷς τὸ πρῶτον ᾤκησαν Ἀβοριγῖνες, ὀλίγαι περιῆσαν ἐπ᾽ ἐμοῦ: αἱ δὲ πλεῖσται ὑπό τε πολέμων καὶ ἄλλων κακῶν οἰκοφθορηθεῖσαι [p. 22] ἔρημοι ἀφεῖνται. ἦσαν δ᾽ ἐν τῇ Ῥεατίνῃ γῇ τῶν Ἀπεννίνων ὀρῶν οὐ μακρὰν, ὡς Οὐάρρων Τερέντιος ἐν ἀρχαιολογίαις γράφει, ἀπὸ τῆς Ῥωμαίων πόλεως αἱ τὸ βραχύτατον ἀπέχουσαι ἡμερήσιον διάστημα ὁδοῦ: ὧν ἐγὼ τὰς ἐπιφανεστάτας, ὡς ἐκεῖνος ἱστορεῖ, διηγήσομαι. [2] Παλάτιον μὲν πέντε πρὸς τοῖς εἴκοσι σταδίοις ἀφεστῶσα Ῥεάτου, πόλεως οἰκουμένης ὑπὸ Ῥωμαίων ἔτι καὶ εἰς ἐμὲ, Κοϊντίας ὁδοῦ πλησίον. Τριβόλα δὲ ἀμφὶ τοὺς ἑξήκοντα σταδίους τῆς αὐτῆς πόλεως ἀφεστῶσα, λόφον ἐπικαθημένη σύμμετρον. Συεσβόλα δὲ τὸ αὐτὸ διάστημα τῆς Τριβόλας ἀπέχουσα, τῶν Κεραυνίων ὀρῶν πλησίον. ἀπὸ δὲ ταύτης τετταράκοντα σταδίοις διῃρημένη πόλις ἐπιφανὴς Σούνα, ἔνθα νεὼς πάνυ ἀρχαῖός ἐστιν Ἄρεος. [3] Μήφυλα δὲ ὡς τριάκοντα σ
ταδίους ἄπωθεν τῆς Σούνης: δείκνυται δὲ αὐτῆς ἐρείπιά τε καὶ τείχους ἴχνη. τετταράκοντα δὲ σταδίους ἀπέχουσα Μηφύλης Ὀρουΐνιον, εἰ καί τις ἄλλη τῶν αὐτόθι πόλεων ἐπιφανὴς καὶ μεγάλη: δῆλοι γάρ εἰσιν αὐτῆς οἵ τε θεμέλιοι τῶν τειχῶν καὶ τάφοι τινὲς ἀρχαιοπρεπεῖς καὶ πολυανδρίων ἐν ὑψηλοῖς χώμασι μηκυνομένων περίβολοι: ἔνθα καὶ νεὼς Ἀθηνᾶς ἐστιν ἀρχαῖος, ἱδρυμένος ἐπὶ τῆς ἄκρας. [4] ἀπὸ δὲ σταδίων ἀγδοήκοντα Ῥεάτου τοῖς ἰοῦσι [p. 23] διὰ τῆς Κουρίας ὁδοῦ παρὰ Κόρητον ὄρος Κόρσουλα νεωστὶ διεφθαρμένη. δείκνυται δέ τις καὶ νῆσος, Ἴσσα αὐτῇ ὄνομα, λίμνῃ περίρρυτος, ἣν χωρὶς ἐρύματος ποιητοῦ κατοικῆσαι λέγονται τοῖς τέλμασι τῆς λίμνης ὁπόσα τείχεσι χρώμενοι. πλησίον δὲ τῆς Ἴσσης Μαρούιον ἐπὶ τῷ μυχῷ τῆς αὐτῆς λίμνης κειμένη, τετταράκοντα σταδίους ἀπέχουσα τῶν καλουμένων Ἑπτὰ ὑδάτων. [5] ἀπὸ δὲ Ῥεάτου πάλιν τὴν ἐπὶ Λατίνην ὁδὸν ἰοῦσι Βατία μὲν ἀπὸ τριάκοντα σταδίων, Τιώρα δὲ ἀπὸ τριακοσίων, ἡ καλουμένη Ματιήνη. ἐν ταύτῃ λέγεται χρηστήριον Ἄρεος γενέσθαι πάνυ ἀρχαῖον. ὁ δὲ τρόπος αὐτοῦ παραπλήσιος ἦν ὥς φασι τῷ παρὰ Δωδωναίοις μυθολογουμένῳ ποτὲ γενέσθαι: πλὴν ὅσον ἐκεῖ μὲν ἐπὶ δρυὸς ἱερᾶς πέλεια καθεζομένη θεσπιῳδεῖν ἐλέγετο, παρὰ δὲ τοῖς Ἀβοριγῖσι θεόπεμπτος ὄρνις, ὃν αὐτοὶ μὲν πῖκον, Ἕλληνες δὲ δρυοκολάπτην καλοῦσιν, ἐπὶ κίονος ξυλίνου φαινόμενος τὸ αὐτὸ ἔδρα. [6] τέτταρας δ᾽ ἐπὶ τοῖς εἴκοσι σταδίοις ἀπέχουσα τῆς εἰρημένης πόλεως Λίστα, μητρόπολις Ἀβοριγίνων, ἣν παλαίτερον ἔτι Σαβῖνοι νύκτωρ ἐπιστρατεύσαντες ἐκ πόλεως Ἀμιτέρνης ἀφύλακτον [p. 24] αἱροῦσιν: οἱ δ᾽ ἐκ τῆς ἁλώσεως περισωθέντες ὑποδεξαμένων αὐτοὺς Ῥεατίνων, ὡς πολλὰ πειραθέντες οὐχ οἷοί τε ἦσαν ἀπολαβεῖν, ἱερὰν ἀνῆκαν ὡς σφετέραν ἔτι τὴν γῆν, ἐξαγίστους ποιήσαντες ἀραῖς τοὺς καρπωσομένους αὐτὴν ὕστερον.
ἀπὸ δὲ σταδίων ἑβδομήκοντα Ῥεάτου Κοτυλία πόλις ἐπιφανὴς πρὸς ὄρει κειμένη: ἧς ἐστιν οὐ πρόσω λίμνη τεττάρων πλέθρων ἔχουσα τὴν διάστασιν, αὐθιγενοῦς πλήρης νάματος ἀπορρέοντος ἀεί, βάθος ὡς λέγεται ἄβυσσος. ταύτην ἔχουσάν τι θεοπρεπὲς ἱερὰν τῆς Νίκης οἱ ἐπιχώριοι νομίζουσι καὶ περιείρξαντες κύκλῳ στέμμασι τοῦ μηδένα τῷ νάματι πελάζειν ἄβατον φυλάττουσιν, ὅτι μὴ καιροῖς τισι διετησίοις, ἐν οἷς ἱερὰ θύουσιν ἃ νόμος ἐπιβαίνοντες τῆς ἐν αὐτῇ νησῖδος οἷς ὅσιον. [2] ἡ δὲ νῆσός ἐστι μὲν ὡσπερὰν πεντήκοντα ποδῶν τὴν διάμετρον, ὑπερανέστηκε δὲ τοῦ νάματος οὐ πλεῖον ἢ ποδιαῖον ὕψος: ἀνίδρυτος δ᾽ ἐστὶ καὶ περινήχεται πολλαχῇ δινοῦντος αὐτὴν ἄλλοτε κατ᾽ ἄλλους τόπους ἠρέμα τοῦ πνεύματος. χλόη δέ τις ἐν αὐτῇ φύεται βουτόμῳ προσεμφερὴς καὶ θάμνοι τινὲς οὐ μεγάλοι, πρᾶγμα κρεῖττον λόγου τοῖς ἀθεάτοις ὧν ἡ φύσις δρᾷ καὶ θαυμάτων οὐδενὸς δεύτερον.
τὴν μὲν δὴ πρώτην οἴκησιν οἱ Ἀβοριγῖνες ἐν τούτοις λέγονται ποιήσασθαι τοῖς τόποις, ἐξελάσαντες ἐξ αὐτῶν Ὀμβρικούς. ἐντεῦθεν δὲ ὁρμώμενοι [p. 25] τοῖς τε ἄλλοις βαρβάροις καὶ πάντων μάλιστα Σικελοῖς ὁμοτέρμοσιν οὖσιν ὑπὲρ τῆς χώρας ἐπολέμουν, τὸ μὲν πρῶτον ἱερά τις ἐξελθοῦσα νεότης, ἄνδρες ὀλίγοι κατὰ βίου ζήτησιν ὑπὸ τῶν γειναμένων ἀποσταλέντες, ἔθος ἐκπληροῦντες ἀρχαῖον, ᾧ πολλοὺς βαρβάρων τε καὶ Ἑλλήνων ἐπίσταμαι χρησαμένους. [2] ὁπότε γὰρ εἰς ὄχλου πλῆθος ἐπίδοσιν αἱ πόλεις τισὶ λάβοιεν ὥστε μηκέτι τὰς οἰκείας τροφὰς ἅπασιν εἶναι διαρκεῖς, ἢ κακωθεῖσα ταῖς οὐρανίοις μεταβολαῖς ἡ γῆ σπανίους τοὺς εἰωθότας καρποὺς ἐξενέγκειεν, ἢ τοιόνδε τι πάθος ἄλλο τὰς πόλεις κατασχὸν εἴτε ἄμεινον εἴτε χεῖρον ἀνάγκην ἐπιστήσειε μειώσεως τοῦ πλήθους, θεῶν ὅτῳ δὴ καθιεροῦντες ἀνθρώπων ἐτείους γονὰς ἐξέπεμπον ὅπλοις κοσμήσαντες ἐκ τῆς σφετέρας: εἰ μὲν ὑπὲρ εὐανδρίας ἢ νίκης ἐκ πολέμου χαριστήρια θεοῖς ἀποδιδοῖεν, προθύοντες ἱερὰ τὰ νομιζόμενα, εὐφήμοις οἰωνοῖς τὰς ἀποικίας προπέμποντες: εἰ δ᾽ ἐπὶ μηνίμασι δαιμονίοις ἀπαλλαγὰς αἰτούμενοι τῶν κατεχόντων σφᾶς κακῶν τὸ παραπλήσιον δρῷεν, αὐτοί τε ἀχθόμενοι καὶ συγγνώμονας ἀξιοῦντες γενέσθαι τοὺς. ἀπελαυνομένους. [3] οἱ δὲ ἀπαναστάντες ὡς οὐκέτι τῆς πατρῴας γῆς μεταληψόμενοι, εἰ μὴ κτήσαιντο ἑτέραν, τὴν ὑποδεξαμένην αὐτοὺς εἴτε πρὸς φιλίαν εἴτε ἐν πολέμῳ κρατηθεῖσαν πατρίδα [p. 26] ἐποιοῦντο: ὅ τε θεὸς, ᾧ κατονομασθεῖεν ἀπελαυνόμενοι, συλλαμβάνειν αὐτοῖς ὡς τὰ πολλὰ ἐδόκει καὶ παρὰ τὴν ἀνθρωπίνην δόξαν κατορθοῦν τὰς ἀποικίας. [4] τούτῳ δὴ τῷ νόμῳ χρώμενοι καὶ τότε τῶν Ἀβοριγίνων τινὲς ἀνθούντων ἀνδράσι τῶν χωρίων (κτείνειν γὰρ οὐδένα τῶν ἐκγόνων ἠξίουν, ἄγους οὐδενὸς ἔλαττον τοῦτο τιθέμενοἰ, θεῶν ὅτῳ δὴ καθιερώσαντες ἐνιαυσίους γονὰς ἀνδρωθέντας ἀποικίζουσι τοὺς παῖδας ἐκ τῆς σφετέρας, οἳ τοὺς Σικελοὺς ἄγοντές τε καὶ [5] φέροντες διετέλουν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον. ὡς δ᾽ ἅπαξ οὗτοι χωρίων τινῶν τῆς πολεμίας ἐκράτησαν, ἐκ τοῦ ἀσφαλεστέρου ἤδη καὶ οἱ λοιποὶ Ἀβοριγῖνες οἱ δεόμενοι γῆς κατὰ σφᾶς ἕκαστοι ἐπεχείρουν τοῖς ὁμόροις καὶ πόλεις ἔκτισαν ἄλλας τέ τινας καὶ τὰς μέχρι τοῦδε οἰκουμένας, Ἀντεμνάτας καὶ Τελλ�
�νεῖς καὶ Φικολνέους τοὺς πρὸς τοῖς καλουμένοις Κορνίκλοις ὄρεσι καὶ Τιβουρτίνους, παρ᾽ οἷς ἔτι καὶ εἰς τόδε χρόνου μέρος τι τῆς πόλεως ὀνομάζεται Σικελικόν: καὶ ἦσαν ἁπάντων μάλιστα τῶν προσοικούντων λυπηροὶ τοῖς Σικελοῖς. ἀνίσταται δὲ ἐκ τούτων τῶν διαφορῶν τοῖς ἔθνεσιν ὅλοις πόλεμος ὅσος οὐδεὶς τῶν πρότερον γενομένων ἐν Ἰταλίᾳ, καὶ προῆλθεν ἄχρι πολλοῦ χρόνου μηκυνόμενος.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 151