Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 153
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 153

by Dionysius of Halicarnassus


  οἱ δὲ Πελασγοὶ πολλῆς καὶ ἀγαθῆς χώρας [p. 36] κρατήσαντες, πόλεις τε πολλὰς μὲν παραλαβόντες, ἄλλας δ᾽ αὐτοὶ κατασκευάσαντες, μεγάλην καὶ ταχεῖαν ἐπίδοσιν ἔλαβον εἰς εὐανδρίαν καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐτυχίαν, ἧς οὐ πολὺν ὤναντο χρόνον: ἀλλ᾽ ἡνίκα μάλιστα τοῖς σύμπασιν ἀνθεῖν ἐδόκουν, δαιμονίοις τισὶ χόλοις ἐλαστρηθέντες οἱ μὲν ὑπὸ τῶν θείων συμφορῶν, οἱ δὲ ὑπὸ τῶν προσοικούντων βαρβάρων ἐξεφθάρησαν, τὸ δὲ πλεῖστον αὐτῶν μέρος εἰς τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον αὖθις ἐσκεδάσθη ῾περὶ ὧν πολὺς ἂν εἴη λόγος, εἰ βουλοίμην τὴν ἀκρίβειαν γράφειν᾽, ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ τῶν Ἀβοριγίνων προνοίᾳ. [2] πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτ᾽ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος γενέσθαι διέμεινεν, ἀλλ᾽ ὠμοὶ κατέρρεον, οὔθ᾽ ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκής, τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ᾽ ὑπελίμπανε θέρους, [3] τὰ δ᾽ εἰς τέλος ἀπεσβέννυτο. ἀδελφὰ δὲ τούτοις ἐγίνετο περί τε προβάτων καὶ γυναικῶν γονάς: ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα, ἢ κατὰ τοὺς τόκους διεφθείρετο ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. [p. 37] εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον ἔμπηρον ἢ ἀτελὲς ἢ δι᾽ ἄλλην τινὰ τύχην βλαφθὲν τρέφεσθαι χρηστὸν οὐκ ἦν: ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς. [4] μαντευομένοις δ᾽ αὐτοῖς τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσι καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ εὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. [5] οἱ γὰρ Πελασγοὶ ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων εὔξαντο τῷ τε Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. ταῦτα δὴ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς: τὴν δ᾽ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ.

  ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν. χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς [p. 38] μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι: εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον. [2] τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δὲ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος: εἰσηγησαμένου δέ τινος τὴν γνώμην, τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτω ποιεῖν. ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως. καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τὸ πρῶτον ἐταράχθησαν: [3] ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος δι᾽ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. ἐγίνοντό τε οὐδενὶ κόσμῳ αἱ ἀπαναστάσεις, ἀλλ᾽ ὥσπερ εἰκὸς οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνόμεναι, καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου: οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαί τε τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν. [4] πρῶτοι μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι ταὐτὸν ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ὁσέτη. οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος [p. 39] ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων: ὥστε πολλαὶ αἱ ἀπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη.

  ἦσαν δὲ τά τε πολέμια ἐκ τοῦ μετὰ κινδύνων πεποιῆσθαι τὰς μελέτας ἐν ἔθνεσι φιλοπολέμοις ζῶντες πολλῶν ἀμείνους καὶ τῆς κατὰ τὰ ναυτικὰ ἐπιστήμης διὰ τὴν μετὰ Τυρρηνῶν οἴκησιν ἐπὶ πλεῖστον ἐληλακότες: ἥ τε ἀνάγκη ἱκανὴ οὖσα τοῖς ἀπορουμένοις βίου τόλμαν παρασχεῖν ἡγεμών τε καὶ διδάσκαλος τοῦ παντὸς κινδυνεύματος αὐτοῖς ἐγίνετο, [2] ὥστε οὐ χαλεπῶς ὅπη ἐπέλθοιεν ἐπεκράτουν. ἐκαλοῦντο δὲ ὑπὸ τῶν ἄλλων ἀνθρώπων τῆς τε χώρας ἐπικλήσει ἀφ᾽ ἧς ἐξανέστησαν καὶ τοῦ παλαιοῦ γένους μνήμῃ οἱ αὐτοὶ Τυρρηνοὶ καὶ Πελασγοί. ὧν ἐγὼ λόγον ἐποιησάμην τοῦ μή τινα θαῦμα ποιεῖσθαι, ἐπειδὰν ποιητῶν ἢ συγγραφέων ἀκούῃ τοὺς Πελασγοὺς καὶ Τυρρηνοὺς ὀνομαζόντων, πῶς ἀμφοτέρας ἔσχον τὰς ἐπωνυμίας οἱ αὐτοί. [3] ἔχει γὰρ περὶ αὐτῶν καὶ Θουκυδίδης μὲν ἐ�
�αργῆ ἀκτῆς τῆς Θρᾳκίας μνήμην καὶ [p. 40] τῶν ἐν αὐτῇ κειμένων πόλεων, ἃς οἰκοῦσιν ἄνθρωποι δίγλωττοι. περὶ δὲ τοῦ Πελασγικοῦ ἔθνους ὅδε ὁ λόγος: ῾ἔνι δέ τι καὶ Χαλκιδικὸν, τὸ δὲ πλεῖστον Πελασγικὸν τῶν καὶ Λῆμνόν ποτε καὶ Ἀθήνας οἰκησάντων Τυρρηνῶν᾽. [4] Σοφοκλεῖ δ᾽ ἐν Ἰνάχῳ δράματι ἀνάπαιστον ὑπὸ τοῦ χοροῦ λεγόμενον πεποίηται ὧδε:

  Ἴναχε νᾶτορ, παῖ τοῦ κρηνῶν

  πατρὸς Ὠκεανοῦ, μέγα πρεσβεύων

  Ἄργους τε γύαις Ἥρας τε πάγοις,

  καὶ Τυρσηνοῖσι Πελασγοῖς.

  [5] Τυρρηνίας μὲν γὰρ δὴ ὄνομα τὸν χρόνον ἐκεῖνον ἀνὰ τὴν Ἑλλάδα ἦν, καὶ πᾶσα ἡ προσεσπέριος Ἰταλία τὰς κατὰ τὸ ἔθνος ὀνομασίας ἀφαιρεθεῖσα καὶ τὴν ἐπίκλησιν ἐκείνην ἐλάμβανεν, ὥσπερ καὶ τῆς Ἑλλάδος ἄλλῃ τε πολλαχῇ καὶ περὶ τὴν καλουμένην νῦν Πελοπόννησον ἐγένετο: ἐπὶ γὰρ ἑνὸς τῶν οἰκούντων ἐν αὐτῇ ἐθνῶν, τοῦ Ἀχαϊκοῦ, καὶ ἡ σύμπασα χερρόνησος, ἐν ᾗ καὶ τὸ Ἀρκαδικὸν καὶ τὸ Ἰωνικὸν καὶ ἄλλα συχνὰ ἔθην ἔνεστιν, Ἀχαΐα ὠνομάσθη. [p. 41]

  ὁ δὲ χρόνος ἐν ᾧ τὸ Πελασγικὸν κακοῦσθαι ἤρξατο, δευτέρα γενεὰ σχεδὸν πρὸ τῶν Τρωικῶν ἐγένετο: διέτεινε δὲ καὶ μετὰ τὰ Τρωικά, ἕως εἰς ἐλάχιστον συνεστάλη τὸ ἔθνος. ἔξω γὰρ Κρότωνος τῆς ἐν Ὀμβρικοῖς πόλεως ἀξιολόγου, καὶ εἰ δή τι ἄλλο ἐν τῇ Ἀβοριγίνων οἰκισθὲν ἐτύγχανε, τὰ λοιπὰ τῶν Πελασγῶν διεφθάρη πολίσματα. ἡ δὲ Κρότων ἄχρι πολλοῦ διαφυλάξασα τὸ παλαιὸν σχῆμα χρόνος οὐ πολὺς ἐξ οὗ τήν τε ὀνομασίαν καὶ τοὺς οἰκήτορας ἤλλαξε: καὶ νῦν ἐστι Ῥωμαίων ἀποικία, καλεῖται δὲ [2] Κορθωνία. οἱ δὲ τῶν ἐκλιπόντων τὴν χώραν Πελασγῶν κατασχόντες τὰς πόλεις ἄλλοι τε πολλοὶ ἦσαν, ὡς ἕκαστοί τισιν ἔτυχον ὁμοτέρμονας τὰς οἰκήσεις ἔχοντες, καὶ ἐν τοῖς μάλιστα πλείστας τε καὶ ἀρίστας Τυρρηνοί. τοὺς δὲ Τυρρηνοὺς οἱ μὲν αὐτόχθονας Ἰταλίας ἀποφαίνουσιν, οἱ δὲ ἐπήλυδας: καὶ τὴν ἐπωνυμίαν αὐτοῖς ταύτην οἱ μὲν αὐθιγενὲς τὸ ἔθνος ποιοῦντες ἐπὶ τῶν ἐρυμάτων, ἃ πρῶτοι τῶν τῇδε οἰκούντων κατεσκευάσαντο, τεθῆναι λέγουσι: τύρσεις γὰρ καὶ παρὰ Τυρρηνοῖς αἱ ἐντείχιοι καὶ στεγαναὶ οἰκήσεις ὀνομάζονται ὥσπερ παρ᾽ Ἕλλησιν. ἀπὸ δὴ τοῦ συμβεβηκότος αὐτοῖς ἀξιοῦσι τεθῆναι τοὔνομα, ὥς2περ καὶ τοῖς ἐν Ἀσίᾳ Μοσυνοίκοις: οἰκοῦσι μὲν γὰρ δὴ κἀκεῖνοι ἐπὶ ξυλίνοις ὡσπερὰν πύργοις ὑψηλοῖς σταυρώμασι, μόσυνας αὐτὰ καλοῦντες. [p. 42]

  οἱ δὲ μετανάστας μυθολογοῦντες αὐτοὺς εἶναι Τυρρηνὸν ἀποφαίνουσιν ἡγεμόνα τῆς ἀποικίας γενόμενον ἀφ᾽ ἑαυτοῦ θέσθαι τῷ ἔθνει τοὔνομα: τοῦτον δὲ Λυδὸν εἶναι τὸ γένος ἐκ τῆς πρότερον Μῃονίας καλουμένης, παλαιὸν δή τινα μετανάστην ὄντα: εἶναι δ᾽ αὐτὸν πέμπτον ἀπὸ Διὸς, λέγοντες ἐκ Διὸς καὶ Γῆς Μάνην γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ βασιλέα: τούτου δὲ καὶ Καλλιρόης τῆς Ὠκεανοῦ θυγατρὸς γεννηθῆναι Κότυν: τῷ δὲ Κότυϊ γήμαντι θυγατέρα Τύλλου τοῦ γηγενοῦς Ἁλίην δύο γενέσθαι παῖδας Ἀσίην καὶ Ἄτυν: [2] ἐκ δὲ Ἄτυος καὶ Καλλιθέας τῆς Χωραίου Λυδὸν φῦναι καὶ Τυρρηνόν: καὶ τὸν μὲν Λυδὸν αὐτοῦ καταμείναντα τὴν πατρῴαν ἀρχὴν παραλαβεῖν καὶ ἀπ᾽ αὐτοῦ Λυδίαν τὴν γῆν ὀνομασθῆναι: Τυρρηνὸν δὲ τῆς ἀποικίας ἡγησάμενον πολλὴν κτήσασθαι τῆς Ἰταλίας καὶ τοῖς συναραμένοις τοῦ στόλου ταύτην θέσθαι τὴν ἐπωνυμίαν. [3] Ἡροδότῳ δὲ εἴρηνται Ἄτυος τοῦ Μάνεω παῖδες οἱ περὶ Τυρρηνὸν, καὶ ἡ μετανάστασις τῶν Μῃόνων εἰς Ἰταλίαν οὐχ ἑκούσιος. φησὶ γὰρ ἐπὶ τῆς Ἄτυος ἀρχῆς ἀφορίαν καρπῶν ἐν τῇ γῇ Μῃόνων γενέσθαι, τοὺς δὲ ἀνθρώπους τέως μὲν ὑπὸ τῆς φιλοχωρίας κρατουμένους πολλὰ διαμηχανήσασθαι πρὸς τὴν συμφορὰν [p. 43] ἀλεξητήρια, τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν μέτρια σιτία προσφερομένους, τῇ δ᾽ ἑτέρᾳ διακαρτεροῦντας: χρονίζοντος δὲ τοῦ δεινοῦ διανείμαντας ἅπαντα τὸν δῆμον διχῇ κλήρους ταῖς μοίραις ἐπιβαλεῖν: τὸν μὲν ἐπ᾽ ἐξόδῳ τῆς χώρας, τὸν δ᾽ ἐπὶ μονῇ, καὶ τῶν Ἄτυος παίδων τὸν μὲν τῇ προσνεῖμαι, τὸν δὲ τῇ. [4] λαχούσης δὲ τῆς ἅμα Λυδῷ μοίρας τὴν τοῦ μεῖναι τύχην, ἐκχωρῆσαι τὴν ἑτέραν ἀπολαχοῦσαν τῶν χρημάτων τὰ μέρη, ὁρμισαμένην δ᾽ ἐπὶ τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας, ἔνθα ἦν Ὀμβρικοῖς ἡ οἴκησις, αὐτοῦ καταμείνασαν ἱδρύσασθαι πόλεις τὰς ἔτι καὶ κατ᾽ αὐτὸν ἐκεῖνον οὔσας.

  τούτῳ τῷ λόγῳ πολλοὺς καὶ ἄλλους συγγραφεῖς περὶ τοῦ Τυρρηνῶν γένους χρησαμένους ἐπίσταμαι, τοὺς μὲν κατὰ ταὐτά, τοὺς δὲ μεταθέντας τὸν οἰκισμὸν καὶ τὸν χρόνον. ἔλεξαν γὰρ δή τινες Ἡρακλέους υἱὸν εἶναι τὸν Τυρρηνὸν ἐξ Ὀμφάλης τῆς Λυδῆς γενόμενον: τοῦτον δ᾽ ἀφικόμενον εἰς Ἰταλίαν ἐκβαλεῖν τοὺς Πελασγοὺς ἐκ τῶν πόλεων οὐχ ἁπασῶν, ἀλλ᾽ ὅσαι πέραν ἦσαν τοῦ Τεβέριος ἐν τῷ βορείῳ μέρει. ἕτεροι δὲ Τηλέφου παῖδα τὸν Τυρρηνὸν ἀποφαίνουσιν, ἐλθεῖν δὲ μετὰ τὴν Τροίας ἅλωσιν εἰς Ἰταλίαν. [2] Ξάνθος δὲ ὁ Λυδὸς ἱστορίας παλαιᾶς εἰ καί τις ἄλλος [p. 44] ἔμπειρος ὤν, τῆς δὲ πατρίου καὶ βεβαιωτὴς ἂν οὐδενὸς ὑποδεέστερος νομισθείς, οὔτε Τυρρηνὸν ὠνόμακεν οὐδαμοῦ τῆς γραφῆς δυνάστην Λυδῶν οὔτε ἀποικίαν Μῃόνων εἰς Ἰταλίαν κατασχοῦσαν ἐπίσταται Τυρρηνίας τε μνήμην ὡς Λυδῶν ἀποκτίσεως ταπεινοτέρων
ἄλλων μεμνημένος οὐδεμίαν πεποίηται: Ἄτυος δὲ παῖδας γενέσθαι λέγει Λυδὸν καὶ Τόρηβον, τούτους δὲ μερισαμένους τὴν πατρῴαν ἀρχὴν ἐν Ἀσίᾳ καταμεῖναι ἀμφοτέρους: καὶ τοῖς ἔθνεσιν ὧν ἦρξαν ἐπ᾽ ἐκείνων φησὶ τεθῆναι τὰς ὀνομασίας, λέγων ὧδε: ῾ἀπὸ Λυδοῦ μὲν γίνονται Λυδοὶ, ἀπὸ Τορήβου δὲ Τόρηβοι. τούτων ἡ γλῶσσα ὀλίγον παραφέρει, καὶ νῦν ἔτι σιλλοῦσιν ἀλλήλους ῥήματα οὐκ ὀλίγα, ὥσπερ Ἴωνες καὶ [3] Δωριεῖσ᾽. Ἑλλάνικος δὲ ὁ Λέσβιος τοὺς Τυρρηνούς φησι Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν νῦν ἔχουσι προσηγορίαν. ἔχει δὲ αὐτῷ ἐν Φορωνίδι ὁ λόγος ὧδε: ῾τοῦ Πελασγοῦ τοῦ βασιλέος αὐτῶν καὶ Μενίππης τῆς Πηνειοῦ ἐγένετο Φράστωρ, τοῦ δὲ Ἀμύντωρ, τοῦ δὲ Τευταμίδης, τοῦ δὲ Νάνας. ἐπὶ τούτου βασιλεύοντες οἱ Πελασγοὶ ὑπ᾽ Ἑλλήνων ἀνέστησαν, καὶ ἐπὶ Σπινῆτι ποταμῷ ἐν τῷ Ἰονίῳ κόλπῳ τὰς νῆας καταλιπόντες [p. 45] Κρότωνα πόλιν ἐν μεσογείῳ εἷλον καὶ ἐντεῦθεν ὁρμώμενοι τὴν νῦν καλεομένην Τυρσηνίην ἔκτισαν᾽. [4] Μυρσίλος δὲ τὰ ἔμπαλιν ἀποφαινόμενος Ἑλλανίκῳ τοὺς Τυρρηνούς φησιν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον, ἐν τῇ πλάνῃ μετονομασθῆναι Πελαργοὺς, τῶν ὀρνέων τοῖς καλουμένοις πελαργοῖς εἰκασθέντας, ὡς κατ᾽ ἀγέλας ἐφοίτων εἴς τε τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον: καὶ τοῖς Ἀθηναίοις τὸ τεῖχος τὸ περὶ τὴν ἀκρόπολιν, τὸ Πελαργικὸν καλούμενον, τούτους περιβαλεῖν.

 

‹ Prev