ἐπειδὴ δὲ κατεσκευάσθη τοῖς Τρωσὶν ἡ πόλις, ἐπιθυμία πάντας ἴσχεν ἰσχυρὰ τοῦ παρ᾽ ἀλλήλων ἀπολαῦσαι χρησίμου, καὶ οἱ βασιλεῖς αὐτῶν πρῶτοι ἄρχουσι μίξαντες τοῦ τε ἐπιχωρίου καὶ τοῦ ἐπήλυδος γένους τὴν ἀξίωσιν ἐπὶ συναλλαγαῖς γάμου, δόντος Λατίνου τὴν θυγατέρα Λαῦναν Αἰνείᾳ γυναῖκα. [2] ἔπειτα καὶ οἱ ἄλλοι τὴν αὐτὴν τοῖς βασιλεῦσιν ἐπιθυμίαν λαβόντες καὶ δι᾽ ὀλίγου πάνυ χρόνου συνενεγκάμενοι ἔθη καὶ νόμους καὶ θεῶν ἱερά, κηδείας τε συνάψαντες ἀλλήλοις καὶ κοινωνίαις πολέμων ἀνακεράσθέντες, οἱ σύμπαντες κοινῇ ὀνομασίᾳ προσαγορεύοντες ἑαυτοὺς ἀπὸ τοῦ βασιλέως τῶν Ἀβοριγίνων Λατίνους, οὕτω βεβαίως ἔμειναν ἐπὶ τοῖς συγκειμένοις, ὥστ᾽ οὐδεὶς αὐτοὺς ἔτι χρόνος ἀπ᾽ ἀλλήλων διέστησε. [3] τὰ μὲν δὴ συνελθόντα ἔθνη καὶ κοινωσάμενα τοὺς βίους, ἐξ ὧν τὸ Ῥωμαίων γένος ὥρμηται, πρὶν ἣν νῦν ἔχουσιν οἰκισθῆναι πόλιν, ταῦτά ἐστιν: Ἀβοριγῖνες μὲν πρῶτον, οἳ Σικελοὺς ἐξανέστησαν ἐκ τούτων τῶν χωρίων, Ἕλληνες ὄντες τὸ ἀρχαῖον ἐκ Πελοποννήσου [p. 98] τῶν σὺν Οἰνώτρῳ μετενεγκαμένων τὴν οἴκησιν ἐκ τῆς καλουμένης νῦν Ἀρκαδίας, ὡς ἐγὼ πείθομαι: ἔπειθ᾽ οἱ μεταναστάντες ἐκ τῆς τότε μὲν Αἱμονίας, νῦν δὲ Θετταλίας καλουμένης, Πελασγοί: τρίτοι δὲ οἱ σὺν Εὐάνδρῳ παραγενηθέντες εἰς Ἰταλίαν ἐκ Παλλαντίου πόλεως: μετὰ δὲ τούτους τῶν σὺν Ἡρακλεῖ στρατευομένων Πελοποννησίων Ἐπειοί τε καὶ Φενεᾶται, οἷς καὶ Τρωικόν τι ἐμμέμικται: τελευταῖοι δὲ οἱ διασωθέντες σὺν Αἰνείᾳ Τρῶες ἐξ Ἰλίου τε καὶ Δαρδάνου καὶ τῶν ἄλλων Τρωικῶν πόλεων.
ὅτι δὲ καὶ τὸ τῶν Τρώων ἔθνος Ἑλληνικὸν ἐν τοῖς μάλιστα ἦν ἐκ Πελοποννήσου ποτὲ ὡρμημένον, εἴρηται μὲν καὶ ἄλλοις τισὶ πάλαι, λεχθήσεται δὲ καὶ πρὸς ἐμοῦ δι᾽ ὀλίγων. ἔχει δὲ ὁ λόγος περὶ αὐτῶν ὧδε: Ἄτλας γίνεται βασιλεὺς πρῶτος ἐν τῇ καλουμένῃ νῦν Ἀρκαδίᾳ, ᾤκει δὲ περὶ τὸ λεγόμενον Καυκώνιον ὄρος. τούτῳ θυγατέρες ἦσαν ἑπτὰ αἱ νῦν ἐν οὐρανῷ κατηστερίσθαι λεγόμεναι Πλειάδες ἐπίκλησιν, ὧν μίαν μὲν Ἠλέκτραν Ζεὺς γαμεῖ καὶ [2] γεννᾷ παῖδας ἐξ αὐτῆς Ἴασον καὶ Δάρδανον. Ἴασος μὲν οὖν ἠίθεος μένει, Δάρδανος δὲ ἄγεται γυναῖκα Χρύσην Πάλλαντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Ἰδαῖος καὶ Δείμας. οὗτοι τέως μὲν ἐν Ἀρκαδίᾳ παραλαβόντες τὴν Ἄτλαντος δυναστείαν ἐβασίλευον, ἔπειτα κατακλυσμοῦ γενομένου μεγάλου περὶ τὴν Ἀρκαδίαν τὰ μὲν πεδία ἐξελιμνώθη καὶ πολλοῦ [p. 99] χρόνου γεωργεῖσθαι ἀδύνατα ἦν, οἱ δὲ ἄνθρωποι ῾ᾤκουν γὰρ ἀνὰ τὰ ὄρη γλίσχρως ποριζόμενοι τὰς τροφάσ᾽ συμφρονήσαντες ὡς οὐχ ἱκανὴ βόσκειν ἔσται πάντας ἡ περιοῦσα γῆ νέμονται σφᾶς αὐτοὺς διχῇ: καὶ αὐτῶν οἱ μὲν ἐν Ἀρκαδίᾳ ὑπομένουσι βασιλέα καταστησάμενοι Δείμαντα τὸν Δαρδάνου, οἱ δὲ λοιποὶ [3] ἀπανίστανται Πελοποννήσου στόλῳ μεγάλῳ. ποιούμενοι δὲ τὸν πλοῦν παρὰ τὴν Εὐρώπην εἰς τὸν Μέλανα καλούμενον ἀφικνοῦνται κόλπον καὶ τυγχάνουσιν ἐν νήσῳ τινὶ τῆς Θρᾴκης ὁρμισάμενοι, ἣν οὐκ ἔχω εἰπεῖν εἴτε ἦν οἰκουμένη καὶ πρότερον, εἴτ᾽ ἔρημος: ᾗ τίθενται τοὔνομα σύνθετον ἔκ τε ἀνδρὸς καὶ τόπου, Σαμοθρᾴκην: τὸ μὲν γὰρ χωρίον τῆς Θρᾴκης, ὁ δὲ οἰκιστὴς Σάμων, υἱὸς Ἑρμοῦ καὶ νύμφης Κυλληνίδος Ῥήνης ὀνομαζομένης. [4] ἐκεῖ δὲ χρόνον οὐ πολὺν διατρίψαντες, ὡς οὐκ εὐμαρὴς ἦν ὁ βίος αὐτοῖς γῇ τε λυπρᾷ καὶ θαλάττῃ ἀγρίᾳ μαχομένοις, ὀλίγους τινὰς ἐν τῇ νήσῳ λειπόμενοι ἀπανίστανται πάλιν οἱ πλείους εἰς τὴν Ἀσίαν ἔχοντες ἡγεμόνα τῆς ἀποικίας Δάρδανον: Ἴασος γὰρ ἐν τῇ νήσῳ κεραυνῷ πληγεὶς τελευτᾷ Δήμητρος εὐνῆς ὀριγνώμενος οἱ ἔχειν: ποιησάμενοί τε τὴν ἀπόβασιν ἐν τῷ καλουμένῳ νῦν Ἑλλησπόντῳ περὶ τὴν ὕστερον κληθεῖσαν οἰκίζονται Φρυγίαν, [p. 100] Ἰδαῖος μὲν ὁ Δαρδάνου μέρος τῆς στρατιᾶς ἔχων ἐν τοῖς ὄρεσιν, ἃ νῦν Ἰδαῖα ἀπ᾽ ἐκείνου λέγεται, ἔνθα μητρὶ θεῶν ἱερὸν ἱδρυσάμενος ὄργια καὶ τελετὰς κατεστήσατο, αἳ καὶ εἰς τόδε χρόνου διαμένουσιν ἐν ἁπάσῃ Φρυγίᾳ: Δάρδανος δ᾽ ἐν τῇ καλουμένῃ νῦν Τρωάδι πόλιν ὁμώνυμον αὑτῷ κατασκευάσας, δόντος αὐτῷ τὰ χωρία Τεύκρου βασιλέως, ἀφ᾽ οὗ Τευκρὶς τὸ ἀρχαῖον ἡ γῆ ἐλέγετο: [5] τοῦτον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν δήμου Ξυπεταιέως ἄρχοντα καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια. κρατήσαντα δὲ χώρας συχνῆς τε καὶ ἀγαθῆς καὶ οὐ πολὺ τὸ ἐπιχώριον ἐχούσης γένος ἀσμένως τὸν Δάρδανον ἰδεῖν καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικόν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.
ἀπαιτεῖ δὲ ὁ λόγος καὶ τὸν Αἰνείαν ἐξ ὧν ἔφυ διηγήσασθαι: βραχείᾳ δὴ καὶ τοῦτο δηλώσει σημανῶ. Δάρδανος ἐπειδὴ Χρύσην τὴν Πάλλαντος θυγατέρα, ἐξ ἧς οἱ πρότεροι παῖδες ἐγένοντο αὐτῷ, τελευτῆσαι συνέπεσε, Βάτειαν γαμεῖ τὴν Τεύκρου θυγατέρα: καὶ γίνεται παῖς αὐτῷ Ἐριχθόνιος, ὃς ἁπάντων ἀνθρώπων εὐδαιμονέστατος λέγεται γενέσθαι τῆς τε πατρῴας καὶ τῆς ὑπὸ τῷ μητροπάτορι γενομένης [p. 101] [2] κληρονομήσας ἀρχῆς. Ἐριχθονίου δὲ καὶ Καλλιρρόης τῆς Σκαμάνδρου γίνεται Τρώς, ἀφ᾽ οὗ τὴν ἐπωνυμίαν τὸ ἔθ
νος ἔχει: Τρωὸς δὲ καὶ Ἀκαλλαρίδος τῆς Εὐμήδους Ἀσσάρακος ἦν: τούτου δὲ καὶ Κλυτοδώρας τῆς Λαομέδοντος Κάπυς: Κάπυος δὲ καὶ νύμφης Ναϊάδος Ἱερομνήμης Ἀγχίσης: Ἀγχίσου δὲ καὶ Ἀφροδίτης Αἰνείας. ὡς μὲν δὴ καὶ τὸ Τρωικὸν γένος Ἑλληνικὸν ἀρχῆθεν ἦν δεδήλωταί μοι.
περὶ δὲ τῶν χρόνων ἐν οἷς ἐκτίσθη τὸ Λαουΐνιον ἄλλοι μὲν ἄλλως λέγουσιν: ἐμοὶ μέντοι δοκοῦσιν οἱ δευτέρῳ μετὰ τὴν ἔξοδον τὴν ἐκ Τροίας ἔτει φέροντες αὐτὴν εἰκότα μᾶλλον λέγειν. Ἴλιος μὲν γὰρ ἑάλω τελευτῶντος ἤδη τοῦ θέρους, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς, ὀγδόῃ φθίνοντος μηνὸς Θαργηλιῶνος, ὡς Ἀθηναῖοι τοὺς χρόνους ἄγουσι, περιτταὶ δὲ ἦσαν αἱ τὸν ἐνιαυτὸν ἐκεῖνον ἐκπληροῦσαι μετὰ τὴν τροπὴν εἴκοσιν ἡμέραι. ἐν δὴ ταῖς ἑπτὰ καὶ τριάκοντα ταῖς ἀπὸ τῆς ἁλώσεως διαγενομέναις τά τε περὶ τὴν πόλιν οἴομαι διοικήσασθαι τοὺς Ἀχαιοὺς καὶ τὰς πρεσβείας ἐπιδέξασθαι τὰς παρὰ τῶν ἀφεστηκότων καὶ τὰ ὅρκια ποιήσασθαι πρὸς αὐτούς: [2] τῷ δ᾽ ἑξῆς ἔτει, πρώτῳ δὲ μετὰ τὴν [p. 102] ἅλωσιν ὑπὸ τὴν μετοπωρινὴν ἰσημερίαν ἄραντες οἱ Τρῶες ἐκ τῆς γῆς περαιοῦνται τὸν Ἑλλήσποντον καὶ καταχθέντες εἰς τὴν Θρᾴκην αὐτοῦ διατρίβουσι τὴν χειμερινὴν ὥραν δεχόμενοί τε τοὺς ἐπισυνιόντας ἐκ τῆς φυγῆς καὶ παρασκευαζόμενοι τὰ εἰς τὸν ἀπόπλουν. ἐκ δὲ τῆς Θρᾴκης ἀναστάντες ἔαρος ἀρχομένου τελοῦσι τὸν μεταξὺ πλοῦν ἄχρι Σικελίας: ἐκεῖ δὲ ὁρμισαμένοις αὐτοῖς τὸ ἔτος τοῦτο τελευτᾷ, καὶ διατρίβουσι τὸν δεύτερον χειμῶνα τὰς πόλεις συνοικίζοντες τοῖς Ἐλύμοις ἐν Σικελίᾳ. [3] πλοΐμων δὲ γενομένων ἄραντες ἀπὸ τῆς νήσου περῶσι τὸ Τυρρηνικὸν πέλαγος καὶ τελευτῶντες εἰς Λωρεντὸν ἀφικνοῦνται τὸν Ἀβοριγίνων αἰγιαλὸν μεσούσης θερείας. λαβόντες δὲ τὸ χωρίον οἰκίζουσιν ἐν αὐτῷ Λαουΐνιον τὸν δεύτερον ἀπὸ τῆς ἁλώσεως ἐκπληρώσαντες ἐνιαυτόν. καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.
Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων: τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα. [2] ἀπέστησαν γὰρ αὖθις ἀπὸ τοῦ Λατίνου Ῥότολοι λαβόντες ἡγεμόνα τῶν αὐτομόλων τινὰ τῆς Λατίνου γυναικὸς [p. 103] Ἀμίτας ἀνεψιὸν ὄνομα Τυρρηνόν. ὁ δὲ ἀνὴρ οὗτος ἐπὶ τῷ γάμῳ τῆς Λαύνας τὸν κηδεστὴν μεμφόμενος, ὅτι παρελθὼν τὸ συγγενὲς ὀθνείοις ἐκήδευσε, τῆς τε Ἀμίτας παροξυνούσης καὶ ἄλλων τινῶν συλλαμβανόντων ἄγων τὴν δύναμιν, ἧς αὐτὸς ἦρχε, προστίθεται τοῖς Ῥοτόλοις. [3] πολέμου δ᾽ ἐκ τῶν ἐγκλημάτων τούτων γενομένου καὶ μάχης ἰσχυρᾶς Λατῖνός τε ἀποθνήσκει καὶ Τυρρηνὸς καὶ τῶν ἄλλων συχνοί, κρατοῦσι δ᾽ ὅμως οἱ σὺν Αἰνείᾳ. ἐκ δὲ τούτου τὴν ὑπὸ τῷ κηδεστῇ γενομένην ἀρχὴν Αἰνείας παραλαμβάνει. τρία δὲ βασιλεύσας ἔτη μετὰ τὴν Λατίνου τελευτὴν τῷ τετάρτῳ θνήσκει κατὰ πόλεμον. [4] Ῥότολοί τε γὰρ ἐκ τῶν πόλεων στρατεύουσιν ἅπαντες ἐπ᾽ αὐτὸν, καὶ σὺν αὐτοῖς βασιλεὺς Τυρρηνῶν Μεσέντιος δείσας περὶ τῆς αὑτοῦ χώρας, ἤδη γὰρ ἐπὶ μέγα χωροῦσαν τὴν Ἑλληνικὴν ὁρῶν δύναμιν ἤχθετο. μάχης δὲ γενομένης καρτερᾶς οὐ πρόσω τοῦ Λαουϊνίου καὶ πολλῶν ἑκατέρωθεν ἀπολομένων τὰ μὲν στρατεύματα νυκτὸς ἐπελθούσης διελύθη, τὸ δὲ Αἰνείου σῶμα φανερὸν οὐδαμῇ γενόμενον οἱ μὲν εἰς θεοὺς μεταστῆναι εἴκαζον, οἱ δ᾽ ἐν τῷ ποταμῷ, παρ᾽ ὃν ἡ μάχη ἐγένετο, διαφθαρῆναι. [5] καὶ αὐτῷ κατασκευάζουσιν οἱ Λατῖνοι ἡρῶον ἐπιγραφῇ τοιᾷδε κοσμούμενον: πατρὸς θεοῦ χθονίου, ὃς ποταμοῦ Νομικίου ῥεῦμα διέπει. εἰσὶ δ᾽ οἳ λέγουσιν ἐπ᾽ Ἀγχίσῃ [p. 104] κατασκευασθῆναι αὐτὸ ὑπ᾽ Αἰνείου, ἐνιαυτῷ πρότερον τοῦ πολέμου τούτου τελευτήσαντι. ἔστι δὲ χωμάτιον οὐ μέγα καὶ περὶ αὐτὸ δένδρα στοιχηδὸν πεφυκότα θέας ἄξια.
Αἰνείου δ᾽ ἐξ ἀνθρώπων μεταστάντος ἑβδόμῳ μάλιστα ἔτει μετὰ τὴν Ἰλίου ἅλωσιν Εὐρυλέων παρέλαβε τὴν Λατίνων ἡγεμονίαν ὁ μετονομασθεὶς Ἀσκάνιος ἐν τῇ φυγῇ. ἦσαν δὲ τειχήρεις οἱ Τρῶες ἐν τῷ χρόνῳ τούτῳ, καὶ τοῖς μὲν πολεμίοις ἀεὶ προσῄει δύναμις, αἱ δὲ τῶν Λατίνων ἀδύνατοι ἦσαν τοῖς ἐν τῷ Λαουϊνίῳ πολιορκουμένοις ἐπικουρεῖν. [2] τὸ μὲν δὴ πρῶτον εἰς φιλίαν τε καὶ συνθήκας μετρίας προὐκαλοῦντο τοὺς πολεμίους οἱ περὶ τὸν Ἀσκάνιον: ὡς δ᾽ οὐδὲν προσεῖχον αὐτοῖς, ἐπιτρέπειν ἐκείνοις ἠναγκάζοντο καταλύσασθαι τὸν πόλεμον ἐφ᾽ οἷς ἂν αὐτοὶ δικαιῶσι. τοῦ δὲ βασιλέως τῶν Τυρρηνῶν τά τε ἄλλα ὡς δεδουλωμένοις ἀφόρητα ἐπιτάσσοντος καὶ τὸν οἶνον ὅσον ἂν ἡ Λατίνων γῆ φέρῃ Τυρρηνοῖς ἀπάγειν ἀνὰ πᾶν ἔτος, οὐκ ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα τῆς μὲν ἀμπέλου τὸν καρπὸν ἱερὸν ἐψηφίσαντο τοῦ Διὸς εἶναι γνώμην ἀγορεύσαντος Ἀσκανίου, αὐτοὶ δὲ ἀλλήλοις παρακελευσάμενοι προθύμοις ἀγωνισταῖς γενέσθαι καὶ θεοὺς αἰτησάμενοι συλλαβέσθαι τοῦ κινδυνεύματος ἐξῆλθον ἐκ τῆς πόλ
εως φυλάξαντες νύκτ᾽ ἀσέληνον. [3] εὐθὺς δὲ προσβαλόντες τῷ χάρακι τῶν πολεμίων, ὃς ἐγγυτάτω τῆς πόλεως ἔκειτο καὶ [p. 105] ἦν προτείχισμα τῆς ἄλλης δυνάμεως ἐν ἐρυμνῷ τε κατεσκευασμένος χωρίῳ καὶ τὴν κρατίστην νεότητα Τυρρηνῶν ἔχων, ἧς ἡγεῖτο Μεσεντίου παῖς Λαῦσος ὄνομα, οὐδενὸς προιδομένου τὴν ἔφοδον αἱροῦσιν εὐπετῶς τὸ ὀχύρωμα. ἐν ᾧ δὲ τὸ χωρίον τοῦτο ἡλίσκετο, φῶς τε ἄκαιρον ὁρῶντες οἱ ἐν τοῖς πεδίοις ἐστρατοπεδευκότες καὶ βοὴν τῶν ἀπολλυμένων ἀκούοντες ἔφευγον ἐκλιπόντες τοὺς πεδινοὺς τόπους ἐπὶ τὰ [4] ὄρη. ἐν δὲ τούτῳ πολλὴ ἐγένετο ταραχὴ καὶ θόρυβος, οἷα ἐν νυκτὶ κινουμένης στρατιᾶς, ὡς αὐτίκα μάλα τῶν πολεμίων σφίσιν ἐπιθησομένων οὐ σὺν κόσμῳ οὐδὲ κατὰ τέλη τὴν ἔλασιν ποιουμένοις: οἱ δὲ Λατῖνοι, ἐπειδὴ τό τε φρούριον ἐξ ἐφόδου κατειλήφεσαν καὶ τὸ ἄλλο στράτευμα ἔμαθον τεταραγμένον, ἐπέκειντο αὐτοῖς κτείνοντες καὶ διώκοντες. τῶν δ᾽ οὐχ ὅπως τις πρὸς ἀλκὴν τραπέσθαι ἐπεχείρησεν, ἀλλ᾽ οὐδὲ μαθεῖν ἐν οἷς ἦσαν κακοῖς ἠδύνατο: ὑπὸ δὲ θορύβου καὶ ἀμηχανίας οἱ μὲν κατὰ κρημνῶν φερόμενοι διεφθείροντο, οἱ δ᾽ εἰς φάραγγας ἀνεξόδους ἐμπίπτοντες ἡλίσκοντο, οἱ δὲ πλεῖστοι ἀγνοήσαντες ἀλλήλους ἀνὰ τὸ σκότος ὅσα πολεμίους διέθεσαν, καὶ ὁ [p. 106] πλεῖστος αὐτῶν φθόρος ἀλληλοκτόνος ἐγίνετο. Μεσέντιος δὲ σὺν ὀλίγοις λόφον τινὰ καταλαβών, ἐπειδὴ τοῦ παιδὸς τὸν μόρον ἐπύθετο καὶ ὅσος αὐτῷ στρατὸς διέφθαρτο ἐν οἵῳ τε χωρίῳ κατακεκλεικὼς ἑαυτὸν ἦν, [5] ὡς ὢν ἐν ἀπορίᾳ χρήματος, ἔπεμψε κήρυκας εἰς τὸ Λαουΐνιον περὶ φιλίας διαλεξομένους, Ἀσκανίου δὲ τοῖς Λατίνοις ταμιεύεσθαι τὴν τύχην συμβουλεύοντος ἄδειαν εὑρόμενος ἀπῆλθεν ὑπόσπονδος μεθ᾽ ὅσης εἶχε δυνάμεως καὶ τὸν ἀπὸ τοῦδε χρόνον ἅπαντα διαλυσάμενος τὴν ἔχθραν πρὸς τοὺς Λατίνους βέβαιος φίλος ἦν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 160