μαθὼν δὲ τὴν παρασκευὴν αὐτῶν Τάτιος ὁ τῶν Σαβίνων βασιλεὺς νυκτὸς ἀναστήσας τὸν στρατὸν ἦγε διὰ τῆς χώρας οὐδὲν σινόμενος τῶν [p. 208] κατὰ τοὺς ἀγροὺς καὶ πρὶν ἀνατεῖλαι τὸν ἥλιον μεταξὺ τοῦ τε Κυρινίου καὶ τοῦ Καπιτωλίου τίθησιν ἐν τῷ πεδίῳ τὸν χάρακα. ὁρῶν δὲ ἀσφαλεῖ πάντα φυλακῇ κατεχόμενα πρὸς τῶν πολεμίων, σφίσι δὲ οὐδὲν χωρίον ἀπολειπόμενον ὀχυρὸν εἰς πολλὴν ἐνέπιπτεν ἀπορίαν οὐκ ἔχων ὅ τι χρήσεται τῇ τριβῇ τοῦ χρόνου. [2] ἀμηχανοῦντι δὲ αὐτῷ παράδοξος εὐτυχία γίνεται παραδοθέντος τοῦ κρατίστου τῶν ὀχυρωμάτων κατὰ τοιάνδε τινὰ συντυχίαν. παρεξιόντας γὰρ τὴν ῥίζαν τοῦ Καπιτωλίου τοὺς Σαβίνους εἰς ἐπίσκεψιν, εἴ τι μέρος εὑρεθείη τοῦ λόφου κλοπῇ ληφθῆναι δυνατὸν ἢ βίᾳ, παρθένος τις ἀπὸ τοῦ μετεώρου κατεσκόπει θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ᾧ προσέκειτο ἡ [3] τοῦ χωρίου φυλακή, Τάρπεια ὄνομα: καὶ αὐτὴν, ὡς μὲν Φάβιός τε καὶ Κίγκιος γράφουσιν, ἔρως εἰσέρχεται τῶν ψελλίων, ἃ περὶ τοῖς ἀριστεροῖς βραχίοσιν ἐφόρουν, καὶ τῶν δακτυλίων: χρυσοφόροι γὰρ ἦσαν οἱ Σαβῖνοι τότε καὶ Τυρρηνῶν οὐχ ἧττον ἁβροδίαιτοι: ὡς δὲ Πείσων Λεύκιος ὁ τιμητικὸς ἱστορεῖ, καλοῦ πράγματος ἐπιθυμία γυμνοὺς τῶν σκεπαστηρίων ὅπλων παραδοῦναι τοῖς πολίταις τοὺς πολεμίους. ὁπότερον δὲ τούτων ἀληθέστερόν ἐστιν ἐκ τῶν ὕστερον γενομένων ἔξεστιν εἰκάζειν. [4] πέμψασα δ᾽ οὖν τῶν θεραπαινίδων τινὰ διὰ πυλίδος, ἣν οὐδεὶς ἔμαθεν ἀνοιγομένην, ἠξίου τὸν βασιλέα τῶν Σαβίνων ἐλθεῖν αὑτῇ δίχα τῶν ἄλλων εἰς λόγους, ὡς ἐκείνῳ διαλεξομένη περὶ πράγματος ἀναγκαίου καὶ μεγάλου. δεξαμένου δὲ [p. 209] τοῦ Τατίου τὸν λόγον κατ᾽ ἐλπίδα προδοσίας καὶ συνελθόντος εἰς τὸν ἀποδειχθέντα τόπον, προελθοῦσα εἰς ἐφικτὸν ἡ παρθένος ἐξεληλυθέναι μὲν νυκτὸς ἐκ τοῦ φρουρίου τὸν πατέρα αὑτῆς ἔφη χρείας τινὸς ἕνεκα, τὰς δὲ κλεῖς αὐτὴ φυλάττειν τῶν πυλῶν καὶ παραδώσειν αὐτοῖς τὸ ἔρυμα νυκτὸς ἀφικομένοις μισθὸν τῆς προδοσίας λαβοῦσα τὰ φορήματα τῶν Σαβίνων, ἃ περὶ τοῖς εὐωνύμοις εἶχον ἅπαντες βραχίοσιν. [5] εὐδοκοῦντος δὲ τοῦ Τατίου λαβοῦσα τὰς πίστεις δι᾽ ὅρκων παρ᾽ αὐτοῦ καὶ αὐτὴ δοῦσα τοῦ μὴ ψεύδεσθαι τὰς ὁμολογίας τόπον τε ὁρίσασα, ἐφ᾽ ὃν ἔδει τοὺς Σαβίνους ἐλθεῖν, τὸν ἐχυρώτατον καὶ νυκτὸς ὥραν τὴν ἀφυλακτοτάτην ἀπῄει καὶ τοὺς ἔνδον ἔλαθε.
μέχρι μὲν δὴ τούτων συμφέρονται πάντες οἱ Ῥωμαίων συγγραφεῖς, ἐν δὲ τοῖς ὕστερον λεγομένοις οὐχ ὁμολογοῦσι. Πείσων γὰρ ὁ τιμητικός, οὗ καὶ πρότερον ἐμνήσθην, ἄγγελόν φησιν ὑπὸ τῆς Ταρπείας ἀποσταλῆναι νύκτωρ ἐκ τοῦ χωρίου δηλώσοντα τῷ Ῥωμύλῳ τὰς γενομένας τῇ κόρῃ πρὸς τοὺς Σαβίνους ὁμολογίας, ὅτι μέλλοι τὰ σκεπαστήρια παρ᾽ αὐτῶν αἰτεῖν ὅπλα διὰ τῆς κοινότητος τῶν ὁμολογιῶν παρακρουσαμένη, δύναμίν τε ἀξιώσοντα πέμπειν ἐπὶ τὸ φρούριον ἑτέραν νυκτός, ὡς αὐτῷ στρατηλάτῃ παραληψόμενον τοὺς πολεμίους γυμνοὺς τῶν ὅπλων: [p. 210] τὸν δὲ ἄγγελον αὐτομολήσαντα πρὸς τὸν ἡγεμόνα τῶν Σαβίνων κατήγορον γενέσθαι τῶν τῆς Ταρπείας βουλευμάτων. [2] οἱ δὲ περὶ τὸν Φάβιόν τε καὶ Κίγκιον οὐδὲν τοιοῦτο γεγονέναι λέγουσιν, ἀλλὰ φυλάξαι τὴν κόρην διαβεβαιοῦνται τὰς περὶ τῆς προδοσίας συνθήκας. τὰ δ᾽ ἑξῆς ἅπαντες πάλιν ὁμοίως γράφουσι. φασὶ γὰρ ὅτι παραγενομένου σὺν τῷ κρατίστῳ τῆς στρατιᾶς μέρει τοῦ βασιλέως τῶν Σαβίνων φυλάττουσα τὰς ὑποσχέσεις ἡ Τάρπεια τοῖς μὲν πολεμίοις ἀνέῳξε τὴν συγκειμένην πυλίδα, τοὺς δ᾽ ἐν τῷ χωρίῳ φύλακας ἀναστήσασα διαταχέων σώζειν ἑαυτοὺς ἠξίου καθ᾽ ἑτέρας ἐξόδους τοῖς πολεμίοις ἀφανεῖς, ὡς κατεχόντων ἤδη τῶν Σαβίνων τὸ φρούριον: [3] διαφυγόντων δὲ τούτων τοὺς μὲν Σαβίνους ἀνεῳγμένας εὑρόντας τὰς πύλας κατασχεῖν τὸ φρούριον ἔρημον τῶν φυλάκων, τὴν δὲ Τάρπειαν ὡς τὰ παρ᾽ ἑαυτῆς ὅσα συνέθετο παρεσχημένην ἀξιοῦν τοὺς μισθοὺς τῆς προδοσίας κατὰ τοὺς ὅρκους ἀπολαβεῖν.
ἔπειτα πάλιν ὁ μὲν Πείσων φησὶ τῶν Σαβίνων τὸν χρυσὸν ἑτοίμων ὄντων διδόναι τῇ κόρῃ τὸν περὶ τοῖς ἀριστεροῖς βραχίοσι τὴν Τάρπειαν οὐ τὸν κόσμον ἀλλὰ τοὺς θυρεοὺς παρ᾽ αὐτῶν αἰτεῖν. Τατίῳ δὲ θυμόν τε εἰσελθεῖν ἐπὶ τῇ ἐξαπάτῃ καὶ λογισμὸν τοῦ μὴ παραβῆναι τὰς ὁμολογίας. δόξαι δ᾽ οὖν αὐτῷ δοῦναι μὲν τὰ ὅπλα, ὥσπερ ἡ παῖς ἠξίωσε, ποιῆσαι δ᾽ ὅπως αὐτοῖς μηδὲν λαβοῦσα χρήσεται, καὶ αὐτίκα διατεινάμενον ὡς μάλιστα ἰσχύος εἶχε ῥῖψαι [p. 211] τὸν θυρεὸν κατὰ τῆς κόρης καὶ τοῖς ἄλλοις παρακελεύσασθαι ταὐτὸ ποιεῖν. οὕτω δὴ βαλλομένην πάντοθεν τὴν Τάρπειαν ὑπὸ πλήθους τε καὶ ἰσχύος τῶν πληγῶν πεσεῖν καὶ περισωρευθεῖσαν ὑπὸ τῶν θυρεῶν ἀποθανεῖν. [2] οἱ δὲ περὶ τὸν Φάβιον ἐπὶ τοῖς Σαβίνοις ποιοῦσι τὴν τῶν ὁμολογιῶν ἀπάτην: δέον γὰρ αὐτοὺς τὸν χρυσόν, ὥσπερ ἡ Τάρπεια ἠξίου, κατὰ τὰς ὁμολογίας ἀποδιδόναι, χαλεπαίνοντας ἐπὶ τῷ μεγέθει τοῦ μισθοῦ τὰ σκεπαστήρια κατ᾽ αὐτῆς βαλεῖν, ὡς ταῦτα ὅτε ὤμνυσαν αὐτῇ δώσειν ὑπεσχημένους. ἔοικε δὲ τὰ μετὰ ταῦτα γενόμενα τὴν Πείσωνος ἀληθεστέραν ποιεῖν ἀπόκρισιν. [3] τάφου τε γὰρ ἔνθα ἔπεσεν ἠξίωται τὸν ἱερώτατον τῆς πόλεως κατέχουσα λόφον, καὶ χοὰς αὐτῇ Ῥωμαῖο
ι καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐπιτελοῦσι, ῾λέγω δὲ ἃ Πείσων γράφεἰ ὧν οὐδενὸς εἰκὸς αὐτήν, εἰ προδιδοῦσα τὴν πατρίδα τοῖς πολεμίοις ἀπέθανεν, οὔτε παρὰ τῶν προδοθέντων οὔτε παρὰ τῶν ἀποκτεινάντων τυχεῖν, ἀλλὰ καὶ εἴ τι λείψανον αὐτῆς ἦν τοῦ σώματος ἀνασκαφὲν ἔξω ῥιφῆναι σὺν χρόνῳ φόβου τε καὶ ἀποτροπῆς ἕνεκα τῶν μελλόντων τὰ ὅμοια δρᾶν. ἀλλ᾽ ὑπὲρ μὲν τούτων κρινέτω τις ὡς βούλεται.
ὁ δὲ Τάτιος καὶ οἱ Σαβῖνοι φρουρίου γενόμενοι καρτεροῦ κύριοι καὶ τὰ πλεῖστα τῆς Ῥωμαίων [p. 212] ἀποσκευῆς ἀμοχθεὶ παρειληφότες ἐκ τοῦ ἀσφαλοῦς ἤδη τὸν πόλεμον διέφερον. πολλαὶ μὲν οὖν αὐτῶν ἐγίνοντο καὶ διὰ πολλὰς προφάσεις παρεστρατοπεδευκότων ἀλλήλοις δι᾽ ὀλίγου πεῖραί τε καὶ συμπλοκαὶ οὔτε κατορθώματα μεγάλα ἑκατέρῳ φέρουσαι τῶν στρατευμάτων οὔτε τὰ σφάλματα, μέγισται δ᾽ ἐκ παρατάξεως ὅλαις ταῖς δυνάμεσι πρὸς ἀλλήλας μάχαι διτταὶ καὶ φόνος ἑκατέρων πολύς. [2] ἑλκομένου δὴ τοῦ χρόνου γνώμην ἀμφότεροι τὴν αὐτὴν ἔσχον ὁλοσχερεῖ κρῖναι τὸν ἀγῶνα μάχῃ, καὶ προελθόντες εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἡγεμόνες τε ἄριστοι τὰ πολέμια καὶ στρατιῶται πολλῶν ἐθάδες ἀγώνων ἄξια λόγου ἔργ᾽ ἀπεδείκνυντο ἐπιόντες τ᾽ ἀλλήλοις καὶ τοὺς ἐπιόντας δεχόμενοι καὶ ἐξ ὑποστροφῆς εἰς ἴσον αὖθις καθιστάμενοι. [3] οἱ δ᾽ ἐπὶ τῶν ἐρυμάτων ἑστῶτες ἰσορρόπου θεαταὶ ἀγῶνος καὶ θαμινὰ ἑκατέρωσε μεταπίπτοντος τῷ μὲν κατορθοῦντι τῶν σφετέρων ἐπικελεύσει τε καὶ παιανισμῷ πολλὴν ἐποίουν τὴν εἰς τὸ εὔψυχον ἐπίδοσιν, τῷ δὲ κάμνοντι καὶ διωκομένῳ δεήσεις τε καὶ οἰμωγὰς προϊέμενοι κωλυταὶ τοῦ εἰς τέλος ἀνάνδρου ἐγίνοντο: ὑφ᾽ ὧν ἀμφοτέρων ἠναγκάζοντο καὶ παρὰ δύναμιν ὑπομένειν τὰ δεινά. ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτω διενέγκαντες ἀγχωμάλως τὴν μάχην, σκότους ὄντος ἤδη ἄσμενοι εἰς τοὺς οἰκείους ἑκάτεροι χάρακας ἀπηλλάσσοντο. [p. 213]
ταῖς δ᾽ ἑξῆς ἡμέραις ταφὰς ποιησάμενοι τῶν νεκρῶν καὶ τοὺς κεκμηκότας ὑπὸ τραυμάτων ἀνακτησάμενοι δυνάμεις τε παρασκευάσαντες ἄλλας, ἐπειδὴ ἔδοξεν αὐτοῖς αὖθις ἑτέραν συνάψαι μάχην, εἰς τὸ αὐτὸ τῷ προτέρῳ χωρίον συνελθόντες ἄχρι νυκτὸς ἐμάχοντο. [2] ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων ἀμφοτέροις ἐπικρατούντων τοῖς κέρασιν, ῾εἶχε δὲ τοῦ δεξιοῦ τὴν ἡγεμονίαν αὐτὸς ὁ Ῥωμύλος, τοῦ δὲ ἀριστεροῦ Λοκόμων ὁ Τυρρηνόσ᾽ τοῦ δὲ μέσου μηδέπω κρίσιν ἔχοντος, ὁ κωλύσας τὴν εἰς τέλος τῶν Σαβίνων ἧτταν καὶ εἰς ἀντίπαλα καταστήσας αὖθις τὰ λειπόμενα τοῖς νικῶσιν εἷς ἀνὴρ ἐγένετο Μέττιος Κούρτιος ὄνομα, ῥώμην τε σώματος πολὺς ἀνήρ, καὶ κατὰ χεῖρα γενναῖος, μάλιστα δ᾽ ἐπὶ τῷ μηδένα ὀκνεῖν φόβον ἢ [3] κίνδυνον εὐδοκιμῶν. οὗτος δ᾽ ἐτάχθη μὲν ἡγεῖσθαι τῶν κατὰ μέσην ἀγωνιζομένων τὴν φάλαγγα καὶ τοὺς ἀντιτεταγμένους ἐνίκα, βουληθεὶς δὲ καὶ τὰ κέρατα τῶν Σαβίνων μοχθοῦντα ἤδη καὶ ἐξωθούμενα εἰς τὸ ἴσον καταστῆσαι, παρακελευσάμενος τοῖς ἀμφ᾽ αὑτὸν ἐδίωκε τοὺς φεύγοντας τῶν πολεμίων ἐσκεδασμένους καὶ μέχρι τῶν πυλῶν αὐτοὺς ἤλασεν, ὥστε ἠναγκάσθη καταλιπὼν ἡμιτελῆ τὴν νίκην ὁ Ῥωμύλος ἐπιστρέψαι τε καὶ ἐπὶ τὰ νικῶντα τῶν πολεμίων ὤσασθαι μέρη. [4] τὸ μὲν δὴ κάμνον τῶν Σαβίνων μέρος ἐν τῷ ἴσῳ πάλιν ἦν ἀπελθούσης τῆς μετὰ Ῥωμύλου δυνάμεως, ὁ δὲ κίνδυνος ἅπας περὶ τὸν Κούρτιον [p. 214] καὶ τοὺς σὺν ἐκείνῳ νικῶντας ἐγεγόνει. χρόνον μὲν οὖν τινα οἱ Σαβῖνοι δεξάμενοι τοὺς Ῥωμαίους λαμπρῶς ἠγωνίσαντο, ἔπειτα πολλῶν ἐπ᾽ αὐτοὺς συνιόντων ἐνέκλινάν τε καὶ διέσωζον ἑαυτοὺς ἐπὶ τὸν χάρακα, πολλὴν τοῦ Κουρτίου παρέχοντος αὐτοῖς εἰς τὸ μὴ διώκεσθαι τεταραγμένως, ἀλλὰ βάδην ἀποχωρεῖν ἀσφάλειαν. [5] αὐτὸς γὰρ εἱστήκει μαχόμενος καὶ τὸν Ῥωμύλον ἐπιόντα ἐδέχετο, γίνεταί τε τῶν ἡγεμόνων αὐτῶν συμπεσόντων ἀλλήλοις μέγας καὶ καλὸς ἀγών. ἔξαιμος δὲ ὢν ἤδη καὶ καταβελὴς ὁ Κούρτιος ὑπῄει κατ᾽ ὀλίγον, καὶ αὐτὸν ἐκ τῶν κατόπιν ὑπεδέχετο λίμνη βαθεῖα, ἣν περιελθεῖν μὲν χαλεπὸν ἦν περικεχυμένων πανταχόθεν τῶν πολεμίων, διελθεῖν δὲ ὑπό τε ἰλύος πλήθους, ἣν τὰ πέριξ τέλματα εἶχε, καὶ βάθους ὕδατος τοῦ κατὰ μέσην αὐτὴν συνεστῶτος ἄπορον. [6] ταύτῃ πλησιάσας ἔρριψεν ἑαυτὸν εἰς τὸ νᾶμα σὺν τοῖς ὅπλοις, καὶ ὁ Ῥωμύλος ὡς αὐτίκα δὴ τοῦ ἀνδρὸς ἐν τῇ λίμνῃ διαφθαρησομένου ῾καὶ ἅμα ἀδύνατον ἦν κατὰ τέλματός τε αὐτὸν καὶ δι᾽ ὕδατος πολλοῦ διώκειν᾽ ἐπὶ τοὺς ἄλλους Σαβίνους τρέπεται: ὁ δὲ Κούρτιος πολλὰ μοχθήσας σὺν χρόνῳ σώζεταί τε ἐκ τῆς λίμνης τὰ ὅπλα ἔχων καὶ εἰς τὸν χάρακα ἀπάγεται. οὗτος ὁ τόπος ἀνακέχωσται μὲν ἤδη, καλεῖται δ᾽ ἐξ ἐκείνου τοῦ πάθους Κούρτιος λάκκος ἐν μέσῳ μάλιστα ὢν τῆς Ῥωμαίων ἀγορᾶς.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 173