τὰ μὲν δὴ λεχθέντα περὶ τῆς ἡγεμονίας τῶν πόλεων δικαιώματα ὑπ᾽ ἀμφοτέρων τῶν στρατηγῶν τοιάδε ἦν: τέλος δὲ τοῖς λόγοις αὐτῶν ἠκολούθησεν οἷον ὁ Ῥωμαῖος ὑπετίθετο. οἱ γὰρ ἐν τῷ συλλόγῳ παρόντες Ἀλβανῶν τε καὶ Ῥωμαίων ταχεῖαν ἀπαλλαγὴν τοῦ πολέμου ποιήσασθαι ζητοῦντες ὅπλοις τὸ νεῖκος ἔγνωσαν διελεῖν. συγχωρηθέντος δὲ καὶ τούτου περὶ τοῦ πλήθους τῶν ἀγωνιουμένων ζήτησις ἐγίνετο οὐ τὴν αὐτὴν ἑκατέρου τῶν στρατηγῶν διάνοιαν ἀποδεικνυμένου. [2] Τύλλος μὲν γὰρ ἐβούλετο ἐν ἐλαχίστοις σώμασι γενέσθαι τὴν τοῦ πολέμου κρίσιν ἑνὸς Ἀλβανοῦ τοῦ λαμπροτάτου πρὸς ἕνα Ῥωμαῖον τὸν ἄριστον μονομαχήσοντος καὶ πρόθυμος ἦν αὐτὸς ὑπὲρ τῆς ἑαυτοῦ πατρίδος ἀγωνίσασθαι προκαλούμενος εἰς τὴν ὁμοίαν φιλοτιμίαν τὸν Ἀλβανόν, καλοὺς ἀποφαίνων τοῖς ἀνειληφόσι τὰς τῶν στρατοπέδων ἡγεμονίας τοὺς ὑπὲρ ἀρχῆς καὶ δυναστείας ἀγῶνας, οὐ μόνον ἐὰν νικήσωσιν ἀγαθοὺς ἄνδρας, ἀλλὰ κἂν αὐτοὶ κρατηθῶσιν ὑπ᾽ ἀγαθῶν, καὶ διεξιὼν ὅσοι στρατηγοὶ καὶ βασιλεῖς τὰς ἑαυτῶν ψυχὰς προκινδυνεῦσαι τῶν κοινῶν παρέσχον δεινὸν ἡγούμενοι τῶν μὲν τιμῶν πλέον αὐτοὶ φέρεσθαι, τῶν δὲ πόνων ἔλαττον. [3] ὁ δὲ Ἀλβανὸς τὸ μὲν ὀλίγοις σώμασι [p. 294] κινδυνεύειν τὰς πόλεις ὀρθῶς ἐνόμιζεν εἰρῆσθαι, περὶ δὲ τῆς ἑνὶ πρὸς ἕνα μάχης διεφέρετο λέγων ὅτι τοῖς μὲν ἡγουμένοις τῶν στρατοπέδων ὅταν ἰδίαν κατασκευάζωνται δυναστείαν καλὸς καὶ ἀναγκαῖός ἐστιν ὁ περὶ τῆς ἀρχῆς πρὸς ἀλλήλους ἀγών, ταῖς δὲ πόλεσιν αὐταῖς ἐπειδὰν ὑπὲρ τῶν πρωτείων διαφέρωνται πρὸς ἀλλήλας οὐ μόνον σφαλερὸς ἀλλὰ καὶ αἰσχρὸς ὁ διὰ μονομαχίας κίνδυνος, ἐάν τε τῆς κρείττονος λάβωνται τύχης ἐάν τε τῆς χείρονος. [4] τρεῖς δὲ ἄνδρας ἐπιλέκτους ἀφ᾽ ἑκατέρας πόλεως συνεβούλευεν ὑπὸ τὴν ἁπάντων ὄψιν Ἀλβανῶν τε καὶ Ῥωμαίων διαγωνίσασθαι. ἐπιτηδειότατον γὰρ εἶναι τόνδε τὸν ἀριθμὸν εἰς ἅπασαν ἀμφισβητουμένου πράγματος διαίρεσιν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχοντα ἐν ἑαυτῷ. ταύτῃ προσθεμένων τῇ γνώμῃ Ῥωμαίων τε καὶ Ἀλβανῶν ὅ τε σύλλογος διελύθη καὶ ἐπὶ τοὺς ἰδίους ἀπῄεσαν ἑκάτεροι χάρακας.
ἔπειτα καλέσαντες εἰς ἐκκλησίαν τὰς δυνάμεις ἀμφοτέρας οἱ στρατηγοὶ διεξῆλθον ἅ τε διελέχθησαν αὐτοὶ πρὸς ἀλλήλους καὶ ἐφ᾽ οἷς συνέθεντο καταλύσασθαι τὸν πόλεμον. ἐπικυρωσάντων δὲ τῶν στρατευμάτων ἀμφοτέρων κατὰ πολλὴν εὐδόκησιν τὰς τῶν στρατηγῶν ὁμολογίας, θαυμαστὴ μετὰ τοῦτο κατεῖχε φιλοτιμία καὶ λοχαγοὺς καὶ στρατιώτας πολλῶν πάνυ προθυμουμένων ἐξενέγκασθαι τὰ τῆς μάχης ἀριστεῖα καὶ οὐ λόγῳ σπουδαζόντων μόνον, ἀλλὰ καὶ ἔργῳ φιλοτιμίας ἀποδεικνυμένων, ὥστε χαλεπὴν [p. 295] γενέσθαι τοῖς ἡγεμόσιν αὐτῶν τὴν τῶν ἐπιτηδειοτάτων διάγνωσιν. [2] εἰ γάρ τις ἦν ἢ πατέρων ἐπιφανείᾳ λαμπρὸς ἢ σώματος ῥώμῃ διαπρεπὴς ἢ πράξει τῇ κατὰ χεῖρα γενναῖος ἢ κατ᾽ ἄλλην τινὰ τύχην ἢ τόλμαν ἐπίσημος ἑαυτὸν ἠξίου τάττειν πρῶτον ἐν τοῖς τρισί. [3] ταύτην ἐπὶ πολὺ χωροῦσαν ἐν ἀμφοτέροις τοῖς στρατεύμασι τὴν φιλοτιμίαν ὁ τῶν Ἀλβανῶν ἔπαυσε στρατηγὸς ἐνθυμηθείς, ὅτι θεία τις πρόνοια ἐκ πολλοῦ προορωμένη τὸν μέλλοντα συμβήσεσθαι ταῖς πόλεσιν ἀγῶνα τοὺς προκινδυνεύσοντας ὑπὲρ αὐτῶν κατεσκεύασε γενέσθαι οἴκων τε οὐκ ἀφανῶν καὶ τὰ πολέμια ἀγαθοὺς ὀφθῆναί τε καλλίστους καὶ οὐ γενέσεως ὁμοίας τοῖς πολλοῖς μετειληφότας, ἀλλὰ σπανίου καὶ θαυμαστῆς διὰ τὸ παράδοξον. [4] Ὁρατίῳ γάρ τινι Ῥωμαίῳ καὶ Κορατίῳ τὸ γένος Ἀλβανῷ κατὰ τὸν αὐτὸν χρόνον ἐνεγγύησε θυγατέρας διδύμους Σικίνιος Ἀλβανός. τούτοις ἀμφοτέροις αἱ γυναῖκες ἐγκύμονες ἅμα γενόμεναι, τὰς πρωτοτόκους ἐκφέρουσι γονὰς ἄρρενα βρέφη τρίδυμα, καὶ αὐτὰ ἃ οἱ γεινάμενοι πρὸς οἰωνοῦ λαβόντες ἀγαθοῦ καὶ πόλει καὶ οἴκῳ τῷ σφετέρῳ τρέφουσιν ἅπαντα καὶ τελειοῦσιν: θεὸς δ᾽ αὐτοῖς, ὥσπερ κατ᾽ ἀρχὰς ἔφην, δίδωσι κάλλος τε καὶ ῥώμην καὶ δὴ καὶ ψυχῆς γενναιότητα μηδενὸς τῶν ἄριστα πεφυκότων χείροσι γενέσθαι. τούτοις ἔγνω τοῖς ἀνδράσιν ὁ Φουφέττιος ἐπιτρέπειν τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα [p. 296] καὶ προκαλεσάμενος εἰς λόγους τὸν βασιλέα τῶν Ῥωμαίων λέγει πρὸς αὐτόν:
θεός τις ἔοικεν, ὦ Τύλλε, προνοούμενος τῶν πόλεων ἑκατέρας ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ καὶ κατὰ τόνδε τὸν ἀγῶνα φανερὰν τὴν εὔνοιαν πεποιῆσθαι. τὸ γὰρ εὑρεθῆναι τοὺς ἀγωνιουμένους ὑπὲρ πάντων γένει τε μηδενὸς χείρονας καὶ τὰ πολέμια ἀγαθοὺς ὀφθῆναί τε καλλίστους, πρὸς δὲ τούτοις ἐξ ἑνὸς πεφυκότας πατρὸς καὶ ὑπὸ μιᾶς γεγεννημένους μητρὸς καὶ τὸ θαυμασιώτατον ἐν μιᾷ προελθόντας εἰς φῶς γενέσει, παρ᾽ ὑμῖν μὲν Ὁρατίους, παρ᾽ ἡμῖν δὲ Κορατίους, θαυμαστῇ τινι καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ. [2] τί οὖν οὐ δεχόμεθα τὴν τοσαύτην τοῦ δαιμονίου πρόνοιαν καὶ παρακαλοῦμεν ἐπὶ τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα τοὺς τριδύμους ἀδελφοὺς ἑκάτεροι; τά τε γὰρ ἄλλ᾽, ὅσα ἐν τοῖς ἄριστα μαχησομένοις βουλοίμεθ᾽ ἂν εἶναι, κἀν τούτοις ἔνεστι τοῖς ἀνδράσι, καὶ τὸ μὴ προλιπεῖν τοὺς παρασπιστὰς κάμνοντας τούτοις μᾶλλον ὑπάρξει ἀδελφοῖς οὖσι παρ᾽ οὕστινας ἄλλους Ῥωμαίων τ�
� καὶ Ἀλβανῶν, ἥ τε φιλοτιμία τῶν ἄλλων νέων χαλεπὴ λυθῆναι δι᾽ ἑτέρου τινὸς οὖσα τρόπου ταχεῖαν ἕξει τὴν κρίσιν. [3] τεκμαίρομαι γάρ τινα καὶ παρ᾽ ὑμῖν χάριν ἐν πολλοῖς εἶναι τῶν ἀντιποιουμένων ἀρετῆς, [p. 297] ὥσπερ καὶ παρ᾽ Ἀλβανοῖς: οὓς εἰ διδάσκοιμεν ὅτι θεία τις ἔφθακε τύχη τὰς ἀνθρωπίνας σπουδὰς αὐτῆς παρασχούσης τοὺς ἐξ ἴσου τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα ποιησομένους, οὐ χαλεπῶς πείσομεν. οὐ γὰρ ἀρετῇ λείπεσθαι δόξουσι τῶν τριδύμων ἀδελφῶν, ἀλλὰ φύσεως εὐκληρίᾳ καὶ τύχης ἰσορρόπου πρὸς τὸ ἀντίπαλον ἐπιτηδειότητι.
τοσαῦτα τοῦ Φουφεττίου λέξαντος καὶ πάντων τὴν γνώμην ἐπαινεσάντων ῾ἔτυχον δὲ Ῥωμαίων τε καὶ Ἀλβανῶν οἱ κράτιστοι παρόντες ἀμφοτέροισ᾽ μικρὸν ἐπισχὼν ὁ Τύλλος λέγει: τὰ μὲν ἄλλα ὀρθῶς ἐπιλελογίσθαι μοι δοκεῖς, ὦ Φουφέττιε: θαυμαστὴ γάρ τις ἡ τὴν οὐδέποτε συμβᾶσαν ὁμοιογένειαν ἐν ἀμφοτέραις ταῖς πόλεσιν ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἐξενέγκασα τύχη: ἓν δ᾽ ἀγνοεῖν ἔοικας, ὃ πολὺν παρέξει τοῖς νεανίσκοις ὄκνον, ἐὰν ἀξιῶμεν αὐτοὺς ἀλλήλοις χωρεῖν διὰ μάχης. [2] ἡ γὰρ Ὁρατίων μήτηρ τῶν ἡμετέρων ἀδελφὴ τῆς Κορατίων μητρός ἐστι τῶν Ἀλβανῶν, καὶ τέθραπται τὰ μειράκια ἐν τοῖς ἀμφοτέρων τῶν γυναικῶν κόλποις ἀσπάζονταί τ᾽ ἀλλήλους καὶ φιλοῦσιν οὐχ ἧττον ἢ πολλοὶ τοὺς ἑαυτῶν ἀδελφούς. ὅρα δὴ μή ποτε οὐδ᾽ ὅσιον ᾖ τούτοις ἀναδιδόναι τὰ ὅπλα καὶ καλεῖν αὐτοὺς ἐπὶ τὸν κατ᾽ ἀλλήλων φόνον ἀνεψιοὺς καὶ συντρόφους ὄντας. τὸ γὰρ ἐμφύλιον ἄγος, ἐὰν ἀναγκασθῶσιν ἀλλήλους μιαιφονεῖν, εἰς ἡμᾶς ἐλεύσεται τοὺς ἀναγκάζοντας. [3] [p. 298] λέγει πρὸς αὐτὸν ὁ Φουφέττιος: οὐδ᾽ ἐμὲ λέληθεν, ὦ Τύλλε, τὸ συγγενὲς τῶν μειρακίων, οὐδ᾽ ὡς ἀναγκάσων αὐτοὺς τοῖς ἀνεψιοῖς διὰ μάχης χωρεῖν εἰ μὴ βουληθεῖεν αὐτοὶ τὸν ἀγῶνα ὑπομεῖναι παρεσκευασάμην, ἀλλ᾽ ἐπειδὴ τάχιστα ἐπὶ νοῦν ἦλθέ μοι τόδε τὸ βούλευμα τοὺς Ἀλβανοὺς Κορατίους μεταπεμψάμενος αὐτὸς ἐπ᾽ ἐμαυτοῦ διάπειραν ἔλαβον εἰ βουλομένοις αὐτοῖς ἐστιν ὁ ἀγών: δεξαμένων δ᾽ αὐτῶν τὸν λόγον ἀπίστῳ τινὶ καὶ θαυμαστῇ προθυμίᾳ, τότε ἀνακαλύπτειν ἔγνων τὸ βούλευμα καὶ φέρειν εἰς μέσον: σοί τε τὸ αὐτὸ τοῦτο ὑποτίθεμαι ποιεῖν καλέσαντι τοὺς παρ᾽ ὑμῖν τριδύμους πεῖραν αὐτῶν τῆς γνώμης ποιήσασθαι. [4] ἐὰν μὲν οὖν ἑκόντες συνεπιδιδῶσι κἀκεῖνοι τὰ σώματα προκινδυνεῦσαι τῆς ἑαυτῶν πατρίδος δέχου τὴν χάριν, ἐὰν δὲ ἀναδύωνται μηδεμίαν αὐτοῖς πρόσφερε ἀνάγκην. μαντεύομαι δὲ καὶ περὶ ἐκείνων οἷα καὶ περὶ τῶν ἡμετέρων, εἴπερ οὖν εἰσὶν οἵους ἀκούομεν, ἐν ὀλίγοις τοῖς ἄριστα πεφυκόσιν ὅμοιοι καὶ τὰ πολέμια ἀγαθοί: κλέος γὰρ αὐτῶν καὶ πρὸς ἡμᾶς ἐλήλυθε τῆς ἀρετῆς.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 183