Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 185
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 185

by Dionysius of Halicarnassus


  ἔδει δὲ ἄρα καὶ τοῦτον ἄνθρωπον ὄντα μὴ πάντα διευτυχεῖν, ἀλλ᾽ ἀπολαῦσαί τι τοῦ φθονεροῦ δαίμονος, ὃς αὐτὸν ἐκ μικροῦ μέγαν ἐν ὀλίγῳ θεὶς χρόνῳ καὶ εἰς ἐπιφάνειαν θαυμαστὴν καὶ παράδοξον ἐξάρας κατέβαλε φέρων αὐθημερὸν εἰς ἄχαριν συμφορὰν ἀδελφοκτόνον. [2] ὡς γὰρ ἐγγὺς ἐγένετο τῶν πυλῶν, ἄλλον τε ὄχλον ὁρᾷ παντοδαπὸν ἐκχεόμενον ἐκ τῆς πόλεως καὶ δὴ καὶ τὴν ἀδελφὴν προστρέχουσαν: διαταραχθεὶς δὲ κατὰ τὴν πρώτην ὄψιν, ὅτι καταλιποῦσα τὴν μετὰ μητρὸς οἰκουρίαν παρθένος ἐπίγαμος εἰς ὄχλον αὑτὴν ἔδωκεν ἀγνῶτα, καὶ πολλοὺς λαμβάνων λογισμοὺς ἀτόπους τελευτῶν ἐπὶ τοὺς ἐπιεικεῖς καὶ φιλανθρώπους ἀπέκλινεν, ὡς ἀσπάσασθαί τε [p. 308] πρώτη τὸν σωθέντα ἀδελφὸν ποθοῦσα καὶ τὰς ἀρετὰς τῶν τεθνηκότων παρ᾽ αὐτοῦ μαθεῖν βουλομένη τῶν εὐσχημόνων ὑπερίδοι γυναικεῖόν τι πάσχουσα. [3] ἡ δὲ ἄρα οὐ τοὺς ἀδελφοὺς ποθοῦσα τὰς ἀσυνήθεις ἐτόλμησεν ἐξελθεῖν ὁδούς, ἀλλ᾽ ἔρωτι κρατουμένη τῶν ἀνεψιῶν ἑνός, ᾧ καθωμολόγητο ὑπὸ τοῦ πατρὸς ἐπὶ γάμῳ, καὶ κρύπτουσα τὸ πάθος ἀπόρρητον ἐπειδὴ δὲ τῶν ἀπὸ τοῦ στρατοπέδου τινὸς ἤκουσεν ἀπαγγέλλοντος τὰ περὶ τὴν μάχην, οὐκέτι κατέσχεν, ἀλλ᾽ ἐκλιποῦσα τὴν οἰκίαν ὥσπερ αἱ μαινάδες ἐφέρετο πρὸς τὰς πύλας οὐδὲν ἐπιστρεφομένη τῆς ἀνακαλούσης τε καὶ μεταδιωκούσης τροφοῦ. [4] ἔξω δὲ γενομένη τῆς πόλεως ὡς τὸν ἀδελφὸν εἶδε περιχαρῆ: τοὺς ἐπινικίους ἐπικείμενον στεφάνους, οἷς αὐτὸν ὁ βασιλεὺς ἀνέδησε, καὶ τοὺς ἑταίρους αὐτοῦ φέροντας τὰ τῶν πεφονευμένων σκῦλα, ἐν οἷς ἦν πέπλος ποικίλος, ὃν αὐτὴ μετὰ τῆς μητρὸς ἐξυφήνασα τῷ μνηστῆρι δῶρον εἰς τὸν μέλλοντα γάμον ἀπεστάλκει ῾ποικίλους γὰρ ἔθος ἐστὶν ἀμφιέννυσθαι. πέπλους Λατίνων τοῖς μετιοῦσι τὰς νύμφασ᾽, τοῦτον δὴ τὸν πέπλον θεασαμένη πεφυρμένον αἵματι τόν τε χιτῶνα κατερρήξατο καὶ ταῖς χερσὶν ἀμφοτέραις παίουσα τὸ στῆθος ἐθρήνει καὶ ἀνεκαλεῖτο τὸν ἀνεψιόν, ὥστε πολλὴν κατάπληξιν εἰσελθεῖν ἅπαντας ὅσοι κατὰ τὸν αὐτὸν ἦσαν τόπον. [5] ἀνακλαυσαμένη δὲ τὸν μόρον τοῦ μνηστῆρος ἀτενέσι τοῖς ὀφθαλμοῖς εἰς τὸν ἀδελφὸν ὁρᾷ καὶ λέγει: μιαρώτατε ἄνθρωπε, χαίρεις ἀποκτείνας τοὺς ἀνεψιοὺς κἀμὲ [p. 309] τὴν παναθλίαν ἀδελφὴν ἀποστερήσας γάμου, ὦ δύστηνες3 ἀλλ᾽ οὐδ᾽ ἔλεος εἰσέρχεταί σε τῶν ἀπολωλότων συγγενῶν, οὓς ἀδελφοὺς ἐκάλεις, ἀλλ᾽ ὥσπερ ἀγαθόν τι διαπεπραγμένος ἐξέστηκας τῶν φρενῶν ὑπὸ τῆς ἡδονῆς καὶ στεφάνους ἐπὶ τοῖς τοιούτοις ἐπίκεισαι κακοῖς τίνος ἔχων ψυχὴν θηρίου; [6] κἀκεῖνος ὑπολαβών, φιλοῦντος, ἔφη, τὴν πατρίδα πολίτου καὶ τοὺς κακῶς αὐτῇ βουλομένους κολάζοντος, ἐάν τε ἀλλότριοι τύχωσιν αὐτῆς ὄντες, ἐάν τε οἰκεῖοι: ἐν οἷς τίθεμαι καὶ σέ, ἥτις ἑνὶ καιρῷ τὰ μέγιστα ἀγαθῶν τε καὶ κακῶν συμβεβηκότα ἡμῖν ἐπιγνοῦσα τήν τε νίκην τῆς πατρίδος, ἣν ὁ σὸς ἀδελφὸς ἐγὼ πάρειμι κατάγων, καὶ τὸν θάνατον τῶν ἀδελφῶν οὐκ ἐπὶ τοῖς ἀγαθοῖς, ὦ μιαρὰ σύ, τοῖς κοινοῖς τῆς πατρίδος χαίρεις οὔτ᾽ ἐπὶ ταῖς συμφοραῖς ταῖς ἰδίαις τῆς οἰκίας ἀλγεῖς, ἀλλ᾽ ὑπεριδοῦσα τῶν σεαυτῆς ἀδελφῶν τὸν τοῦ μνηστῆρος ἀνακλαίεις μόρον, οὐδ᾽ ὑπὸ τοῦ σκότους ἀποφθαρεῖσά που κατὰ μόνας, ἀλλ᾽ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς, καί μοι τὴν ἀρετὴν καὶ τοὺς στεφάνους ὀνειδίζεις, ὦ ψευδοπάρθενε καὶ μισάδελφε καὶ ἀναξία τῶν προγόνων. ἐπειδὴ τοίνυν οὐ τοὺς ἀδελφοὺς πενθεῖς, ἀλλὰ τοὺς ἀνεψιούς, καὶ τὸ μὲν σῶμα ἐν τοῖς ζῶσιν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τῷ νεκρῷ, ἄπιθι πρὸς ἐκεῖνον ὃν ἀνακαλῇ καὶ μήτε τὸν πατέρα μήτε τοὺς ἀδελφοὺς [p. 310] [7] καταίσχυνε. ταῦτ᾽ εἰπὼν οὐκ ἐφύλαξεν ἐν τῷ μισοπονήρῳ τὸ μέτριον, ἀλλ᾽ ὡς εἶχεν ὀργῆς ὠθεῖ διὰ τῶν πλευρῶν αὐτῆς τὸ ξίφος, ἀποκτείνας δὲ τὴν ἀδελφὴν παρῆν ὡς τὸν πατέρα. οὕτω δὲ ἄρα μισοπόνηρα καὶ αὐθάδη τὰ τῶν τότε Ῥωμαίων ἤθη καὶ φρονήματα ἦν καί, εἴ τις αὐτὰ βούλοιτο παρὰ τὰ νῦν ἔργα καὶ τοὺς ἐφ᾽ ἡμῶν ἐξετάζειν βίους, ὠμὰ καὶ σκληρὰ καὶ τῆς θηριώδους οὐ πολὺ ἀπέχοντα φύσεως, ὥστε πάθος οὕτω δεινὸν ὁ πατὴρ ἀκούσας οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καλῶς καὶ προσηκόντως ὑπέλαβε τὸ πραχθὲν ἔχειν: [8] ὅς γε οὔτε εἰς τὴν οἰκίαν εἴασεν εἰσενεχθῆναι τὸν νεκρὸν τῆς θυγατρὸς οὔτ᾽ ἐν τοῖς πατρῴοις τεθῆναι μνήμασιν ἐπέτρεψεν οὔτε κηδείας καὶ περιστολῆς καὶ τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλ᾽ οἱ παριόντες αὐτὴν ἐρριμμένην ἐν ᾧ διεχρήσθη χωρίῳ λίθους ἐπιφοροῦντες καὶ γῆν ἐκήδευσαν ὡς πτῶμα ἔρημον κηδομένων. [9] ταῦτά τε δὴ στερρὰ τοῦ ἀνδρὸς καὶ ἔτι πρὸς τούτοις, ἃ μέλλω λέγειν: ὡς γὰρ ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις αὐθημερὸν ἔθυε τοῖς πατρῴοις θεοῖς ἃς εὔξατο θυσίας καὶ τοὺς συγγενεῖς ἑστιάσει λαμπρᾷ τε καὶ καθάπερ ἐν ταῖς μεγίσταις ἑορταῖς ὑπεδέχετο ἐλάττους ἡγούμενος τὰς ἰδίας συμφορὰς τῶν κοινῶν τῆς πατρίδος ἀγαθῶν. [10] τοῦτο δ᾽ οὐ μόνον ὁ Ὁράτιος, ἀλλὰ καὶ μετ᾽ ἐκεῖνον ἄλλοι συχνοὶ Ῥωμαίων μνημονεύονται ποιήσαντες ἄνδρες ἐπιφανεῖς: λέγω δὲ τὸ θύειν καὶ στεφανηφορεῖν καὶ [p. 311] θριάμβους κατάγειν τέκνων αὐτοῖς ἀπολωλότων ἔναγχος, ὅταν εὐτυχήσῃ δι᾽ αὐτοὺς τὸ κοινόν: ὑπὲρ ὧν κατὰ τοὺ�
� οἰκείους ἐρῶ καιρούς.

  μετὰ δὲ τὴν μάχην τῶν τριδύμων Ῥωμαῖοι μὲν οἱ τότε ὄντες ἐπὶ στρατοπέδου ταφὰς ποιησάμενοι λαμπρὰς τῶν ἀποθανόντων ἐν οἷς ἔπεσον χωρίοις καὶ θύσαντες τἀπινίκια τοῖς θεοῖς ἐν εὐπαθείαις ἦσαν, Ἀλβανοὶ δὲ ἀχθόμενοι ἐπὶ τοῖς συμβεβηκόσι καὶ τὸν ἡγεμόνα δι᾽ αἰτίας ἔχοντες, ὡς κακῶς ἐστρατηγηκότα, ἄσιτοί τε οἱ πολλοὶ καὶ ἀθεράπευτοι τὴν ἑσπέραν ἐκείνην διετέλεσαν. [2] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ καλέσας αὐτοὺς ὁ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν καὶ πολλὰ παραμυθησάμενος, ὡς οὔτε ἄσχημον ἐπιτάξων αὐτοῖς οὐθὲν οὔτε χαλεπὸν οὔθ᾽ ὃ μὴ συγγενέσι πρέπει, τῇ δὲ αὐτῇ γνώμῃ περὶ ἀμφοτέρων τῶν πόλεων τὰ κράτιστα καὶ συμφορώτατα συμβουλεύσων, καὶ τὸν ἄρχοντά τε αὐτῶν Φουφέττιον ἐπὶ τῆς αὐτῆς ἀρχῆς κατασχὼν ἄλλο τε οὐδὲν τῶν πολιτικῶν μεθαρμοσάμενος οὐδὲ κινήσας ἀπῆγεν ἐπ᾽ οἴκου τὴν δύναμιν. [3] καταγαγόντι δὲ αὐτῷ τὸν ψηφισθέντα ὑπὸ τῆς βουλῆς θρίαμβον καὶ τὰ πολιτικὰ πράττειν ἀρξαμένῳ προσέρχονται τῶν πολιτῶν ἄνδρες οὐκ ἀφανεῖς τὸν Ὁράτιον ἄγοντες ὑπὸ δίκην, ὡς οὐ καθαρὸν αἵματος ἐμφυλίου διὰ τὸν τῆς ἀδελφῆς φόνον: καὶ καταστάντες μακρὰν διεξῆλθον [p. 312] δημηγορίαν τοὺς νόμους παρεχόμενοι τοὺς οὐκ ἐῶντας ἄκριτον ἀποκτείνειν οὐθένα καὶ τὰ παρὰ τῶν θεῶν ἁπάντων μηνίματα ταῖς μὴ κολαζούσαις πόλεσι τοὺς ἐναγεῖς διεξιόντες. [4] ὁ δὲ πατὴρ ἀπελογεῖτο περὶ τοῦ μειρακίου κατηγορῶν τῆς θυγατρὸς καὶ τιμωρίαν οὐ φόνον εἶναι τὸ πραχθὲν λέγων δικαστήν τε αὑτὸν ἀξιῶν εἶναι τῶν ἰδίων κακῶν ἀμφοτέρων γενόμενον πατέρα. συχνῶν δὲ λόγων ῥηθέντων ὑφ᾽ ἑκατέρων πολλὴ τὸν βασιλέα κατεῖχεν ἀμηχανία, τί τέλος ἐξενέγκῃ [5] περὶ τῆς δίκης. οὔτε γὰρ ἀπολῦσαι τοῦ φόνου τὸν ὁμολογοῦντα τὴν ἀδελφὴν ἀνῃρηκέναι πρὸ δίκης καὶ ταῦτα ἐφ᾽ οἷς οὐ συνεχώρουν ἀποκτείνειν οἱ νόμοι καλῶς ἔχειν ὑπελάμβανεν, ἵνα μὴ τὴν ἀρὰν καὶ τὸ ἄγος ἀπὸ τοῦ δεδρακότος εἰς τὸν ἴδιον οἶκον εἰσενέγκηται, οὔτε ὡς ἀνδροφόνον ἀποκτεῖναι τὸν ὑπὲρ τῆς πατρίδος ἑλόμενον προκινδυνεῦσαι καὶ τοσαύτης αὐτῇ δυναστείας γενόμενον αἴτιον ἄλλως τε καὶ τοῦ πατρὸς ἀπολύοντος αὐτὸν τῆς αἰτίας, ᾧ τὴν περὶ τῆς θυγατρὸς ὀργὴν ἥ τε φύσις ἀπεδίδου πρώτῳ καὶ ὁ νόμος. [6] ἀπορούμενος δὲ τί χρήσεται τοῖς πράγμασι τελευτῶν κράτιστον εἶναι διέγνω τῷ δήμῳ τὴν διάγνωσιν ἐπιτρέπειν. γενόμενος δὲ θανατηφόρου κρίσεως τότε πρῶτον ὁ Ῥωμαίων δῆμος κύριος τῇ γνώμῃ τοῦ πατρὸς προσέθετο καὶ ἀπολύει τοῦ φόνου τὸν ἄνδρα: οὐ μὴν ὅ γε βασιλεὺς ἀποχρῆν ἔλεγε τοῖς βουλομένοις τὰ προς τοὺς θεοὺς [p. 313] ὅσια φυλάττειν τὴν ὑπ᾽ ἀνθρώπων συντελεσθεῖσαν ὑπὲρ αὐτοῦ κρίσιν, ἀλλὰ μεταπεμψάμενος τοὺς ἱεροφάντας ἐκέλευσεν ἐξιλάσασθαι θεούς τε καὶ δαίμονας καὶ καθῆραι τὸν ἄνδρα οἷς νόμος τοὺς ἀκουσίους φόνους ἁγνίζεσθαι καθαρμοῖς. [7] κἀκεῖνοι βωμοὺς ἱδρυσάμενοι δύο τὸν μὲν Ἥρας, ἣ λέλογχεν ἐπισκοπεῖν ἀδελφάς, τὸν δ᾽ ἕτερον ἐπιχωρίου θεοῦ τινος ἢ δαίμονος Ἰανοῦ λεγομένου κατὰ τὴν ἐπιχώριον γλῶτταν, ἐπωνύμου δὲ Κορατίων τῶν ἀναιρεθέντων ἀνεψιῶν ὑπὸ τοῦ ἀνδρός, καὶ θυσίας τινὰς ἐπ᾽ αὐτοῖς ποιήσαντες τοῖς τε ἄλλοις καθαρμοῖς ἐχρήσαντο καὶ τελευτῶντες ὑπήγαγον τὸν Ὁράτιον ὑπὸ ζυγόν. ἔστι δὲ Ῥωμαίοις νόμιμον, ὅταν πολεμίων παραδιδόντων τὰ ὅπλα γένωνται κύριοι, δύο καταπήττειν ξύλα ὀρθὰ καὶ τρίτον ἐφαρμόττειν αὐτοῖς ἄνωθεν πλάγιον, ἔπειθ᾽ ὑπάγειν τοὺς αἰχμαλώτους ὑπὸ ταῦτα καὶ διελθόντας ἀπολύειν ἐλευθέρους ἐπὶ τὰ σφέτερα. τοῦτο καλεῖται παρ᾽ αὐτοῖς ζυγόν, ᾧ καὶ οἱ τότε καθαίροντες τὸν ἄνδρα τελευταίῳ τῶν περὶ τοὺς καθαρμοὺς νομίμων ἐχρήσαντο. [8] ἐν ᾧ δὲ τῆς πόλεως χωρίῳ τὸν ἁγνισμὸν ἐποιήσαντο πάντες Ῥωμαῖοι νομίζουσιν ἱερόν: ἔστι δ᾽ ἐν τῷ στενωπῷ τῷ φέροντι ἀπὸ Καρίνης κάτω τοῖς ἐπὶ τὸν Κύπριον ἐρχομένοις στενωπόν, ἔνθα οἵ τε βωμοὶ μένουσιν οἱ τότε ἱδρυθέντες καὶ ξύλον ὑπὲρ αὐτῶν τέταται δυσὶ τοῖς ἄντικρυς ἀλλήλων τοίχοις ἐνηρμοσμένον, ὃ γίνεται τοῖς [p. 314] ἐξιοῦσιν ὑπὲρ κεφαλῆς καλούμενον τῇ Ῥωμαϊκῇ διαλέκτῳ [9] ξύλον ἀδελφῆς. τοῦτο μὲν δὴ τὸ χωρίον τῆς συμφορᾶς τοῦ ἀνδρὸς μνημεῖον ἐν τῇ πόλει φυλάττεται θυσίαις γεραιρόμενον ὑπὸ Ῥωμαίων καθ᾽ ἕκαστον ἐνιαυτόν, ἕτερον δὲ τῆς ἀρετῆς ἣν ἐπεδείξατο κατὰ τὴν μάχην μαρτύριον ἡ γωνιαία στυλὶς ἡ τῆς ἑτέρας παστάδος ἄρχουσα ἐν ἀγορᾷ, ἐφ᾽ ἧς ἔκειτο τὰ σκῦλα τῶν Ἀλβανῶν τριδύμων. τὰ μὲν οὖν ὅπλα ἠφάνισται διὰ μῆκος χρόνου, τὴν δ᾽ ἐπίκλησιν ἡ στυλὶς ἔτι φυλάττει τὴν αὐτὴν Ὁρατία καλουμένη πίλα. [10] ἔστι δὲ καὶ νόμος παρ᾽ αὐτοῖς δι᾽ ἐκεῖνο κυρωθεὶς τὸ πάθος, ᾧ καὶ εἰς ἐμὲ χρῶνται, τιμὴν καὶ δόξαν ἀθάνατον τοῖς ἀνδράσιν ἐκείνοις περιτιθεὶς ὁ κελεύων, οἷς ἂν γένωνται τρίδυμοι παῖδες ἐκ τοῦ δημοσίου τὰς τροφὰς τῶν παίδων χορηγεῖσθαι μέχρις ἥβης. τὰ μὲν δὴ περὶ τὴν Ὁρατίων οἰκίαν γενόμενα θαυμαστὰς καὶ παραδόξους περιπετείας λαβόντα τοιούτου τέλους ἔτυχεν.

  ὁ δὲ Ῥωμαίων βασιλεὺς ἐνιαύσιον διαλιπὼν χρόνον, ἐν ᾧ πάντα τὰ πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευάσατο, στρατὸν ἐξάγει�
� ἐπὶ τὴν Φιδηναίων πόλιν ἔγνω προφάσεις τοῦ πολέμου ποιησάμενος, ὅτι κληθέντες εἰς ἀπολογίαν περὶ τῆς ἐπιβουλῆς, ἣν συνεστήσαντο κατὰ Ῥωμαίων τε καὶ Ἀλβανῶν, οὐχ ὑπήκουσαν, ἀλλ᾽ εὐθὺς ἀναλαβόντες τὰ ὅπλα [p. 315] καὶ τὰς πύλας κλείσαντες Οὐιεντανῶν τε συμμαχίαν ἐπαγόμενοι ἐκ τοῦ φανεροῦ ἀφειστήκεσαν καὶ τοῖς παραγενομένοις ἐκ Ῥώμης πρεσβευταῖς πυνθανομένοις τὴν αἰτίαν τῆς ἀποστάσεως ἀπεκρίναντο μηδὲν αὐτοῖς ἔτι πρᾶγμα πρὸς τὴν Ῥωμαίων πόλιν εἶναι κοινόν, ἐξ οὗ Ῥωμύλος ὁ βασιλεὺς αὐτῶν ἐτελεύτησε, [2] πρὸς ὃν ἐποιήσαντο τὰ περὶ τῆς φιλίας ὅρκια. ταύτας δὴ τὰς προφάσεις λαβὼν τήν τε οἰκείαν καθώπλιζε δύναμιν καὶ τὰς παρὰ τῶν συμμάχων μετεπέμπετο. πλεῖστον δὲ καὶ κράτιστον ἐπικουρικὸν ἐκ τῆς Ἀλβανῶν πόλεως Μέττιος Φουφέττιος ἧκεν ἄγων ὅπλοις κεκοσμημένον ἐκπρεπέσιν, ὥστε πάσας ὑπερβαλέσθαι τὰς συμμαχικὰς δυνάμεις. [3] ὁ μὲν οὖν Τύλλος ὡς ἐκ προθυμίας τε καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κοινωνεῖν ἐγνωκότα τοῦ πολέμου τὸν Μέττιον ἐπῄνει καὶ πάντων ἐποιεῖτο τῶν βουλευμάτων συνίστορα: ὁ δὲ ἀνὴρ οὗτος ἐν αἰτίαις παρὰ τοῖς πολίταις ὑπάρχων ὡς κακῶς ἐστρατηγηκὼς τὸν πόλεμον, καὶ δὴ καὶ εἰς προδοσίαν διαβαλλόμενος, ἐπειδὴ τρίτον ἔτος ἐπὶ τῆς αὐτοκράτορος ἀρχῆς διέμενε Τύλλου κελεύσαντος, οὐκ ἀξιῶν τε ἀρχὴν ἔχειν ἑτέρας ἀρχῆς ὑπήκοον οὐδὲ ὑποτάττεσθαι μᾶλλον ἢ οὐκ αὐτὸς ἡγεῖσθαι πρᾶγμά τι ἐπεβούλευσεν ἀνόσιον. [4] διαπρεσβευσάμενος γὰρ κρύφα πρὸς τοὺς Ῥωμαίων πολεμίους ἐνδοιαστῶς ἔτι πρὸς τὴν ἀπόστασιν ἔχοντας ἐπῆρεν αὐτοὺς μὴ κατοκνεῖν, ὡς αὐτὸς συνεπιθησόμενος Ῥωμαίοις ἐν τῷ ἀγῶνι, [p. 316] καὶ ταῦτα πράττων τε καὶ διανοούμενος ἅπαντας ἐλάνθανε. Τύλλος δ᾽ ἐπειδὴ παρεσκευάσατο τήν τ᾽ οἰκείαν καὶ τὴν συμμαχικὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους καὶ διαβὰς τὸν Ἀνίητα ποταμὸν οὐ μακρὰν τῆς [5] Φιδήνης κατεστρατοπέδευσεν. εὑρὼν δὲ πρὸ τῆς πόλεως στρατιὰν ἐκτεταγμένην πολλὴν αὐτῶν τε Φιδηναίων καὶ τῶν συμμαχούντων αὐτοῖς ἐκείνην μὲν τὴν ἡμέραν ἡσυχίαν ἔσχε, τῇ δ᾽ ἑξῆς Φουφέττιόν τε μεταπεμψάμενος τὸν Ἀλβανὸν καὶ τῶν ἄλλων φίλων τοὺς ἀναγκαιοτάτους ἐσκόπει μετ᾽ ἐκείνων τίνα χρηστέον εἴη τῷ πολέμῳ τρόπον, καὶ ἐπειδὴ πᾶσιν ἔδοξε μάχην τίθεσθαι διαταχέων καὶ μὴ τρίβειν τὸν χρόνον, χώραν καὶ τάξιν, ἣν ἕκαστος ἔμελλεν ἕξειν, προειπὼν ἡμέραν τε ὁρίσας τῆς μάχης τὴν κατόπιν διέλυσε τὸν σύλλογον. [6] ὁ δὲ Ἀλβανὸς Φουφέττιος ῾ἦν γὰρ δὴ ἔτι ἄδηλος καὶ τῶν ἑαυτοῦ φίλων πολλοῖς προδοσίαν μηχανώμενοσ᾽ συγκαλέσας τοὺς ἐπιφανεστάτους Ἀλβανῶν λοχαγοὺς καὶ ταξιάρχους λέγει πρὸς αὐτοὺς τοιάδε: ἄνδρες ταξίαρχοι καὶ λοχαγοί, πράγματα μέλλω ἐς ὑμᾶς μεγάλα καὶ ἀπροσδόκητα ἐκφέρειν, ἃ τέως ἔκρυπτον, ἱκετεύω δὲ ὑμᾶς ἀπόρρητα ποιήσασθαι, εἰ μή με διεργάσεσθε, καὶ ἐὰν δόξῃ συνοίσειν ἐπιτελῆ γενόμενα συλλαβέσθαι μοι αὐτῶν. πολλὰ μὲν οὖν λέγειν ὁ καιρὰς οὐκ ἐπιτρέπει βραχὺς ὤν, αὐτὰ δὲ τὰ ἀναγκαιότατα ἐρῶ. [7] ἐγὼ πάντα τὸν μεταξὺ χρόνον ἐξ οὗ Ῥωμαίοις [p. 317] ὑπετάχθημεν ἕως τῆς2δε τῆς ἡμέρας αἰσχύνης μεστὸν καὶ ὀδύνης ἔχων τὸν βίον διατετέλεκα καίτοι τιμηθείς γε ὑπὸ τοῦ βασιλέως αὐτῶν τῇ αὐτοκράτορι ἀρχῇ, ἣν τρίτον ἔτος ἤδη τοῦτο ἔχω καὶ εἰ βουλοίμην μέχρι παντὸς ἕξω. ἀλλὰ πάντων ἡγούμενος εἶναι κακῶν ἔσχατον ἐν οὐκ εὐτυχοῦσι τοῖς κοινοῖς μόνος εὐτυχεῖν, ἐνθυμούμενος δὲ ὅτι παρὰ πάντα τὰ νενομισμένα παρ᾽ ἀνθρώποις ὅσια τὴν ἡγεμονίαν ὑπ᾽ αὐτῶν ἀφῃρέθημεν, ἐσκόπουν ὅπως ἂν αὐτὴν ἀνακομισαίμεθα μηδεμιᾶς πειραθέντες μεγάλης συμφορᾶς: πολλοὺς δὲ καὶ παντοδαποὺς λογισμοὺς λαμβάνων μίαν εὕρισκον ὁδὸν ἄγουσαν ἐπὶ τὰ πράγματα ῥᾴστην τε καὶ ἀκινδυνοτάτην, εἴ τις αὐτοῖς ἀνασταίη πόλεμος ἐκ τῶν πλησιοχώρων πόλεων. [8] εἰς γὰρ τοῦτον ὑπελάμβανον αὐτοὺς καθισταμένους συμμάχων δεήσεσθαι καὶ πρώτων γε ἡμῶν. τὸ δὴ μετὰ τοῦτο οὐ πολλῆς ὑπελάμβανον ὑμῖν διδαχῆς δεήσειν, ὅτι κάλλιόν τε καὶ δικαιότερον περὶ τῆς ἡμῶν αὐτῶν ἐλευθερίας μᾶλλον ἢ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ποιήσασθαι τὸν ἀγῶνα. [9] ταῦτα διανοηθεὶς ὑπενόμενσα Ῥωμαίοις πόλεμον ἐκ τῶν ὑπηκόων Οὐιεντανοὺς καὶ Φιδηναίους πείσας ἐπὶ τὰ ὅπλα χωρεῖν, ὡς συλληψόμενος αὐτοῖς τοῦ πολέμου. καὶ μέχρι τούτου λέληθα Ῥωμαίους ταῦτα πράττων καὶ ταμιευόμενος ἐμαυτῷ τὸν τῆς ἐπιθέσεως καιρόν: ἐν ᾧ σκέψασθε ὅσα ὠφεληθησόμεθα. [10] πρῶτον μὲν οὐκ ἐν φανερῷ βουλεύσαντες [p. 318] ἀπόστασιν, ἐν ᾧ κίνδυνος ἦν καθ᾽ ἑκάτερον ἢ ἀπαρασκεύους ἐπειχθέντας καὶ τῇ οἰκείᾳ δυνάμει μόνῃ πιστεύσαντας τὸν ὑπὲρ ἁπάντων ἀναρρῖψαι κύβον, ἢ παρασκευαζομένους καὶ βοηθείας ἐγείραντας ὑπὸ τῶν ἐν παρασκευῇ ὄντων προκαταληφθῆναι, οὐδετέρου τῶν χαλεπῶν τούτων πειραθέντες τὸ ἐξ ἀμφοτέρων χρήσιμον ἕξομεν. ἔπειτα πολλὴν καὶ δυσπολέμητον οὖσαν τὴν τῶν ἀντιπάλων ἰσχὺν καὶ τύχην οὐκ ἐκ τοῦ βιαίου τρόπου πειρασόμεθα καθαιρεῖν, ἀλλ᾽ οἷς ἁλίσκεται πάντα τὰ ὑπέραυχα καὶ μὴ ῥᾴδια τῷ βιαίῳ καθαιρεθῆναι, δόλῳ καὶ ἀπάτῃ, οὔτε πρῶτοι ἄρξαντες αὐτῶν οὔτε μόνοι. [11] πρὸς δὲ τούτοις οὐκ ἀξιομάχ�
�� οὔσῃ τῇ οἰκείᾳ δυνάμει πρὸς ἅπασαν τὴν Ῥωμαίων τε καὶ τῶν συμμάχων ἰσχὺν ἀντιταχθῆναι Φιδηναίων τε καὶ Οὐιεντανῶν τοσαύτην οὖσαν ὅσην ὁρᾶτε προσειλήφαμέν τε, καὶ ὡς ἂν μάλιστα θάρσος τινὶ συμμαχίας βεβαίου τὸ ἐπικουρικὸν παράσχοι προσγενόμενον οὕτω παρεσκεύασταί μοι. [12] οὐ γὰρ ἐν τῇ ἡμετέρᾳ γῇ Φιδηναῖοι τὸν ἀγῶνα ἀράμενοι, τῆς δὲ αὑτῶν προκινδυνεύοντες ἐν τῷ αὐτῷ καὶ τὴν ἡμετέραν φυλάξουσιν. ὃ δὲ πάντων μέν ἐστιν ἥδιστον ἀνθρώποις, σπανίως δέ τισιν ἐκ τοῦ παρελθόντος αἰῶνος ἐξεγένετο, καὶ τοῦθ᾽ ἡμῖν ὑπάρξει: εὖ πάσχοντες ὑπὸ τῶν συμμάχων εὖ δρᾶν ἐκείνους αὐτοὶ δόξομεν. [p. 319] [13] καὶ ἐὰν ἡμῖν κατὰ νοῦν χωρήσῃ τὸ ἔργον, ὥσπερ τὸ εἰκὸς ἔχει, Φιδηναῖοί τε καὶ Οὐιεντανοὶ βαρείας ἀπαλλάξαντες ἡμᾶς ὑποταγῆς ὡς ὑφ᾽ ἡμῶν τοῦτο πεπονθότες αὐτοὶ χάριν ἡμῖν εἴσονται. ταῦτα μέν ἐστιν ἃ διὰ πολλῆς φροντίδος παρασκευασθέντα ἱκανὰ εἶναι δοκεῖ μοι θάρσος τε καὶ προθυμίαν τῆς ἀποστάσεως ὑμῖν παρασχεῖν. [14] ὃν δὲ τρόπον ἐπιχειρεῖν τῷ ἔργῳ βεβούλευμαι, τοῦτ᾽ ἀκούσατέ μου: τάξιν μὲν ἀποδέδωκέ μοι Τύλλος τὴν ὑπὸ τῷ ὄρει καὶ κελεύει με θατέρου τῶν κεράτων ἄρχειν, ὅταν δὲ μέλλωμεν ὁμόσε τοῖς πολεμίοις χωρεῖν, ἄρξω μὲν ἐγὼ λύσας τὴν τάξιν ἐπὶ τὸ ὄρος ἄγειν, ἀκολουθήσετε δέ μοι ὑμεῖς συντεταγμένους ἄγοντες τοὺς λόχους. ἁψάμενος δὲ τῶν ἄκρων καὶ ἐν τῷ ἀσφαλεῖ γενόμενος τίνα χρήσομαι τρόπον τοῖς μετὰ ταῦτα πράγμασιν ἀκούσατέ μου: [15] ἐὰν μὲν ὁρῶ κατὰ γνώμην ἃ διαλογίζομαι χωροῦντά μοι καὶ θρασεῖς μὲν γεγονότας τοὺς πολεμίους, ὡς ἡμῶν αὐτοῖς συλλαμβανόντων, ταπεινοὺς δὲ καὶ περιφόβους Ῥωμαίους, ὡς προδεδομένους ὑφ᾽ ἡμῶν, φυγῆς τε μᾶλλον ἢ ἀλκῆς προνοουμένους, ὅπερ εἰκός, ἐπιθήσομαι αὐτοῖς καὶ μεστὸν ποιήσω νεκρῶν τὸ πεδίον ἐξ ὑπερδεξίου τε κατιὼν ἐπὶ τὸ πρανὲς θαρρούσῃ τε καὶ συντεταγμένῃ δυνάμει πρὸς ἐπτοημένους ἀνθρώπους προσφερόμενος καὶ σποράδας. [16] δεινὴ δ᾽ ἐν τοῖς πολέμοις καὶ ἡ διὰ κενῆς ἐμπίπτουσα προδοσίας συμμάχων ἢ πολεμίων ἄλλων ἐφόδου δόκησις, [p. 320] καὶ πολλὰ ἤδη στρατεύματα μεγάλα ὑπ᾽ οὐδενὸς οὕτως ἑτέρου φοβεροῦ παθήματος ὡς ὑπὸ δόξης κενῆς ἴσμεν πανώλεθρα διαφθαρέντα. τὸ δ᾽ ἡμέτερον οὐ λόγος ἔσται κενὸς οὐδ᾽ ἀφανὲς δεῖμα, ἀλλ᾽ ἔργον ἁπάσης ὄψεως καὶ πείρας φοβερώτερον. [17] ἐὰν δ᾽ ἄρα τἀναντία τῶν λελογισμένων γινόμενα ὁρῶ ῾λεγέσθω γὰρ καὶ τὰ παρὰ τὰς ἀνθρωπίνας δόξας εἰωθότα ἀπαντᾶν, ἐπειδὴ πολλὰ καὶ τὰ μὴ εἰκότα οἱ βίοι φέρουσἰ τἀναντία καὶ αὐτὸς ὧν προὐθέμην ἐπιχειρήσω ποιεῖν. ἄξω γὰρ ὑμᾶς ἐπὶ τοὺς πολεμίους ἅμα Ῥωμαίοις καὶ συλλήψομαι αὐτοῖς τῆς νίκης τήν τε κατάληψιν τῶν ὑψηλῶν πεποιῆσθαι σκήψομαι τῆς κυκλώσεως τῶν ἀντιτεταγμένων ἕνεκα. γενήσεται δέ μου πιστὸς ὁ λόγος ἔργα ὁμολογούμενα τῇ σκήψει παρεσχημένου, ὥσθ᾽ ἡμᾶς τῶν μὲν δεινῶν μηδετέροις κοινωνῆσαι, τῆς δ᾽ ἀμείνονος τύχης παρ᾽ ἀμφοτέρων μεταλαβεῖν. [18] ἐγὼ μὲν δὴ ταῦτα ἔγνωκά τε καὶ δράσω σὺν θεοῖς κράτιστα ὄντα οὐ μόνον Ἀλβανοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις Λατίνοις, ὑμᾶς δὲ χρὴ σιγὴν μὲν πρῶτον φυλάττοντας, ἔπειτα κόσμον τε σώζοντας καὶ τοῖς παραγγελλομένοις ὀξέως ὑπηρετοῦντας προθύμους ἀγωνιστὰς γίνεσθαι καὶ τοὺς ὑφ᾽ αὑτοῖς προθύμους παρέχειν, ἐνθυμουμένους ὅτι οὐχ ὅμοιός ἐστιν ἡμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις ὁ περὶ τῆς ἐλευθερίας [p. 321] ἀγών, οἷς2τισιν ἐν ἔθει καθέστηκεν ἄρχεσθαι ὑφ᾽ ἑτέρων καὶ ὅσοις τοιαύτην πολιτείαν οἱ πατέρες παρέδοσαν. [19] ἐλεύθεροι γὰρ ἐξ ἐλευθέρων ἔφυμεν καὶ ἄρχειν τῶν προσοίκων παρέδοσαν ἡμῖν οἱ πατέρες ὁμοῦ τι πεντακόσια ἔτη τοῦτο τὸ σχῆμα τοῦ βίου διαφυλάξαντες, οὗ μὴ ἀποστερήσωμεν ἡμεῖς τοὺς ἐκγόνους. παραστῇ δὲ μηδενὶ ὑμῶν δέος ἂν ταῦτα ἐθέλῃ πράττειν μὴ συνθήκας τε λύσῃ καὶ ὅρκους τοὺς ἐπ᾽ αὐταῖς γενομένους παραβῇ, ἀλλ᾽ ἐννοείσθω διότι τὰς ὑπὸ Ῥωμαίων λελυμένας εἰς τὸ ἐξ ἀρχῆς ἀποκαταστήσει καὶ οὐ τάς γε ἐλαχίστου ἀξίας, ἀλλ᾽ ἃς ἥ τε φύσις ἡ ἀνθρωπεία κατεστήσατο καὶ ὁ πάντων κοινὸς Ἑλλήνων τε καὶ βαρβάρων βεβαιοῖ νόμος, ἄρχειν καὶ τὰ δίκαια τάττειν τοὺς πατέρας τοῖς ἐκγόνοις καὶ τὰς μητροπόλεις ταῖς ἀποικίαις. [20] ταύτας δὴ τὰς συνθήκας οὐδέποτε ἀναιρεθησομένας ἐκ τῆς ἀνθρωπείας φύσεως οὐχ ἡμεῖς οἱ κυρίας ἀξιοῦντες αἰεὶ διαμένειν παρασπονδοῦμεν, οὐδ᾽ ἄν τις ἡμῖν θεῶν ἢ δαιμόνων νεμεσήσειεν ὡς ἀνόσια πράττουσιν εἰ δουλεύειν τοῖς ἰδίοις ἐκγόνοις δυσανασχετοῦμεν, ἀλλ᾽ οἱ καταλύσαντες αὐτὰς ἀρχῆθεν καὶ ἔργῳ ἐπιχειρήσαντες ἀθεμίτῳ κρείττω ποιῆσαι τοῦ θείου νόμου τὸν ἀνθρώπινον: καὶ ὅ τε δαιμόνιος χόλος οὐχ ἡμῖν, ἀλλὰ τούτοις ἐναντιώσεται κατὰ τὸ εἰκός, καὶ ἡ παρ᾽ ἀνθρώπων νέμεσις εἰς τούτους ἀνθ᾽ ἡμῶν κατασκήψει. [21] εἰ μὲν οὖν [p. 322] ταῦτα κράτιστα πᾶσιν ὑμῖν ἔσεσθαι δοκεῖ, πράττωμεν αὐτὰ θεοὺς καὶ δαίμονας ἀρωγοὺς ἐπικαλεσάμενοι, εἰ δέ τις ὑμῶν τἀναντία ἔγνωκε καὶ δυεῖν θάτερον ἢ μηδέποτε ἀνασώσασθαι τὸ ἀρχαῖον ἀξίωμα τῆς πόλεως οἴεται δεῖν, ἢ καιρὸν ἕτερόν τινα τοῦ παρόντος ἐπιτηδειότερον περιμένων ἀναβάλλεται τὸν παρόντα, μὴ κατοκνε�
�τω φέρειν εἰς μέσον ἃ φρονεῖ: ὅ τι γὰρ ἂν ἅπασιν ὑμῖν κράτιστον φανῇ βούλευμα τούτῳ χρησόμεθα.

 

‹ Prev