ὁ δὲ βασιλεὺς ἀκούσας αὐτῶν πολλὰ διαλεχθέντων ἐπαγωγὰ πρὸς ἐπιείκειαν καὶ μετριότητα [p. 382] καὶ τῆς συγγενείας, ἧς εἶχε πρὸς τὸ ἔθνος, ὑπομιμνησκόντων ἓν τοῦτο μόνον ἔφη παρ᾽ αὐτῶν βούλεσθαι μαθεῖν, πότερον ἔτι διαφέρονται περὶ τῶν ἴσων καὶ ἐπὶ ῥητοῖς τισι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας πάρεισι ποιησόμενοι, ἢ συγγινώσκουσιν ἑαυτοῖς κεκρατημένοις καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ. ἀποκριναμένων δ᾽ αὐτῶν ὅτι καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ καὶ τὴν εἰρήνην στέρξουσιν ἐφ᾽ οἷς ἄν ποτε δικαίοις αὐτῆς τύχωσι, περιχαρὴς ἐπὶ τούτοις γενόμενος, [2] ἀκούσατε νῦν, ἔφησεν, ἐφ᾽ οἷς καταλύσομαι τὸν πόλεμον δικαίοις καὶ τίνας ὑμῖν δίδωμι χάριτας: ἐγὼ Τυρρηνῶν οὔτε ἀποκτεῖναί τινα πρόθυμός εἰμι οὔτε φυγάδα ποιῆσαι τῆς πατρίδος οὔτε ἀφαιρέσει τῶν ὑπαρχόντων ζημιῶσαι τάς τε πόλεις ὑμῖν ἀφίημι πάσας ἀφρουρήτους καὶ ἀφορολογήτους καὶ αὐτονόμους πολιτείας τε κόσμον ἑκάστῃ φυλάττειν συγχωρῶ τὸν ἀρχαῖον. [3] διδοὺς δὲ ταῦθ᾽ ὑμῖν ἓν οἴομαι δεῖν ἀνθ᾽ ὧν δίδωμι πάντων ὑπάρξαι μοι παρ᾽ ὑμῶν, τὴν ἡγεμονίαν τῶν πόλεων, ἧς κύριος μὲν ἔσομαι καὶ μὴ βουλομένων ὑμῶν ἕως ἂν κρατῶ τοῖς ὅπλοις, παρ᾽ ἑκόντων δὲ μᾶλλον ἢ παρ᾽ ἀκόντων τυχεῖν αὐτῆς βούλομαι. ταῦτ᾽ ἀπαγγέλλετε ταῖς πόλεσιν, ἐγὼ δὲ ὑμῖν ἐκεχειρίαν ἕως ἂν ἀφίκησθε παρέξειν ὑπισχνοῦμαι.
ταύτας λαβόντες οἱ πρέσβεις τὰς ἀποκρίσεις ᾤχοντο καὶ μετ᾽ ὀλίγας ἡμέρας παρῆσαν οὐ λόγους αὐτῷ μόνον φέροντες ψιλούς, ἀλλὰ καὶ τὰ [p. 383] σύμβολα τῆς ἡγεμονίας, οἷς ἐκόσμουν αὐτοὶ τοὺς σφετέρους βασιλεῖς, κομίζοντες στεφανόν τε χρύσεον καὶ θρόνον ἐλεφάντινον καὶ σκῆπτρον ἀετὸν ἔχον ἐπὶ τῆς κεφαλῆς χιτῶνά τε πορφυροῦν χρυσόσημον καὶ περιβόλαιον πορφυροῦν ποικίλον, οἷα Λυδῶν τε καὶ Περσῶν ἐφόρουν οἱ βασιλεῖς, πλὴν οὐ τετράγωνόν γε τῷ σχήματι, καθάπερ ἐκεῖνα ἦν, ἀλλ᾽ ἡμικύκλιον. τὰ δὲ τοιαῦτα τῶν ἀμφιεσμάτων Ῥωμαῖοι μὲν τόγας, Ἕλληνες δὲ τήβεννον καλοῦσιν, οὐκ οἶδ᾽ ὁπόθεν μαθόντες: Ἑλληνικὸν γὰρ οὐ φαίνεταί μοι τοὔνομα εἶναι. [2] ὡς δέ τινες ἱστοροῦσι καὶ τοὺς δώδεκα πελέκεις ἐκόμισαν αὐτῷ λαβόντες ἐξ ἑκάστης πόλεως ἕνα. Τυρρηνικὸν γὰρ εἶναι ἔθος δοκεῖ ἑκάστου τῶν κατὰ πόλιν βασιλέων ἕνα προηγεῖσθαι ῥαβδοφόρον ἅμα τῇ δέσμῃ τῶν ῥάβδων πέλεκυν φέροντα: εἰ δὲ κοινὴ γίνοιτο τῶν δώδεκα πόλεων στρατεία, τοὺς δώδεκα πελέκεις ἑνὶ παραδίδοσθαι τῷ λαβόντι τὴν αὐτοκράτορα ἀρχήν. [3] οὐ μὴν ἅπαντές γε συμφέρονται τοῖς ταῦτα λέγουσιν, ἀλλὰ παλαίτερον ἔτι τῆς Ταρκυνίου δυναστείας πελέκεις δώδεκα πρὸ τῶν βασιλέων φέρεσθαί φασι, καταστήσασθαι δὲ τὸ ἔθος τοῦτο Ῥωμύλον εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν. οὐθὲν δὲ κωλύει τὸ μὲν εὕρημα Τυρρηνῶν εἶναι, χρήσασθαι δ᾽ αὐτῷ πρῶτον Ῥωμύλον παρ᾽ ἐκείνων λαβόντα, κομισθῆναι δὲ Ταρκυνίῳ σὺν τοῖς ἄλλοις κόσμοις βασιλικοῖς καὶ τοὺς δώδεκα πελέκεις, ὥσπερ γε καὶ νῦν [p. 384] Ῥωμαῖοι τὰ σκῆπτρα καὶ τὰ διαδήματα δωροῦνται τοῖς βασιλεῦσι βεβαιοῦντες αὐτοῖς τὰς ἐξουσίας, ἐπεὶ καὶ μὴ λαβόντες γε παρ᾽ ἐκείνων ἔχουσιν αὐτά.
ταύταις ταῖς τιμαῖς ὁ Ταρκύνιος οὐκ εὐθὺς ἐχρήσατο λαβών, ὡς οἱ πλεῖστοι γράφουσι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἀλλ᾽ ἀποδοὺς τῇ τε βουλῇ καὶ τῷ δήμῳ τὴν διάγνωσιν εἰ ληπτέον αὐτά, ἐπειδὴ πᾶσι βουλομένοις ἦν, τότε προσεδέξατο καὶ πάντα τὸν ἐξ ἐκείνου χρόνον ἕως εἰς τὸ χρεὼν μετέστη στέφανόν τε χρύσεον ἐφόρει καὶ πορφυρᾶν ἐσθῆτα ποικίλην ἠμπίσχετο καὶ σκῆπτρον ἐλεφάντινον ἔχων ἐπὶ θρόνου ἐκαθέζετο ἐλεφαντίνου, καὶ οἱ δώδεκα ῥαβδοῦχοι τοὺς πελέκεις φέροντες ἅμα ταῖς ῥάβδοις δικάζοντί τε αὐτῷ παρίσταντο καὶ πορευομένου προηγοῦντο. [2] οὗτος ὁ κόσμος ἅπας καὶ τοῖς μετ᾽ ἐκεῖνον τὴν βασιλικὴν ἀρχὴν ἔχουσι παρέμεινε καὶ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων τοῖς κατ᾽ ἐνιαυτὸν ὑπάτοις ἔξω τοῦ στεφάνου καὶ τῆς ποικίλης ἐσθῆτος: ταῦτα δ᾽ αὐτῶν ἀφῃρέθη μόνα φορτικὰ δόξαντα εἶναι καὶ ἐπίφθονα. πλὴν ὅταν ἐκ πολέμου νίκην κατάγοντες θριάμβου παρὰ τῆς βουλῆς ἀξιωθῶσι, τότε καὶ χρυσοφοροῦσι καὶ ποικίλαις ἁλουργίσιν ἀμφιέννυνται. ὁ μὲν οὖν πρὸς τοὺς Τυρρηνοὺς συστὰς Ταρκυνίῳ πόλεμος ἔτη κατασχὼν ἐννέα τοιαύτην ἔσχε τὴν συντέλειαν.
ἑνὸς δὲ καταλειπομένου τοῦ Σαβίνων [p. 385] ἔθνους ἀντιπάλου Ῥωμαίοις ὑπὲρ τῆς ἀρχῆς ἄνδρας τε μαχητὰς ἔχοντος καὶ χώραν νεμομένου πολλὴν καὶ ἀγαθὴν καὶ τῆς Ῥώμης οὐ πρόσω κειμένην, πολλὴν ἔσχεν ὁ Ταρκύνιος προθυμίαν καὶ τούτους ὑπαγαγέσθαι καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον ἐγκαλῶν ταῖς πόλεσιν, ὅτι τοὺς ὑποσχομένους Τυρρηνοῖς ἐὰν ἀφίκωνται στρατὸν ἄγοντες εἰς τὴν χώραν αὐτῶν ἐκείνοις μὲν φίλας, Ῥωμαίοις δ᾽ ἐχθρὰς ποιήσειν τὰς σφετέρας πατρίδας οὐκ ἐβούλοντο ἐκδοῦναι. [2] οἱ δὲ ἄσμενοί τε ὑποδέχονται τὸν πόλεμον οὐκ ἀξιοῦντες τοὺς δυνατωτάτους τῶν ἀστῶν ἀφαιρεθῆναι, καὶ πρὶν ἀφικέσθαι Ῥωμαίων δύναμιν ἐπὶ σφᾶς αὐτοὶ στρατὸν ἐξάγουσιν ἐπὶ τὴν ἐκείνων. βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε διαβεβηκότας τοὺς Σαβίνους Ἀνίητα ποταμὸν καὶ λεηλατούμενα ὑπ᾽ αὐτῶν τὰ π�
�ρὶ τὴν παρεμβολὴν ἅπαντα, ἀναλαβὼν τὴν εὐζωνοτάτην Ῥωμαίων νεότητα ὡς εἶχε τάχους ἐξῆγεν ἐπὶ τοὺς διεσπαρμένους ἐπὶ τὰς προνομάς. [3] ἀποκτείνας δὲ πολλοὺς αὐτῶν καὶ τὴν λείαν ὅσην ἦγον ἀφελόμενος ἐγγὺς τῆς ἐκείνων παρεμβολῆς τίθεται τὸν χάρακα καὶ διαλιπὼν ὀλίγας τινὰς ἡμέρας, ἕως ἥ τε λοιπὴ δύναμις ἐκ τῆς πόλεως πρὸς αὐτὸν ἀφίκετο καὶ αἱ παρὰ τῶν συμμάχων ἐπικουρίαι συνήχθησαν, κατέβαινεν εἰς τὸ πεδίον ὡς μαχησόμενος.
ἰδόντες δὲ τοὺς Ῥωμαίους οἱ Σαβῖνοι προθύμως ἐπὶ τὸν ἀγῶνα χωροῦντας ἐξῆγον καὶ αὐτοὶ τὰς δυνάμεις οὔτε πλήθει λειπόμενοι τῶν πολεμίων [p. 386] οὔτε ἀρετῇ καὶ συμπεσόντες ἐμάχοντο πᾶσαν ἀποδεικνύμενοι τόλμαν, ἕως ἦν αὐτοῖς εἷς μόνος ὁ πρὸς τοὺς ἀντιτεταγμένους ἀγών. ἔπειτα μαθόντες ἐπιόντα σφίσι κατὰ νώτου στρατὸν πολεμίων ἕτερον ἐν τάξει τε καὶ κόσμῳ χωροῦντα καταλιπόντες τὰ σημεῖα τρέπονται πρὸς φυγήν. ἦσαν δὲ Ῥωμαίων ἄνδρες ἐπίλεκτοι πεζοί τε καὶ ἱππεῖς οἱ κατόπιν ἐπιφανέντες τοῖς Σαβίνοις, οὓς ὁ Ταρκύνιος ἐν ἐπιτηδείοις χωρίοις διὰ νυκτὸς ἐλόχισε. [2] τούτους δὴ τοὺς ἄνδρας οἱ Σαβῖνοι δείσαντες ἐκ τοῦ ἀδοκήτου σφίσιν ἐπιφαινομένους οὐθὲν ἔτι γενναῖον ἔργον ἀπεδείξαντο, ἀλλ᾽ ὡς κατεστρατηγημένοι ὑπὸ τῶν ἐχθρῶν καὶ συμφορᾷ πεπληγότες ἀμάχῳ σώζειν ἑαυτοὺς ἄλλοι κατ᾽ ἄλλας ὁδοὺς ἐπειρῶντο, κἂν τούτῳ μάλιστα πολὺς αὐτῶν φόνος ἐγένετο διωκομένων ὑπὸ τῆς Ῥωμαϊκῆς ἵππου καὶ πανταχόθεν ἀποκλειομένων: ὥστε ὀλίγους τινὰς ἐξ αὐτῶν κομιδῇ γενέσθαι τοὺς διασωθέντας εἰς τὰς ἔγγιστα πόλεις, τὸ δὲ πλεῖον μέρος ὅσον μὴ κατὰ τὴν μάχην ἔπεσεν ὑποχείριον τοῖς Ῥωμαίοις γενέσθαι: οὐδὲ γὰρ οἱ καταλειφθέντες ἐν τῷ χάρακι τὴν ἔφοδον ἀποκρούσασθαι τῶν ἐπιόντων σφίσιν ἐθάρρησαν οὐδ᾽ εἰς πεῖραν ἦλθον μάχης, ἀλλ᾽ ἐκταραχθέντες ὑπὸ τοῦ παρ᾽ ἐλπίδα κακοῦ παρέδοσαν ἀμαχητὶ σφᾶς τε αὐτοὺς καὶ τὸ ἔρυμα. [3] αἱ μὲν δὴ τῶν Σαβίνων πόλεις ὡς κατεστρατηγημέναι καὶ οὐκ ἀρετῇ τὴν νίκην ἀφῃρημέναι πρὸς τῶν πολεμίων, [p. 387] ἀλλὰ δόλῳ μείζονας αὖθις ἀποστέλλειν δυνάμεις παρεσκευάζοντο καὶ στρατηγὸν ἐμπειρότερον. ὁ δὲ Ταρκύνιος μαθὼν τὴν διάνοιαν αὐτῶν συνῆγε τὴν στρατιὰν διὰ τάχους καὶ πρὶν ἐκείνους ἅπαντας δὴ [4] συνελθεῖν φθάνει διαβὰς τὸν Ἀνίητα ποταμόν. ταῦτα μαθὼν ὁ τῶν Σαβίνων στρατηγὸς ἐξῄει μὲν ὡς εἶχε τάχους τὴν νεωστὶ συνηγμένην δύναμιν ἀναλαβὼν καὶ στρατοπεδεύεται πλησίον τῶν Ῥωμαίων ἐπὶ λόφου τινὸς ὑψηλοῦ καὶ ἀποτόμου, μάχης δὲ ἄρχειν οὐκ ἐδοκίμαζεν ἕως αἱ λοιπαὶ τῶν Σαβίνων δυνάμεις συνέλθωσιν, ἀλλ᾽ ἐπὶ τοὺς προνομεύοντας τὴν χώραν ἐκπέμπων ἀεί τινας τῶν ἱππέων καὶ λόχους ἐγκαθίζων ὕλαις ἢ νάπαις εἶργε τοὺς Ῥωμαίους τῶν ἐπὶ τὴν χώραν ἐξόδων.
τοῦτον δὲ τὸν τρόπον αὐτοῦ χρωμένου τῷ πολέμῳ πολλαὶ μὲν συμπλοκαὶ καὶ κατ᾽ ὀλίγους ψιλῶν τε καὶ ἱππέων ἐγίνοντο, μάχη δὲ ὁλοσχερὴς ἁπάντων οὐδεμία. ἑλκομένου δὲ τοῦ χρόνου δι᾽ ὀργῆς φέρων τὴν διατριβὴν ὁ Ταρκύνιος ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων τὰς δυνάμεις ἔκρινεν ἄγειν καὶ πολλὰς ἐποιήσατο προσβολάς. [2] ἔπειτα καταμαθὼν τῷ βιαίῳ τῶν τρόπων οὐ ῥᾳδίαν οὖσαν αὐτὴν ἁλῶναι διὰ τὴν ἐχυρότητα τῇ σπάνει τῶν ἐπιτηδείων πολεμεῖν τοῖς ἐν αὐτῇ διέγνω, καὶ παρὰ πάσας τὰς φερούσας: ἐπ᾽ αὐτὴν ὁδοὺς φρούρια κατασκευαζόμενος, ξυλίζεσθαί τε αὐτοὺς καὶ χιλὸν ἵπποις συναγαγεῖν [p. 388] καὶ ἄλλα πολλὰ ἐπιτήδεια λαμβάνειν ἐκ τῆς χώρας οὐκ ἐῶν εἰς πολλὴν κατέστησεν ἁπάντων ἀπορίαν: ὥστ᾽ ἠναγκάσθησαν φυλάξαντες νύκτα χειμέριον ὕδασι καὶ ἀνέμῳ φυγεῖν αἰσχρῶς ἐκ τοῦ χάρακος καταλιπόντες ἐν αὐτῷ τά τε ὑποζύγια καὶ τὰς σκηνὰς καὶ τοὺς τραυματίας καὶ τὴν εἰς τὸν πόλεμον παρασκευὴν ἅπασαν. [3] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Ῥωμαῖοι τὴν ἄπαρσιν αὐτῶν καὶ γενόμενοι τοῦ χάρακος ἀμαχητὶ κύριοι σκηνὰς μὲν καὶ ὑποζύγια καὶ χρήματα διήρπασαν, τοὺς δὲ αἰχμαλώτους ἀπάγοντες εἰς τὴν Ῥώμην ἀνέστρεψαν. οὗτος ὁ πόλεμος ἔτη πέντε διέμεινε συνεχῶς πολεμούμενος, ἐν ᾧ γῆν ἀμφότεροι τὴν ἀλλήλων πορθοῦντες καὶ μάχας πολλὰς ἐλάττους τε καὶ μείζους μαχόμενοι διετέλεσαν, ὀλίγα μέν τινα καὶ τῶν Σαβίνων εὐτυχούντων ἐν τοῖς ἀγῶσι, τὰ δὲ πλεῖστα Ῥωμαίων: ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τέλος ἔλαβεν ὁλοσχερές. [4] Σαβῖνοι γὰρ οὐχ ὡς πρότερον ἐκ διαδοχῆς, ἀλλ᾽ ἅμα πάντες οἱ στρατεύσιμον ἔχοντες ἡλικίαν ἐξῆλθον ἐπὶ τὸν πόλεμον, Ῥωμαῖοί τε σύμπαντες τὰς Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων συμμάχων δυνάμεις παραλαβόντες ἐχώρουν ὁμόσε τοῖς πολεμίοις. [5] ὁ μὲν οὖν τῶν Σαβίνων στρατηγὸς διχῇ μερίσας τὰς δυνάμεις δύο ποιεῖται στρατόπεδα, ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς τρία ποιήσας τάγματα καὶ τρεῖς παρεμβολὰς οὐ μακρὰν ἀπ᾽ ἀλλήλων θέμενος [p. 389] αὐτὸς μὲν τῆς Ῥωμαϊκῆς ἡγεῖτο δυνάμεως, Ἀρρόντα δὲ τὸν ἀδελφιδοῦν τῆς Τυρρηνικῆς συμμαχίας ἀπέδειξε στρατηγόν: [6] Λατίνων δὲ καὶ τῶν ἄλλων συμμάχων ἔταξεν ἄρχειν ἄνδρα γενναῖον μὲν τὰ πολέμια καὶ φρονεῖν τὰ δέοντα ἱκανώτατον, ξένον δὲ καὶ ἄπολιν: Σερούϊος αὐτῷ προσηγορικον ὄνομα ἦν, Τύλλιος δὲ τὸ συγγεν�
�κόν: ᾧ Ῥωμαῖοι μετὰ τὴν Λευκίου Ταρκυνίου τελευτὴν βασιλεύειν τῆς πόλεως ἐπέτρεψαν οὐκ οὔσης Ταρκυνίῳ γενεᾶς ἄρρενος, ἀγάμενοι τὸν ἄνδρα τῆς τε περὶ τὰ πολιτικὰ καὶ τῆς περὶ τὰ πολέμια ἀρετῆς. γένος δὲ τοῦ ἀνδρὸς τοῦδε καὶ τροφὰς καὶ τύχας καὶ τὴν ἐκ τοῦ θείου γενομένην περὶ αὐτὸν ἐπιφάνειαν, ὅταν κατὰ τοῦτο γένωμαι τὸ μέρος τοῦ λόγου, διηγήσομαι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 194