τυχὼν δὲ τῆς Λατίνων ἡγεμονίας ὁ Ταρκύνιος ἐπρεσβεύσατο καὶ πρὸς τὰς Ἑρνίκων πόλεις καὶ πρὸς τὰς Οὐολούσκων προκαλούμενος κἀκείνους εἰς φιλίαν τε καὶ συμμαχίαν. Ἕρνικες μὲν οὖν ἅπαντες ἐψηφίσαντο ποιεῖν τὴν συμμαχίαν, ἐκ δὲ τοῦ Οὐολούσκων ἔθνους δύο πόλεις ἐδέξαντο μόναι τὰς προκλήσεις, Ἐχετρανοί τε καὶ Ἀντιᾶται. τοῦ δὲ μένειν εἰς ἅπαντα χρόνον τὰ συγκείμενα ταῖς πόλεσι πρόνοιαν ὁ Ταρκύνιος λαμβάνων ἱερὸν ἔγνω κοινὸν ἀποδεῖξαι Ῥωμαίων τε καὶ Λατίνων καὶ Ἑρνίκων καὶ Οὐολούσκων τῶν ἐγγραψαμένων εἰς τὴν συμμαχίαν, ἵνα συνερχόμενοι καθ᾽ ἕκαστον ἐνιαυτὸν εἰς τὸν ἀποδειχθέντα τόπον πανηγυρίζωσι καὶ συνεστιῶνται καὶ κοινῶν ἱερῶν μεταλαμβάνωσιν. [2] ἀγαπητῶς δὲ πάντων τὸ πρᾶγμα δεξαμένων τόπον μὲν ἀπέδειξεν, ἔνθα ποιήσονται τὴν σύνοδον ἐν μέσῳ μάλιστα τῶν ἐθνῶν κείμενον ὄρος ὑψηλόν, ὃ τῆς Ἀλβανῶν ὑπέρκειται πόλεως, ἐν ᾧ πανηγύρεις τ᾽ ἀνὰ πᾶν ἔτος ἄγεσθαι καὶ ἐκεχειρίας εἶναι πᾶσι πρὸς πάντας ἐνομοθέτησε θυσίας τε συντελεῖσθαι κοινὰς τῷ καλουμένῳ Λατιαρίῳ Διὶ καὶ συνεστιάσεις, τάξας ἃ δεῖ παρέχειν ἑκάστην πόλιν εἰς τὰ [p. 86] ἱερά, καὶ μοῖραν, ἣν ἑκάστην δεήσει λαμβάνειν. αἱ δὲ μετασχοῦσαι τῆς ἑορτῆς τε καὶ τῆς θυσίας πόλεις τριῶν δέουσαι πεντήκοντα ἐγένοντο. [3] ταύτας τὰς ἑορτάς τε καὶ τὰς θυσίας μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων ἐπιτελοῦσι Ῥωμαῖοι Λατίνας καλοῦντες, καὶ φέρουσιν εἰς αὐτὰς αἱ μετέχουσαι τῶν ἱερῶν πόλεις αἱ μὲν ἄρνας, αἱ δὲ τυρούς, αἱ δὲ γάλακτός τι μέτρον, αἱ δὲ ὅμοιόν τι τούτοις πελάνου γένος: ἑνὸς δὲ ταύρου κοινῶς ὑπὸ πασῶν θυομένου μέρος ἑκάστη τὸ τεταγμένον λαμβάνει. θύουσι δ᾽ ὑπὲρ ἁπάντων καὶ τὴν ἡγεμονίαν τῶν ἱερῶν ἔχουσι Ῥωμαῖοι.
ὡς δὲ καὶ ταύταις ἐκρατύνατο τὴν ἀρχὴν ταῖς συμμαχίαις, στρατὸν ἐξάγειν ἐπὶ Σαβίνους ἔγνω Ῥωμαίων τ᾽ αὐτῶν ἐπιλέξας οὓς ἥκιστα ὑπώπτευεν, εἰ κύριοι τῶν ὅπλων γένοιντο, ἐλευθερίας μεταποιήσεσθαι, καὶ τὴν παρὰ τῶν συμμάχων ἀφιγμένην δύναμιν προσλαβὼν πολλῷ πλείονα τῆς πολιτικῆς ὑπάρχουσαν. [2] δῃώσας δ᾽ αὐτῶν τοὺς ἀγροὺς καὶ τοὺς ὁμόσε χωρήσαντας μάχῃ νικήσας ἐπὶ τοὺς καλουμένους Πωμεντίνους ἦγε τὴν δύναμιν, οἳ πόλιν μὲν Σύεσσαν ᾤκουν, εὐδαιμονέστατοι δ᾽ ἐδόκουν ἁπάντων εἶναι τῶν πλησιοχώρων καὶ διὰ τὴν πολλὴν εὐτυχίαν ἅπασι λυπηροὶ καὶ βαρεῖς, ἐγκαλῶν αὐτοῖς ἁρπαγάς τινας καὶ λῃστείας, ὑπὲρ [p. 87] ὧν αἰτούμενοι δίκας αὐθάδεις ἔδωκαν ἀποκρίσεις. οἱ δ᾽ ἦσαν ἕτοιμοι προσδεχόμενοι τὸν πόλεμον καὶ ἐν τοῖς ὅπλοις. [3] συνάψας δ᾽ αὐτοῖς μάχην περὶ τὰ μεθόρια καὶ πολλοὺς μὲν ἀποκτείνας, τοὺς δὲ λοιποὺς τρεψάμενος καὶ κατακλείσας εἰς τὸ τεῖχος, ὡς οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, παραστρατοπεδεύσας αὐτοῖς ἀπετάφρευέ τε καὶ περιεχαράκου καὶ προσβολὰς ἐποιεῖτο τοῖς τείχεσι συνεχεῖς. οἱ δ᾽ ἔνδον τέως μὲν ἀπεμάχοντο καὶ πολὺν ἀντέσχον τῇ ταλαιπωρίᾳ χρόνον: ὡς δ᾽ ὑπέλειπεν αὐτοὺς τἀπιτήδεια, ἐξασθενοῦντες τὰ σώματα καὶ οὔτ᾽ ἐπικουρίαν οὐδεμίαν προσλαβόντες οὐδ᾽ ἀναπαύσεως τυγχάνοντες, ἀλλὰ καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ αὐτοὶ ταλαιπωροῦντες ἁλίσκονται κατὰ κράτος. [4] γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς τοὺς μὲν ἐν τοῖς ὅπλοις διέφθειρε, γυναῖκας δ᾽ αὐτῶν καὶ τέκνα καὶ τοὺς ὑπομείναντας αἰχμαλώτους γενέσθαι καὶ τὸ τῶν θεραπόντων πλῆθος οὐδ᾽ ἀριθμηθῆναι ῥᾴδιον τοῖς στρατιώταις ἐπέτρεψεν ἀπάγεσθαι τήν τ᾽ ἄλλην κτῆσιν τῆς πόλεως ἄγειν καὶ φέρειν, εἴ τις ἐπιτύχοι, τήν τ᾽ ἐντὸς τείχους καὶ τὴν ἐπὶ τῶν ἀγρῶν ἐφῆκεν: ἄργυρον δὲ καὶ χρυσόν, ὅσος εὑρέθη, συναγαγὼν εἰς ἓν χωρίον καὶ τὴν δεκάτην ἐξελόμενος εἰς κατασκευὴν ἱεροῦ τὰ [5] λοιπὰ χρήματα τοῖς στρατιώταις διεῖλεν. οὕτω δ᾽ ἄρα πολὺς ὁ καταληφθεὶς ἄργυρός τε καὶ χρυσὸς ἦν, ὥστε τῶν μὲν στρατιωτῶν ἕκαστον πέντε μνᾶς ἀργυρίου [p. 88] λαβεῖν, τὸ δὲ τοῖς θεοῖς δεκατευθὲν ἀργύριον τετρακοσίων οὐ μεῖον γενέσθαι ταλάντων.
ἔτι δ᾽ ἐν τῇ Συέσσῃ διατρίβοντος αὐτοῦ παρῆν τις ἀγγέλλων, ὅτι Σαβίνων ἡ κρατίστη νεότης ἐξελήλυθε καὶ δυσὶ μεγάλοις στρατεύμασιν εἰς τὴν Ῥωμαίων ἐμβαλοῦσα λεηλατεῖ τοὺς ἀγρούς, ἡ μὲν Ἠρήτου πλησίον θεμένη τὸν χάρακα, ἡ δὲ περὶ Φιδήνην: καὶ εἰ μή τις αὐτοῖς δύναμις ἐναντιωθήσεται, πάντα οἰχήσεται τἀκεῖ. [2] ὡς δὲ ταῦτ᾽ ἤκουσεν, ἐν μὲν τῇ Συέσσῃ βραχύ τι καταλείπει μέρος τῆς στρατιᾶς τά τε λάφυρα καὶ τὴν ἀποσκευὴν φυλάττειν παρακελευσάμενος, τὴν δ᾽ ἄλλην δύναμιν εὔζωνον ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς πρὸς Ἠρήτῳ κατεστρατοπεδευκότας καὶ τίθεται τὸν χάρακα μετέωρον ὀλίγον τὸ μεταξὺ χωρίον καταλιπών. δόξαν δὲ τοῖς ἡγεμόσι τῶν Σαβίνων μάχην ἕωθεν τίθεσθαι μεταπεμψαμένοις τὸ ἐν Φιδήνῃ στράτευμα, μαθὼν τὴν διάνοιαν αὐτῶν ὁ Ταρκύνιος: ἑάλω γὰρ ὁ τὰ γράμματα κομίζων παρὰ τῶν αὐτόθεν ἡγεμόνων πρὸς τοὺς ἐκεῖ: σοφίᾳ πρὸς τὸ συμβὰν ἀπὸ τύχης ἐχρήσατο τοιᾷδε. [3] 16 νείμας τὴν δύναμιν διχῇ τὴν μὲν ἑτέραν ὑπὸ νύκτα πέμπει λαθὼν τοὺς πολεμίους ἐπὶ τὴν φέρουσαν ἀπὸ Φιδήνης ὁδόν, τὴν δ᾽ ἑτέραν ἅμα τῷ λαμπρὰν ἡμέραν γενέσθαι συντάξας προῆγεν ἐκ τοῦ χάρακος ὡς εἰς μά
χην: καὶ οἱ Σαβῖνοι τεθαρρηκότες ἀντεπεξῄεσαν τούς τε πολεμίους οὐ πολλοὺς ὁρῶντες καὶ τὴν ἑαυτῶν [p. 89] δύναμιν τὴν ἀπὸ Φιδήνης ὅσον οὔπω παρέσεσθαι νομίζοντες. οὗτοι μὲν δὴ καταστάντες ἐμάχοντο, καὶ ἦν ἰσόρροπος αὐτοῖς ἐπὶ πολὺν χρόνον ὁ ἀγών: οἱ δὲ προαποσταλέντες ὑπὸ τοῦ Ταρκυνίου νύκτωρ ὑποστρέψαντες ἐκ τῆς ὁδοῦ καὶ γενόμενοι κατὰ νώτου τῶν Σαβίνων ἐπῄεσαν. [4] τούτους ἰδόντες οἱ Σαβῖνοι καὶ γνωρίσαντες ἐκ τῶν ὅπλων καὶ ἀπὸ τῶν σημείων ἐξέστησαν τῶν λογισμῶν καὶ τὰ ὅπλα ῥίψαντες ἐπειρῶντο σώζειν ἑαυτούς. ἦν δ᾽ ἄπορος ἡ σωτηρία τοῖς πολλοῖς περιεχομένοις κύκλῳ ὑπ᾽ ἐχθρῶν, καὶ τῶν Ῥωμαίων ἡ ἵππος ἐπικειμένη πανταχόθεν αὐτοὺς ἀπέκλειεν: ὥστ᾽ ὀλίγοι μέν τινες ἔφθησαν τὰ δεινὰ ὑπεκδύντες, οἱ δὲ πλείους κατεκόπησαν ὑπὸ τῶν πολεμίων ἢ παρέδοσαν ἑαυτούς. ἀντέσχον δ᾽ οὐδ᾽ οἱ καταλειφθέντες ἐπὶ τοῦ χάρακος, ἀλλὰ καὶ τὸ ἔρυμα ἑάλω τῇ πρώτῃ ἐφόδῳ: ἔνθα σὺν τοῖς ἰδίοις τῶν Σαβίνων χρήμασι καὶ τὰ Ῥωμαίων ἅπαντα σὺν πολλοῖς αἰχμαλώτοις ἔτι ἀκέραια ὄντα τοῖς ἀπολωλεκόσιν ἀνεσώθη.
ὡς δ᾽ ἡ πρώτη πεῖρα τῷ Ταρκυνίῳ κατὰ νοῦν ἐχώρησεν, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τοὺς ἐν Φιδήνῃ ἐστρατοπεδευκότας τῶν Σαβίνων, οἷς οὔπω δῆλος ἦν ὁ τῶν σφετέρων ὄλεθρος. ἔτυχον δὲ κἀκεῖνοι προεξεληλυθότες ἐκ τοῦ χάρακος καὶ ἤδη ὄντες ἐν ὁδῷ: ὡς δὴ πλησίον ἐγένοντο καὶ εἶδον ἐπὶ δορατίων ἀναπεπηγυίας τὰς κεφαλὰς τῶν σφετέρων ἡγεμόνων: [p. 90] προὔτεινον γὰρ αὐτὰς οἱ Ῥωμαῖοι καταπλήξεως τῶν πολεμίων ἕνεκα: μαθόντες, ὅτι διέφθαρται τὸ ἕτερον αὐτῶν στράτευμα, οὐδὲν ἔτι ἀπεδείξαντο γενναῖον ἔργον, ἀλλ᾽ εἰς ἱκεσίας καὶ δεήσεις τραπόμενοι παρέδοσαν 17 ἑαυτούς. [2] οὕτω δ᾽ αἰσχρῶς καὶ κακῶς ἀμφοτέρων τῶν στρατοπέδων ἀναρπασθέντων εἰς στενὰς ἐλπίδας οἱ Σαβῖνοι κατακεκλεισμένοι καὶ περὶ τῶν πόλεων, μὴ ἐξ ἐφόδου καταληφθῶσι, δεδιότες ὑπὲρ εἰρήνης διεπρεσβεύοντο παραδιδόντες σφᾶς αὐτοὺς ὑπηκόους εἶναι Ταρκυνίου καὶ φόρου τὸ λοιπὸν ὑποτελεῖς. σπεισάμενος δὴ πρὸς αὐτοὺς τὸν πόλεμον καὶ ἐπὶ ταῖς αὐταῖς συνθήκαις παραλαβὼν τὰς πόλεις ἐπὶ Σύεσσαν ᾤχετο. ἐκεῖθεν δὲ τήν τε καταλειφθεῖσαν δύναμιν καὶ τὰ λάφυρα καὶ τὴν ἄλλην ἀποσκευὴν ἀναλαβὼν εἰς 18 Ῥώμην ἀπῄει πλουτοῦσαν τὴν στρατιὰν ἀπάγων. [3] ἐποιήσατο δὲ καὶ μετὰ ταῦτα πολλὰς ἐξόδους ἐπὶ τὴν Οὐολούσκων χώραν τοτὲ μὲν ἁπάσῃ τῇ δυνάμει, τότε δὲ μέρει τινί, καὶ λείας πολλῆς ἐγένετο κύριος. ἤδη δὲ τῶν πλείστων αὐτῷ κατὰ νοῦν χωρούντων πόλεμος ἐκ τῶν ὁμόρων ἀνέστη χρόνῳ τε μακρός: ἔτη γὰρ ἑπτὰ συνεχῶς ἐπολεμήθη: καὶ παθήμασι χαλεποῖς καὶ ἀπροσδοκήτοις μέγας. ἀφ᾽ ὧν δ᾽ αἰτιῶν ἤρξατο καὶ [p. 91] τελευτῆς ὁποίας ἔτυχεν, ἐπειδὴ δολίῳ τ᾽ ἀπάτῃ καὶ στρατηγήματι παραδόξῳ κατειργάσθη, δι᾽ ὀλίγων ἐρῶ.
πόλις ἦν ἐκ τοῦ Λατίνων γένους Ἀλβανῶν ἀπόκτισις ἀπέχουσα τῆς Ῥώμης σταδίους ἑκατὸν ἐπὶ τῆς εἰς Πραίνεστον φερούσης ὁδοῦ κειμένη: Γαβίους αὐτὴν ἐκάλουν: νῦν μὲν οὐκέτι συνοικουμένη πᾶσα, πλὴν ὅσα μέρη πανδοκεύεται κατὰ τὴν δίοδον, τότε δὲ πολυάνθρωπος εἰ καί τις ἄλλη καὶ μεγάλη. τεκμήραιτο δ̓ἄν τις αὐτῆς τὸ μέγεθος καὶ τὴν ἀξίωσιν ἐρείπια θεασάμενος οἰκιῶν πολλαχῇ καὶ τείχους κύκλον, [2] ἔτι γὰρ ἕστηκεν αὐτοῦ τὰ πλεῖστα. εἰς ταύτην συνερρύησαν Πωμεντίνων τε τῶν ἐκ Συέσσης διαφυγόντων τινές, ὅτε τὴν πόλιν αὐτῶν Ταρκύνιος κατελάβετο, καὶ τῶν ἐκ Ῥώμης φυγάδων συχνοί: οὗτοι δεόμενοι καὶ λιπαροῦντες τιμωρῆσαί σφισι τοὺς Γαβίους καὶ πολλὰς ὑπισχνούμενοι δωρεάς, εἰ κατέλθοιεν ἐπὶ τὰ σφέτερα, τήν τε κατάλυσιν τοῦ τυράννου δυνατὴν ἀποφαίνοντες καὶ ῥᾳδίαν, ὡς καὶ τῶν ἐν τῇ πόλει συλληψομένων, ἔπεισαν αὐτοὺς συμπροθυμηθέντων καὶ Οὐολούσκων: ἐπρεσβεύσαντο γὰρ κἀκεῖνοι δεόμενοι συμμαχίας: τὸν κατὰ τοῦ Ταρκυνίου πόλεμον ἀναλαβεῖν. [3] ἐγίνοντο δὴ μετὰ ταῦτα μεγάλοις στρατεύμασιν εἰς τὴν ἀλλήλων γῆν εἰσβολαὶ καὶ καταδρομαὶ μάχαι τε, ὅπερ εἰκός, τοτὲ μὲν ὀλίγοις πρὸς ὀλίγους, τοτὲ δὲ πᾶσι πρὸς πάντας, ἐν αἷς πολλάκις μὲν οἱ Γάβιοι τοὺς Ῥωμαίους τρεψάμενοι μέχρι τῶν τειχῶν [p. 92] καὶ πολλοὺς καταβαλόντες ἀδεῶς τὴν χώραν ἐπόρθουν, πολλάκις δ᾽ οἱ Ῥωμαῖοι τοὺς Γαβίους ὠσάμενοι καὶ κατακλείσαντες εἰς τὴν πόλιν ἀνδράποδα καὶ λείαν αὐτῶν πολλὴν ἀπῆγον.
συνεχῶς δὲ τούτων γινομένων ἠναγκάζοντο ἀμφότεροι τῆς χώρας ὅσα ἦν ἐρυμνὰ τειχίζοντες φρουρὰν ἐν αὐτοῖς καθιστάναι καταφυγῆς τῶν γεωργῶν ἕνεκα: ὅθεν ὁρμώμενοι τά τε λῃστήρια, καὶ εἴ τι ἀποσπασθὲν ἴδοιεν μέρος ὀλίγον ἀπὸ πολλοῦ στρατοῦ καὶ οἷα εἰκὸς ἐν προνομαῖς ἀσύντακτον διὰ καταφρόνησιν, κατιόντες ἀθρόοι διέφθειρον: καὶ τῶν πόλεων ὅσα ἦν ἐπίμαχα καὶ ῥᾴδια ληφθῆναι διὰ κλιμάκων ἐξοικοδομεῖν τε καὶ ἀποταφρεύειν δεδοικότες τὰς αἰφνιδίους ἀλλήλων ἐφόδους. [2] μᾶλλον δ᾽ ὁ Ταρκύνιος περὶ ταῦτ᾽ ἐνεργὸς ἦν καὶ τῆς πόλεως τὰ πρὸς τοὺς Γαβίους φέροντα τοῦ περιβόλου διὰ πολυχειρίας ἐξωχυροῦτο τάφρον ὀρυξάμενος εὐρυτέραν καὶ τεῖχος ἐγείρας ὑψηλότερον καὶ πύργοις διαλαβὼν τὸ χωρίον πυκνοτέροις: κατὰ
τοῦτο γὰρ ἐδόκει μάλιστα τὸ μέρος ἡ πόλις ἀνώχυρος εἶναι, πάντα τὸν ἄλλον περίβολον ἀσφαλὴς ἐπιεικῶς οὖσα καὶ δυσπρόσιτος. [3] ἔμελλε δ᾽, ὃ πάσαις φιλεῖ συμβαίνειν ταῖς πόλεσιν ἐν τοῖς μακροῖς πολέμοις δῃουμένης διὰ τὰς συνεχεῖς τῶν πολεμίων εἰσβολὰς τῆς γῆς καὶ μηκέτι τοὺς καρποὺς ἐκφερούσης, [p. 93] σπάνις ἁπάσης τροφῆς ἐν ἀμφοτέραις ἔσεσθαι καὶ δεινὴ περὶ τοῦ μέλλοντος ἀθυμία: κάκιον δὲ τοὺς Ῥωμαίους ἐπίεζεν ἢ τοὺς Γαβίους ἡ τῶν ἀναγκαίων ἔνδεια, καὶ οἱ πενέστατοι αὐτῶν μάλιστα κάμνοντες ὁμολογίας ᾤοντο δεῖν ποιήσασθαι πρὸς τοὺς Γαβίους καὶ τὸν πόλεμον ἐφ᾽ οἷς ἂν ἐκεῖνοι θέλωσι διαλύσασθαι.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 207