ἡμέρας δὲ γενομένης ὁ μὲν ἐπὶ τὸ στρατόπεδον ἀπῄει πονηρὰν καὶ ὀλέθριον ἐπιθυμίαν ἐκπεπληρωκώς, ἡ δὲ Λουκρητία δεινῶς φέρουσα τὸ συμβεβηκὸς ὡς εἶχε τάχους ἐπιβᾶσα τῆς ἀπήνης εἰς Ῥώμην ᾤχετο, μέλαιναν ἐσθῆτα περιβαλομένη καὶ ξιφίδιόν τι [p. 110] κρύπτουσα ὑπὸ τῇ στολῇ, οὔτε προσαγορεύουσα κατὰ τὰς συναντήσεις οὐδένα τῶν ἀσπαζομένων οὔτ᾽ ἀποκρινομένη τοῖς μαθεῖν βουλομένοις, ὅ τι πέπονθεν, ἀλλὰ σύννους καὶ κατηφὴς καὶ μεστοὺς ἔχουσα τοὺς ὀφθαλμοὺς 21 δακρύων. [2] ὡς δ᾽ εἰς τὴν οἰκίαν εἰσῆλθε τοῦ πατρός: ἔτυχον δὲ συγγενεῖς ὄντες τινὲς παρ᾽ αὐτῷ: τῶν γονάτων αὐτοῦ λαβομένη καὶ περιπεσοῦσα τέως μὲν ἔκλαιε φωνὴν οὐδεμίαν προϊεμένη, ἔπειτ᾽ ἀνιστάντος αὐτὴν τοῦ πατρὸς καὶ τί πέπονθεν ἀξιοῦντος λέγειν: ἱκέτις ἔφη γίνομαί σου πάτερ δεινὴν καὶ ἀνήκεστον ὑπομείνασα ὕβριν, τιμωρῆσαί μοι καὶ μὴ περιιδεῖν τὴν σεαυτοῦ [3] θυγατέρα θανάτου χείρονα παθοῦσαν. θαυμάσαντος δ᾽ αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων καὶ τίς ὕβρικεν αὐτὴν καὶ ποδαπὴν ὕβριν ἀξιοῦντος λέγειν: ἀκούσῃ τὰς ἐμάς, ἔφη, συμφοράς, ὦ πάτερ, οὐκ εἰς μακράν: χάρισαι δέ μοι ταύτην πρῶτον αἰτουμένῃ τὴν χάριν: κάλεσον ὅσους δύνασαι πλείστους φίλους τε καὶ συγγενεῖς, ἵνα παρ᾽ ἐμοῦ τῆς τὰ δεινὰ παθούσης ἀκούσωσι καὶ μὴ παρ᾽ ἑτέρων. ὅταν δὲ μάθῃς τὰς κατασχούσας αἰσχρὰς καὶ δεινὰς ἀνάγκας, βούλευσαι μετ᾽ αὐτῶν, ὅντινα τιμωρήσεις ἐμοί τε καὶ σεαυτῷ τρόπον καὶ μὴ πολὺν ποίει χρόνον τὸν διὰ μέσου.
ταχείᾳ δὲ καὶ κατεσπουδασμένῃ παρακλήσει τῶν ἐπιφανεστάτων ἀνδρῶν εἰς τὴν οἰκίαν συνελθόντων ὥσπερ ἠξίου, λέγει πρὸς αὐτοὺς ἅπαν τὸ πρᾶγμα [p. 111] ἐξ ἀρχῆς ἀναλαβοῦσα. καὶ μετὰ τοῦτ᾽ ἀσπασαμένη τὸν πατέρα καὶ πολλὰς λιτανείας ἐκείνου τε καὶ τῶν σὺν αὐτῷ παρόντων ποιησαμένη θεοῖς τε καὶ δαίμοσιν εὐξαμένη ταχεῖαν αὐτῇ δοῦναι τὴν ἀπαλλαγὴν τοῦ βίου σπᾶται τὸ ξιφίδιον, ὃ κατέκρυπτεν ὑπὸ τοῖς πέπλοις, καὶ μίαν ἐνέγκασα διὰ τῶν στέρνων πληγὴν ἕως τῆς καρδίας ὠθεῖ τὸ ξίφος. [2] κραυγῆς δὲ καὶ θρήνου καὶ τυπετοῦ γυναικείου τὴν οἰκίαν ὅλην κατασχόντος ὁ μὲν πατὴρ περιχυθεὶς τῷ σώματι περιέβαλλε καὶ ἀνεκαλεῖτο καὶ ὡς ἀνοίσουσαν ἐκ τοῦ τραύματος ἐτημελεῖτο, ἡ δ᾽ ἐν ταῖς ἀγκάλαις αὐτοῦ σπαίρουσα καὶ ψυχορραγοῦσα ἀποθνήσκει. τοῖς δὲ παροῦσι Ῥωμαίων οὕτω δεινὸν ἔδοξεν εἶναι καὶ ἐλεεινὸν τὸ πάθος, ὥστε μίαν ἁπάντων γενέσθαι φωνήν, ὡς μυριάκις αὐτοῖς κρεῖττον εἴη τεθνάναι περὶ τῆς ἐλευθερίας ἢ τοιαύτας ὕβρεις ὑπὸ τῶν τυράννων γενομένας περιορᾶν. [3] ἦν δέ τις ἐν αὐτοῖς Πόπλιος Οὐαλέριος ἑνὸς τῶν ἅμα Τατίῳ παραγενομένων εἰς Ῥώμην Σαβίνων ἀπόγονος, δραστήριος ἀνὴρ καὶ φρόνιμος. οὗτος ἐπὶ στρατόπεδον ὑπ᾽ αὐτῶν πέμπεται τῷ τ᾽ ἀνδρὶ τῆς Λουκρητίας τὰ συμβεβηκότα φράσων καὶ σὺν ἐκείνῳ πράξων ἀπόστασιν τοῦ στρατιωτικοῦ πλήθους ἀπὸ τῶν τυράννων. [4] ἄρτι δ᾽ αὐτῷ τὰς πύλας ἐξεληλυθότι συναντᾷ κατὰ δαίμονα παραγινόμενος εἰς τὴν πόλιν ὁ Κολλατῖνος ἀπὸ στρατοπέδου, [p. 112] τῶν κατεσχηκότων τὴν οἰκίαν αὐτοῦ κακῶν οὐδὲν εἰδὼς καὶ σὺν αὐτῷ Λεύκιος Ἰούνιος, ᾧ Βροῦτος ἐπωνύμιον ἦν: εἴη δ᾽ ἂν ἐξερμηνευόμενος ὁ Βροῦτος εἰς τὴν Ἑλληνικὴν διάλεκτον ἠλίθιος: ὑπὲρ οὗ μικρὰ προειπεῖν ἀναγκαῖον, ἐπειδὴ τοῦτον ἀποφαίνουσι Ῥωμαῖοι τῆς καταλύσεως τῶν τυράννων αἰτιώτατον γενέσθαι, τίς τ᾽ ἦν καὶ ἀπὸ τίνων καὶ διὰ τί τῆς ἐπωνυμίας ταύτης ἔτυχεν οὐδὲν αὐτῷ προσηκούσης.
τῷ ἀνδρὶ τούτῳ πατὴρ μὲν ἦν Μάρκος Ἰούνιος ἑνὸς τῶν σὺν Αἰνείᾳ τὴν ἀποικίαν στειλάντων ἀπόγονος, ἐν τοῖς ἐπιφανεστάτοις Ῥωμαίων ἀριθμούμενος δἰ ἀρενήν, μήτηρ δὲ Ταρκυνία τοῦ προτέρου βασιλέως Ταρκυνίου θυγάτηρ: αὐτὸς δὲ τροφῆς τε καὶ παιδείας τῆς ἐπιχωρίου πάσης μετέλαβε καὶ φύσιν 22 εἶχε πρὸς οὐδὲν τῶν καλῶν ἀντιπράττουσαν. [2] ἐπεὶ δὲ Τύλλιον ἀποκτείνας Ταρκύνιος σὺν ἄλλοις ἀνδράσι πολλοῖς καὶ ἀγαθοῖς καὶ τὸν ἐκείνου πατέρα διεχρήσατο ἀφανεῖ θανάτῳ δι᾽ οὐδὲν μὲν ἀδίκημα, τοῦ δὲ πλούτου προαχθεὶς εἰς ἐπιθυμίαν, ὃν ἐκ παλαιᾶς τε καὶ προγονικῆς παραλαβὼν εὐτυχίας ἐκέκτητο, καὶ σὺν αὐτῷ τὸν πρεσβύτερον υἱὸν εὐγενές τι φρόνημα διαφαίνοντα καὶ τὸ μὴ τιμωρῆσαι τῷ θανάτῳ τοῦ πατρὸς οὐκ ἂν ὑπομείναντα, νέος ὢν ὁ Βροῦτος ἔτι καὶ κομιδῇ βοηθείας συγγενικῆς ἔρημος ἔργον ἐπεχείρησε ποιῆσαι πάντων φρονιμώτατον, ἐπίθετον ἑαυτοῦ καταψεύσασθαι μωρίαν: καὶ διέμεινεν ἅπαντα τὸν ἐξ ἐκείνου [p. 113] χρόνον, ἕως οὗ τὸν ἐπιτήδειον ἔδοξε καιρὸν ἔχειν, φυλάττων τὸ προσποίημα τῆς ἀνοίας, ἐξ οὗ ταύτης ἔτυχε τῆς ἐπωνυμίας: τοῦτ᾽ αὐτὸν ἐρρύσατο μηδὲν δεινὸν ὑπὸ τοῦ τυράννου παθεῖν πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν ἀπολλυμένων.
καταφρονήσας γὰρ ὁ Ταρκύνιος τῆς δοκούσης εἶναι περὶ αὐτόν, ἀλλ᾽ οὐ κατ᾽ ἀλήθειαν ὑπαρχούσης μωρίας, ἀφελόμενος ἅπαντα τὰ πατρῷα, μικρὰ δ᾽ εἰς τὸν καθ᾽ ἡμέραν βίον ἐπιχορηγῶν, ὡς παῖδα ὀρφανὸν ἐπιτρόπων ἔτι δεόμενον ἐφύλαττεν ὑφ᾽ ἑαυτῷ διαιτᾶσθαί τε μετὰ τῶν ἰδίων παίδων ἐπέτρεπεν, οὐ διὰ τιμήν, ὡς ἐσκήπτετο πρὸς τοὺς πέλας οἷα δὴ συγγενής, ἀλλ᾽ ἵνα γέλωτ�
� παρέχῃ τοῖς μειρακίοις λέγων τ᾽ ἀνόητα πολλὰ καὶ πράττων ὅμοια τοῖς κατ᾽ ἀλήθειαν ἠλιθίοις. [2] καὶ δὴ καὶ ὅτε τῷ Δελφικῷ μαντείῳ χρησομένους ἀπέστελλε τοὺς δύο τῶν παίδων Ἄρροντα καὶ Τίτον ὑπὲρ τοῦ λοιμοῦ: κατέσκηψε γάρ τις ἐπὶ τῆς ἐκείνου βασιλείας οὐκ εἰωθυῖα νόσος εἰς παρθένους τε καὶ παῖδας, ὑφ᾽ ἧς πολλὰ διεφθάρη σώματα, χαλεπωτάτη δὲ καὶ δυσίατος εἰς τὰς κυούσας γυναῖκας αὐτοῖς βρέφεσιν ἀποκτείνουσα τὰς μητέρας ἐν ταῖς γοναῖς: τήν τ᾽ αἰτίαν τῆς νόσου γνῶναι παρὰ τοῦ θεοῦ καὶ τὴν λύσιν βουλόμενος συνέπεμψε κἀκεῖνον ἅμα τοῖς μειρακίοις δεηθεῖσιν, ἵνα κατασκώπτειν τε καὶ περιυβρίζειν ἔχοιεν. [3] ὡς δὲ παρεγενήθησαν ἐπὶ τὸ μαντεῖον οἱ νεανίσκοι καὶ τοὺς χρησμοὺς ἔλαβον ὑπὲρ ὧν [p. 114] ἐπέμφθησαν, ἀναθήμασι δωρησάμενοι τὸν θεὸν καὶ τοῦ Βρούτου πολλὰ καταγελάσαντες, ὅτι βακτηρίαν ξυλίνην ἀνέθηκε τῷ Ἀπόλλωνι: ὁ δὲ διατρήσας αὐτὴν ὅλην ὥσπερ αὐλὸν χρυσῆν ῥάβδον ἐνέθηκεν οὐδενὸς ἐπισταμένου: μετὰ τοῦτ᾽ ἠρώτων τὸν θεόν, τίνι πέπρωται τὴν Ῥωμαίων ἀρχὴν παραλαβεῖν, ὁ δὲ θεὸς αὐτοῖς ἀνεῖλε, τῷ πρώτῳ τὴν μητέρα φιλήσαντι. [4] οἱ μὲν οὖν νεανίσκοι τοῦ χρησμοῦ τὴν διάνοιαν ἀγνοήσαντες συνέθεντο πρὸς ἀλλήλους ἅμα φιλῆσαι τὴν μητέρα βουλόμενοι κοινῇ τὴν βασιλείαν κατασχεῖν, ὁ δὲ Βροῦτος συνεὶς ὃ βούλεται δηλοῦν ὁ θεός, ἐπειδὴ τάχιστα τῆς Ἰταλίας ἐπέβη, προσκύψας κατεφίλησε τὴν γῆν, ταύτην οἰόμενος ἁπάντων ἀνθρώπων εἶναι μητέρα. τὰ μὲν οὖν προγενόμενα τῷ ἀνδρὶ τούτῳ τοιαῦτ᾽ ἦν.
τότε δ᾽ ὡς ἤκουσε τοῦ Οὐαλερίου τὰ συμβάντα τῇ Λουκρητίᾳ καὶ τὴν ἀναίρεσιν αὐτῆς διηγουμένου τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανὸν εἶπεν: ὦ Ζεῦ καὶ θεοὶ πάντες, ὅσοι τὸν ἀνθρώπινον ἐπισκοπεῖτε βίον, ἆρά γ᾽ ὁ καιρὸς ἐκεῖνος ἥκει νῦν, ὃν ἐγὼ περιμένων ταύτην τοῦ βίου τὴν προσποίησιν ἐφύλαττον; ἆρα πέπρωται Ῥωμαίοις ὑπ᾽ ἐμοῦ καὶ δι᾽ ἐμὲ τῆς ἀφορήτου τυραννίδος ἀπαλλαγῆναι; [2] ταῦτ᾽ εἰπὼν ἐχώρει κατὰ σπουδὴν ἐπὶ τὴν οἰκίαν ἅμα τῷ Κολλατίνῳ τε καὶ Οὐαλερίῳ. ὡς δ᾽ εἰσῆλθεν ὁ μὲν Κολλατῖνος ἰδὼν τὴν Λουκρητίαν ἐν τῷ μέσῳ κειμένην καὶ τὸν πατέρα περικείμενον αὐτῇ μέγα ἀνοιμώξας καὶ περιλαβὼν τὴν [p. 115] νεκρὰν κατεφίλει καὶ ἀνεκαλεῖτο καὶ διελέγετο πρὸς αὐτὴν ὥσπερ ζῶσαν ἔξω τοῦ φρονεῖν γεγονὼς ὑπὸ [3] τοῦ κακοῦ. πολλὰ δ᾽ αὐτοῦ κατολοφυρομένου καὶ τοῦ πατρὸς ἐν μέρει καὶ τῆς οἰκίας ὅλης κλαυθμῷ καὶ θρήνοις κατεχομένης βλέψας εἰς αὐτοὺς ὁ Βροῦτος λέγει: μυρίους ἕξετε καιρούς, ὦ Λουκρήτιε καὶ Κολλατῖνε καὶ πάντες ὑμεῖς οἱ τῇ γυναικὶ προσήκοντες, ἐν οἷς αὐτὴν κλαύσετε, νυνὶ δ᾽ ὡς τιμωρήσομεν αὐτῇ, [4] σκοπῶμεν: τοῦτο γὰρ ὁ παρὼν καιρὸς ἀπαιτεῖ. ἐδόκει ταῦτ᾽ εἰκότα λέγειν, καὶ καθεζόμενοι καθ᾽ ἑαυτοὺς τόν τ᾽ οἰκετικὸν καὶ θητικὸν ὄχλον ἐκποδῶν μεταστήσαντες ἐβουλεύοντο, τί χρὴ πράττειν. πρῶτος δ᾽ ὁ Βροῦτος ἀρξάμενος ὑπὲρ ἑαυτοῦ λέγειν, ὅτι τὴν δοκοῦσαν τοῖς πολλοῖς μωρίαν οὐκ εἶχεν ἀληθινήν, ἀλλ᾽ ἐπίθετον, καὶ τὰς αἰτίας εἰπών, δι᾽ ἃς τὸ προσποίημα τοῦθ᾽ ὑπέμεινε, καὶ δόξας ἁπάντων ἀνθρώπων εἶναι φρονιμώτατος, μετὰ τοῦτ᾽ ἔπειθεν αὐτοὺς τὴν αὐτὴν γνώμην ἅπαντας λαβόντας ἐξελάσαι Ταρκύνιόν τε καὶ τοὺς παῖδας ἐκ τῆς πόλεως, πολλὰ καὶ ἐπαγωγὰ εἰς τοῦτο διαλεχθείς. ἐπεὶ δὲ πάντας εἶδεν ἐπὶ τῆς αὐτῆς γνώμης ὄντας οὐ λόγων ἔφη δεῖν οὐδ᾽ ὑποσχέσεων, ἀλλ᾽ ἔργων, εἴ τι τῶν δεόντων μέλλει γενήσεσθαι: ἄρξειν δὲ τούτων αὐτὸς ἔφη. [5] ταῦτ᾽ εἰπὼν καὶ λαβὼν τὸ ξιφίδιον, ᾧ διεχρήσατο ἑαυτὴν ἡ γυνή, καὶ τῷ πτώματι προσελθὼν αὐτῆς: ἔτι γὰρ ἔκειτο ἐν φανερῷ θέαμα οἴκτιστον: ὤμοσε τόν τ᾽ Ἄρη καὶ τοὺς ἄλλους θεοὺς πᾶν ὅσον [p. 116] δύναται πράξειν ἐπὶ καταλύσει τῆς Ταρκυνίων δυναστείας, καὶ οὔτ᾽ αὐτὸς διαλλαγήσεσθαι πρὸς τοὺς τυράννους οὔτε τοῖς διαλλαττομένοις ἐπιτρέψειν, ἀλλ᾽ ἐχθρὸν ἡγήσεσθαι τὸν μὴ ταὐτὰ βουλόμενον καὶ μέχρι θανάτου τῇ τυραννίδι καὶ τοῖς συναγωνιζομένοις αὐτῇ διεχθρεύσειν. εἰ δὲ παραβαίη τὸν ὅρκον τοιαύτην αὑτῷ τελευτὴν ἠράσατο τοῦ βίου γενέσθαι καὶ τοῖς αὑτοῦ παισίν, οἵας ἔτυχεν ἡ γυνή.
ταῦτ᾽ εἰπὼν ἐκάλει καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὸν αὐτὸν ὅρκον: οἱ δ᾽ οὐδὲν ἔτι ἐνδοιάσαντες ἀνίσταντο καὶ τὸ ξίφος δεχόμενοι παρ᾽ ἀλλήλων ὤμνυον. γενομένων δὲ τῶν ὁρκωμοσιῶν μετὰ τοῦτ᾽ εὐθὺς ἐζήτουν, τίς ὁ τῆς ἐπιχειρήσεως ἔσται τρόπος. καὶ ὁ Βροῦτος αὐτοῖς ὑποτίθεται τοιάδε: πρῶτον μὲν διὰ φυλακῆς τὰς πύλας ἔχωμεν, ἵνα μηδὲν τῶν ἐν τῇ πόλει λεγομένων τε καὶ πραττομένων κατὰ τῆς τυραννίδος αἴσθηται Ταρκύνιος, πρὶν ἢ τὰ παρ᾽ ἡμῶν εὐτρεπῆ [2] γενέσθαι. ἔπειτα κομίσαντες τὸ σῶμα τῆς γυναικὸς ὡς ἔστιν αἵματι πεφυρμένον εἰς τὴν ἀγορὰν καὶ προθέντες ἐν φανερῷ συγκαλῶμεν τὸν δῆμον εἰς ἐκκλησίαν. ὅταν δὲ συνέλθῃ καὶ πλήθουσαν ἴδωμεν τὴν ἀγοράν, προελθὼν Λουκρήτιός τε καὶ Κολλατῖνος ἀποδυράσθωσαν τὰς ἑαυτῶν τύχας ἅπαντα τὰ γενόμενα φράσαντες. [3] ἔπειτα τῶν ἄλλων ἕκαστος παριὼν κατηγορείτω τῆς τυραννίδος καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν [p. 117] παρακαλείτω. ἔσται δὲ πᾶσι Ῥωμαί
οις κατ᾽ εὐχήν, ἐὰν ἴδωσιν ἡμᾶς τοὺς πατρικίους ἄρχοντας τῆς ἐλευθερίας: πολλὰ γὰρ καὶ δεινὰ πεπόνθασιν ὑπὸ τοῦ τυράννου καὶ μικρᾶς ἀφορμῆς δέονται. ὅταν δὲ λάβωμεν τὸ πλῆθος ὡρμημένον καταλῦσαι τὴν μοναρχίαν ψῆφόν τ᾽ αὐτοῖς ἀναδῶμεν ὑπὲρ τοῦ μηκέτι Ῥωμαίων Ταρκύνιον ἄρξειν καὶ τὸ περὶ τούτων δόγμα πρὸς τοὺς ἐπὶ στρατοπέδου διαπεμψώμεθα ἐν τάχει. [4] καὶ γὰρ οἱ τὰ ὅπλα ἔχοντες, εἰ μάθοιεν, ὅτι τὰ ἐν τῇ πόλει πάντα τοῖς τυράννοις ἐστὶν ἀλλότρια, πρόθυμοι περὶ τὴν τῆς πατρίδος ἐλευθερίαν γενήσονται οὔτε δωρεαῖς ἔτι κατεχόμενοι ὡς πρότερον οὔτε τὰς ὕβρεις τῶν Ταρκυνίου παίδων τε καὶ κολάκων φέρειν δυνάμενοι. [5] ταῦτα λέξαντος αὐτοῦ παραλαβὼν τὸν λόγον Οὐαλέριος, Τὰ μὲν ἄλλα, ἔφησεν, ὀρθῶς ἐπιλογίζεσθαί μοι δοκεῖς, Ἰούνιε: περὶ δὲ τῆς ἐκκλησίας ἔτι βούλομαι μαθεῖν, τίς ὁ καλέσων ἔσται αὐτὴν κατὰ νόμους καὶ τὴν ψῆφον ἀναδώσων ταῖς φράτραις. ἄρχοντι γὰρ ἀποδέδοται τοῦτο πράττειν: ἡμῶν δ᾽ οὐδεὶς οὐδεμίαν ἀρχὴν ἔχει. ὁ δ᾽ ὑπολαβών: ἐγώ, φησίν, ὦ Οὐαλέριε. [6] τῶν γὰρ Κελερίων ἄρχων εἰμί, καὶ ἀποδέδοταί μοι κατὰ νόμους ἐκκλησίαν, ὅτε βουλοίμην, συγκαλεῖν. ἔδωκε δέ μοι τὴν ἀρχὴν ταύτην ὁ τύραννος μεγίστην οὖσαν ὡς ἠλιθίῳ καὶ οὔτ᾽ εἰσομένῳ τὴν δύναμιν αὐτῆς οὔτ᾽, εἰ γνοίην, χρησομένῳ: καὶ τὸν κατὰ τοῦ τυράννου λόγον πρῶτος ἐγὼ διαθήσομαι. [p. 118]
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 210