Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 228
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 228

by Dionysius of Halicarnassus


  BOOK VI

  οἱ δ᾽ ἐν τῷ κατόπιν ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν παραλαβόντες, Αὖλος Σεμπρώνιος Ἀτρατῖνος καὶ Μάρκος Μηνύκιος, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἱππάρχου, ἄλλο μὲν οὐδὲν οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἱστορίας ἄξιον ἐπὶ τῆς ἑαυτῶν ἀρχῆς ἔπραξαν: αἵ τε γὰρ πρὸς Λατίνους ἀνοχαὶ πολλὴν αὐτοῖς ἀπὸ τῶν ἔξωθεν πολέμων παρέσχον εἰρήνην ἥ τε τῆς ἀναπράξεως τῶν δανείων κώλυσις, ἣν ἐψηφίσατο ἡ βουλή, τέως ἂν ὁ προσδοκώμενος πόλεμος εἰς ἀσφαλὲς ἔλθῃ τέλος, ἔπαυσε τοὺς ἐντὸς τείχους νεωτερισμούς, οὓς ἐποιοῦντο οἱ πένητες ἀφεῖσθαι τῶν χρεῶν ἀξιοῦντες δημοσίᾳ: [2] δόγμα δὲ βουλῆς ἐκύρωσαν ἐπιεικέστατον, Λατίνοις ἀνδράσιν εἴ τινες ἔτυχον [p. 260] ἐκ τοῦ Ῥωμαίων ἔθνους συνοικοῦσαι γυναῖκες ἢ Ῥωμαίοις Λατῖναι, ἑαυτῶν εἶναι κυρίας, ἐάν τε μένειν θέλωσι παρὰ τοῖς γεγαμηκόσιν ἐάν τε μή, εἰς τὰς πατρίδας ἀναστρέφειν: τῶν δ᾽ ἐκγόνων τὰ μὲν ἄρρενα παρὰ τοῖς πατράσι μένειν, τὰς δὲ θηλείας καὶ ἔτι ἀγάμους ταῖς μητράσιν ἕπεσθαι: ἐτύγχανον δὲ πολλαὶ πάνυ γυναῖκες εἰς τὰς ἀλλήλων πόλεις ἐκδεδομέναι καὶ διὰ τὸ συγγενὲς καὶ διὰ φιλίαν, οἳ τυχοῦσαι τῆς ἐκ τοῦ ψηφίσματος ἀδείας ἐδήλωσαν ὅσην εἶχον ἐπιθυμίαν 1 τῆς ἐν Ῥώμῃ διαίτης. [3] αἵ τε γὰρ ἐν ταῖς Λατίνων πόλεσι Ῥωμαῖαι μικροῦ δεῖν πᾶσαι καταλιποῦσαι τοὺς ἄνδρας ὡς τοὺς πατέρας ἀνέστρεψαν, αἵ τε Ῥωμαίοις ἐκδεδομέναι Λατίνων πλὴν δυεῖν, αἱ λοιπαὶ τῶν πατρίδων ὑπεριδοῦσαι παρὰ τοῖς γεγαμηκόσιν ἔμειναν: οἰωνὸς εὐτυχὴς τῆς μελλούσης πόλεως ἐπικρατήσειν τῷ πολέμῳ. [4] ἐπὶ τούτων φασὶ τῶν ὑπάτων τὸν νεὼν καθιερωθῆναι τῷ Κρόνῳ κατὰ τὴν ἄνοδον τὴν εἰς τὸ Καπετώλιον φέρουσαν ἐκ τῆς ἀγορᾶς, καὶ δημοτελεῖς ἀναδειχθῆναι τῷ θεῷ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἑορτάς τε καὶ θυσίας. τὰ δὲ πρὸ τούτων βωμὸν αὐτόθι καθιδρύσθαι λέγουσι τὸν ὑφ᾽ Ἡρακλέους κατεσκευασμένον, ἐφ᾽ οὗ τὰς ἐμπύρους ἀπαρχὰς ἔθυον Ἑλληνικοῖς ἔθεσιν οἱ τὰ ἱερὰ παρ᾽ ἐκείνου παραλαβόντες: τὴν δ᾽ ἀρχὴν τῆς ἱδρύσεως τοῦ ναοῦ τινὲς μὲν ἱστοροῦσι λαβεῖν [p. 261] Τῖτον Λάρκιον τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ, οἱ δὲ καὶ βασιλέα Ταρκύνιον τὸν ἐκπεσόντα τῆς ἀρχῆς: τὴν δὲ καθιέρωσιν τοῦ ναοῦ λαβεῖν Πόστομον Κομίνιον κατὰ ψήφισμα βουλῆς. τούτοις μὲν δὴ τοῖς ὑπάτοις εἰρήνης ὥσπερ ἔφην βαθείας ἐξεγένετο ἀπολαῦσαι.

  μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ἀρχὴν Αὖλος Ποστόμιος καὶ Τῖτος Οὐεργίνιος, ἐφ᾽ ὧν αἱ μὲν ἐνιαύσιοι ἀνοχαὶ πρὸς Λατίνους διελέλυντο, παρασκευαὶ δὲ πρὸς τὸν πόλεμον ὑφ᾽ ἑκατέρων ἐγίνοντο μεγάλαι. ἦν δὲ τὸ μὲν Ῥωμαίων πλῆθος ἅπαν ἑκούσιον καὶ σὺν πολλῇ προθυμίᾳ χωροῦν ἐπὶ τὸν ἀγῶνα: τοῦ δὲ Λατίνων τὸ πλέον ἀπρόθυμον καὶ ὑπ᾽ ἀνάγκης κατειργόμενον, τῶν μὲν δυναστευόντων ἐν ταῖς πόλεσιν ὀλίγου δεῖν πάντων δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑπὸ Ταρκυνίου τε καὶ Μαμιλίου διεφθαρμένων, τῶν δὲ δημοτικῶν, ὅσοις οὐκ ἦν βουλομένοις ὁ πόλεμος, ἀπελαυνομένων ἀπὸ τῆς περὶ τῶν κοινῶν φροντίδος: [2] οὐδὲ γὰρ λόγος ἔτι τοῖς βουλομένοις ἀπεδίδοτο. ἠναγκάζοντο δὴ χαλεπαίνοντες ἐπὶ τούτῳ συχνοὶ καταλιπεῖν τὰς πόλεις καὶ πρὸς τοὺς Ῥωμαίους αὐτομολεῖν: κωλύειν γὰρ οὐκ ἠξίουν οἱ δι᾽ ἑαυτῶν πεποιημένοι τὰς πόλεις, ἀλλὰ πολλὴν τοῖς διαφόροις, τῆς ἑκουσίου φυγῆς χάριν ᾔδεσαν. ὑποδεχόμενοι δ᾽ αὐτοὺς οἱ Ῥωμαῖοι τοὺς μὲν ἅμα γυναιξὶ καὶ τέκνοις ἀφικνουμένους εἰς τὰς ἐντὸς τείχους κατέταττον στρατιὰς τοῖς πολιτικοῖς ἐγκαταμιγνύντες λόχοις, τοὺς δὲ λοιποὺς εἰς τὰ περὶ τὴν πόλιν ἀποστέλλοντες φρούρια καὶ ταῖς ἀποικίαις [p. 262] ἀπομερίζοντες, ἵνα μή τι νεωτερίσειαν, εἶχον ἐν φυλακῇ. [3] ἁπάντων δὲ τὴν αὐτὴν γνώμην λαβόντων, ὅτι μιᾶς δεῖ πάλιν τοῖς πράγμασιν ἐφειμένης ἅπαντα διοικεῖν κατὰ τὸν αὑτῆς λογισμὸν ἀνυπευθύνου ἀρχῆς, δικτάτωρ ἀποδείκνυται τῶν ὑπάτων ὁ νεώτερος Αὖλος Ποστόμιος ὑπὸ τοῦ συνάρχοντος Οὐεργινίου: ἱππάρχην δ᾽ αὐτὸς ἑαυτῷ προσείλετο κατὰ τὸν αὐτὸν τρόπον τῷ προτέρῳ δικτάτορι Τῖτον Αἰβούτιον Ἔλβαν: καὶ καταγράψας ἐν ὀλίγῳ χρόνῳ τοὺς ἐν ἥβῃ Ῥωμαίους ἅπαντας καὶ διελὼν εἰς τέτταρα μέρη τὴν δύναμιν, μιᾶς μὲν αὐτὸς ἡγεῖτο μοίρας, ἑτέρας δὲ τὸν συνύπατον Οὐεργίνιον ἔταξεν ἄρχειν, τῆς δὲ τρίτης Αἰβούτιον τὸν ἱππάρχην, ἐπὶ δὲ τῆς τετάρτης κατέλιπεν ἔπαρχον Αὖλον Σεμπρώνιον, ᾧ τὴν πόλιν φυλάττειν ἐπέτρεψεν.

  παρεσκευασμένῳ δ᾽ αὐτῷ πάντα τἀπιτήδεια πρὸς τὸν πόλεμον ἧκον ἀγγέλλοντες οἱ σκοποὶ πανστρατιᾷ Λατίνους ἐξεληλυθότας: καὶ αὖθις ἕτεροι δηλοῦντες ἐξ ἐφόδου τι καταληφθῆναι πρὸς αὐτῶν χωρίον ἐχυρὸν Κορβιῶνα καλούμενον, ἐν ᾧ φρουρά τις ἦν Ῥωμαίων ἐνοικουροῦσα ὀλίγη: ἣν ἅπασαν διαφθείραντες καὶ τὸ χωρίον αὐτὸ κατασχόντες ὁρμητήριον ἐποιοῦντο τοῦ πολέμου: ἀνδράποδα δὲ καὶ βοσκήματα οὐ κατελάμβανον ἐν τοῖς ἀγροῖς χωρὶς τῶν ἐν τῷ Κορβιῶνι ἐγκαταληφθέντων, προανεσκευασμένων πρὸ πολλοῦ [p. 263] τῶν γεωργῶν εἰς τὰ προσεχέστατα τῶν ἐρυμάτων, ὅσα δύναμις ἦν ἑκάστοις φέρειν τε καὶ ἄγειν:
οἰκίας δ᾽ αὐτῶν ἐνεπίμπρασαν ἐρήμους ἀφειμένας καὶ γῆν ἐδῄουν. [2] ἀφίκετο δ᾽ αὐτοῖς ἐξεστρατευμένοις ἤδη ἐξ Ἀντίου πόλεως ἐπιφανεστάτης τοῦ Οὐολούσκων ἔθνους στρατιά τε ἱκανὴ καὶ ὅπλα καὶ σῖτος καὶ ὅσων ἄλλων εἰς τὸν πόλεμον ἐδέοντο. ἐφ᾽ οἷς πάνυ θαρρήσαντες ἐν ἐλπίσι χρησταῖς ἦσαν, ὡς καὶ τῶν ἄλλων Οὐολούσκων συναρουμένων σφίσι τοῦ πολέμου τῆς Ἀντιατῶν πόλεως ἀρξαμένης. [3] ταῦτα μαθὼν ὁ Ποστόμιος ἐξεβοήθει διὰ ταχέων πρὶν ἢ συνελθεῖν τοὺς πολεμίους ἅπαντας: ἀγαγὼν δ᾽ ἐν νυκτὶ τὴν σὺν αὑτῷ στρατιὰν πορείᾳ συντόνῳ πλησίον γίνεται τῶν Λατίνων ἐστρατοπεδευκότων παρὰ λίμνῃ Ῥηγίλλῃ καλουμένῃ ἐν ἐχυρῷ χωρίῳ καὶ τίθεται τὸν χάρακα κατὰ κεφαλῆς τῶν πολεμίων ἐν ὑψηλῷ λόφῳ καὶ δυσβάτῳ, ἔνθ᾽ ὑπομένων πολλὰ πλεονεκτήσειν ἔμελλεν.

  οἱ δὲ τῶν Λατίνων ἡγεμόνες, Ὀκταούιός τε ὁ Τυσκλανὸς ὁ Ταρκυνίου τοῦ βασιλέως γαμβρός, ὡς δέ τινες γράφουσιν, υἱὸς τοῦ γαμβροῦ, καὶ Σέξτος Ταρκύνιος: ἐτύγχανον γὰρ δὴ τηνικαῦτα χωρὶς ἀλλήλων ἐστρατοπεδευκότες: εἰς ἓν συνάγουσι τὰς δυνάμεις χωρίον καὶ παραλαβόντες τοὺς χιλιάρχους τε καὶ λοχαγοὺς ἐσκόπουν, ὅστις ἔσται τρόπος τοῦ πολέμου: [2] καὶ [p. 264] πολλαὶ γνῶμαι ἐλέχθησαν. οἱ μὲν γὰρ ἐξ ἐφόδου χωρεῖν ἠξίουν ἐπὶ τοὺς ἅμα τῷ δικτάτορι καταλαβομένους τὸ ὄρος, ἕως ἔτι ἦσαν αὐτοῖς φοβεροί, οὐκ ἀσφαλείας σημεῖον εἶναι νομίζοντες τὴν τῶν ἐχυρῶν κατάληψιν, ἀλλὰ δειλίας: οἱ δὲ τοὺς μὲν ἀποταφρεύσαντας ὀλίγῃ τινὶ κατείργειν φυλακῇ, τὴν δ᾽ ἄλλην δύναμιν ἀναλαβόντας ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς ῥᾳδίαν ἁλῶναι τῆς κρατίστης νεότητος ἐξεληλυθυίας: οἱ δὲ τὰς Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων βοηθείας ἀναμένειν συνεβούλευον τὰ ἀσφαλέστερα πρὸ τῶν θρασυτέρων αἱρουμένους: Ῥωμαίους μὲν γὰρ οὐθὲν ἀπολαύσειν ἐκ τῆς τριβῆς τοῦ χρόνου, ἑαυτοῖς δὲ βραδυνόμενα κρείττω γενήσεσθαι τὰ πράγματα. [3] ἔτι δ᾽ αὐτῶν βουλευομένων ἧκεν ἐκ Ῥώμης ὁ ἕτερος τῶν ὑπάτων Τῖτος Οὐεργίνιος ἔχων τὴν σὺν ἑαυτῷ δύναμιν αἰφνίδιος ἐν τῇ κατόπιν νυκτὶ τὴν ὁδὸν διανύσας καὶ στρατοπεδεύεται δίχα τοῦ δικτάτορος ἐφ᾽ ἑτέρας ῥάχεως ὀρεινῆς πάνυ καὶ ἐχυρᾶς: ὥστ᾽ ἀμφοτέρωθεν ἀποκεκλεῖσθαι τοὺς Λατίνους τῶν ἐπὶ τὴν πολεμίαν ἐξόδων, τοῦ μὲν ὑπάτου τῶν ἀριστερῶν προκαθημένου μερῶν, τοῦ δὲ δικτάτορος τῶν δεξιῶν. [4] ἔτι δὲ πλείονος ταραχῆς κατασχούσης τοὺς οὐδὲν πλεῖον τῶν ἀσφαλῶν προελομένους ἡγεμόνας καὶ δέους, μὴ τὰ οἰκεῖα οὐ πολλὰ ὄντα δαπανᾶν ἀναγκάζωνται βραδύνοντες, μαθὼν ὁ Ποστόμιος, ὅσον ἦν ἐν αὐτοῖς τὸ ἄπειρον στρατηγίας, πέμπει τὸν ἱππάρχην [p. 265] Τῖτον Αἰβούτιον ἄγοντα τοὺς ἀκμαιοτάτους ἱππεῖς τε καὶ ψιλούς, καταλαβέσθαι κελεύσας ὄρος τι καλῶς ἐν παρόδῳ κείμενον ταῖς παρακομιζομέναις Λατίνοις ἀγοραῖς οἴκοθεν: καὶ φθάνει πρὶν αἰσθέσθαι τοὺς πολεμίους ἡ σὺν τῷ ἱππάρχῃ πεμφθεῖσα δύναμις νύκτωρ παρενεχθεῖσα καὶ δι᾽ ὕλης ἀτριβοῦς διελθοῦσα καὶ γενομένη ἐγκρατὴς τοῦ λόφου.

  μαθόντες δ᾽ οἱ στρατηγοὶ τῶν πολεμίων καταλαμβανόμενα καὶ τὰ κατὰ νώτου σφῶν ἐρυμνὰ καὶ οὐδὲ περὶ τῆς οἴκοθεν ἀγορᾶς χρηστὰς ἔτι ἐλπίδας ἔχοντες ὡς ἀσφαλῶς σφίσι παρακομισθησομένης, ἀπαράξαι τοὺς Ῥωμαίους ἔγνωσαν ἀπὸ τοῦ λόφου, πρὶν ἢ χάρακι καὶ τάφρῳ κρατύνασθαι. [2] ἀναλαβὼν δὲ τὴν ἵππον ἅτερος αὐτῶν Σέξτος ἤλαυνεν ἀνὰ κράτος αὐτήν, ὡς οὐ δεξομένης αὐτὸν τῆς Ῥωμαϊκῆς ἵππου. γενναίως δὲ τῶν Ῥωμαίων ἱππέων τοὺς ἐπιόντας ὑπομεινάντων μέχρι μέν τινος ἀντεῖχεν ὑποστρέφων τε καὶ αὖθις ἐπάγων: ἐπεὶ δ᾽ ἥ τε φύσις τοῦ χωρίου τοῖς μὲν ἤδη κρατοῦσι τῶν ἄκρων μεγάλα πλεονεκτήματα παρεῖχε, τοῖς δὲ κάτωθεν ἐπιοῦσιν οὐδὲν ὅ τι μὴ πολλὰς πάνυ πληγὰς καὶ πόνους ἀνηνύτους ἔφερε, καὶ αὖθις ἑτέρα παρῆν δύναμις τοῖς Ῥωμαίοις ἐπιλέκτων ἀνδρῶν ἐκ τῆς πεζικῆς φάλαγγος ἐπίκουρος, ἣν ὁ Ποστόμιος κατὰ πόδας ἀπέστειλεν, οὐδὲν ἔτι πράττειν δυνάμενος ἀπῆγε τὴν ἵππον ἐπὶ τὸν χάρακα: καὶ οἱ Ῥωμαῖοι βεβαίως κρατοῦντες τὸ χωρίον προφανῶς κρατύνονται τὴν φυλακήν. [3] μετὰ τοῦτο τὸ [p. 266] ἔργον τοῖς περὶ Μαμίλιον καὶ Σέξτον ἐδόκει μὴ πολὺν διὰ μέσου ποιεῖν τὸν χρόνον, ἀλλ᾽ ὀξείᾳ κρῖναι τὰ πράγματα μάχῃ. τῷ δὲ δικτάτορι τῶν Ῥωμαίων καταρχὰς οὕτως ἔχοντι προαιρέσεως, ὡς ἀμαχητὶ καταλύσεσθαι τὸν πόλεμον καὶ παντὸς μάλιστα διὰ τὴν ἀπειρίαν τῶν ἀντιστρατήγων τοῦτο ποιήσειν ἐλπίσαντι, τότ᾽ ἐφάνη χωρεῖν ἐπὶ τὸν ἀγῶνα. ἑάλωσαν γάρ τινες ὑπὸ τῶν φρουρούντων τὰς ὁδοὺς ἱππέων ἄγγελοι γράμματα φέροντες παρ᾽ Οὐολούσκων πρὸς τοὺς στρατηγοὺς τῶν Λατίνων δηλοῦντα, ὅτι πολλαὶ δυνάμεις αὐτοῖς ἐπὶ συμμαχίαν ἥξουσιν εἰς ἡμέραν τρίτην μάλιστα καὶ αὖθις ἕτεραι παρ᾽ Ἑρνίκων. [4] τὰ μὲν δὴ παρασχόντα τοῖς ἡγεμόσιν αὐτῶν ταχεῖαν παρατάξεως ἀνάγκην τέως οὐ προαιρουμένοις ταῦτ᾽ ἦν. ἐπειδὴ δὲ τὰ σημεῖα ἤρθη παρ᾽ ἑκατέρων τῆς μάχης, προῄεσαν εἰς τὸ μεταξὺ χωρίον ἀμφότεροι καὶ ἐξέτασσον τὰς δυνάμεις κατὰ τάδε: Σέξτος μὲν Ταρκύνιος ἐπὶ τοῦ λαιοῦ τῶν Λατίνων ἐτάχθη κέρατος, Ὀκταούιος δὲ Μαμίλιος ἐπὶ τοῦ δεξιοῦ, τὴν δὲ κατὰ μέσον στ
άσιν εἶχεν ὁ ἕτερος τῶν Ταρκυνίου παίδων Τῖτος, ἔνθα καὶ Ῥωμαίων οἵ τε αὐτόμολοι καὶ οἱ φυγάδες ἐτάχθησαν. ἡ δ᾽ ἵππος ἅπασα τριχῇ διαιρεθεῖσα τοῖς κέρασιν ἀμφοτέροις προσενεμήθη καὶ τοῖς κατὰ μέσην τεταγμένοις [5] τὴν φάλαγγα. τῆς δὲ Ῥωμαίων στρατιᾶς τὸ μὲν ἀριστερὸν κέρας εἶχεν ὁ ἱππάρχης Τῖτος Αἰβούτιος ἐναντίος [p. 267] Ὀκταουΐῳ Μαμιλίῳ, τὸ δὲ δεξιὸν Τῖτος Οὐεργίνιος ὁ ὕπατος Σέξτῳ Ταρκυνίῳ στάσιν ἐναντίαν ἐπέχων: τὰ δὲ μέσα τῆς φάλαγγος αὐτὸς ὁ δικτάτωρ Ποστόμιος ἐξεπλήρου Τίτῳ Ταρκυνίῳ καὶ τοῖς περὶ αὐτὸν φυγάσι χωρήσων ὁμόσε: πλῆθος δὲ τῆς συνελθούσης δυνάμεως εἰς τὴν παράταξιν ἀφ᾽ ἑκατέρου στρατεύματος ἦν Ῥωμαίων μὲν ἐπὶ δισμυρίοις τε καὶ τετρακισχιλίοις πεζοὶ τριακοσίων δέοντες, χίλιοι δ᾽ ἱππεῖς: Λατίνων δὲ σὺν τοῖς συμμάχοις τετρακισμύριοι μάλιστα πεζοὶ καὶ τρισχίλιοι ἱππεῖς.

 

‹ Prev