Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 240
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 240

by Dionysius of Halicarnassus


  ταῦτ᾽ εἰπόντες διέλυσαν τὸν σύλλογον: ταῖς δ᾽ ἑξῆς ἡμέραις παραγγεῖλαι κελεύσαντες ἅπασι τοῖς κατὰ τοὺς ἀγροὺς καὶ τὰ φρούρια παρεῖναι καὶ τῇ βουλῇ προαγορεύσαντες ἥκειν εἰς τὴν αὐτὴν ἡμέραν, ἐπειδὴ κατέμαθον ὄχλου μεστὴν οὖσαν τὴν πόλιν [p. 362] καὶ τὰς γνώμας τῶν πατρικίων ἐξηττωμένας τῶν δεήσεων, ἃς ἐποιοῦντο σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πατέρες τε καὶ παιδία νήπια τῶν ἀποστατῶν, τῇ κυρίᾳ τῶν ἡμερῶν ἐξῄεσαν ἐπὶ τὴν ἀγορὰν στενοχωρουμένην ἐκ [2] 8 πολλῆς ἔτι νυκτὸς ἅπασαν ὄχλῳ παντοδαπῷ. καὶ παρελθόντες ἐπὶ τὸ ἱερὸν τοῦ Ἡφαίστου, ἔνθα ἦν ἔθος αὐτοῖς τὰς ἐκκλησίας ἐπιτελεῖν, πρῶτον μὲν ἐπῄνεσαν τὸν δῆμον ἐπὶ τῇ σπουδῇ καὶ προθυμίᾳ τῆς κατὰ πλῆθος ἀφίξεως: ἔπειτα παρεκάλεσαν ἐκδέχεσθαι μεθ᾽ ἡσυχίας, ἕως ἂν γένηται τὸ προβούλευμα τῆς βουλῆς: τοῖς δ᾽ οἰκείοις τῶν ἀποστατῶν ἀγαθὰς παρῄνουν ἐλπίδας ἔχειν, ὡς οὐ διὰ μακροῦ κομιουμένοις τὰ φίλτατα, καὶ μετὰ τοῦτο παρελθόντες εἰς τὸ συνέδριον αὐτοί τε διελέχθησαν ἐπιεικεῖς καὶ μετρίους λόγους, καὶ τοὺς ἄλλους ἠξίουν χρηστὰς καὶ φιλανθρώπους ἀποδείκνυσθαι γνώμας. πρῶτον δὲ τῶν ἄλλων ἐκάλουν τὸν Μενήνιον: ὃς ἀναστὰς τοῖς αὐτοῖς ἐχρήσατο λόγοις οἷς καὶ πρότερον ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρακαλῶν καὶ γνώμην ἀπεφήνατο τὴν αὐτὴν ἀξιῶν πρεσβείαν ἀποστέλλειν πρὸς τοὺς ἀφεστηκότας διὰ ταχέων αὐτοκράτορα τῶν διαλλαγῶν.

  μετὰ τοῦτον ἀνίσταντο καλούμενοι καθ᾽ ἡλικίαν οἱ τὴν ὑπατικὴν ἐσχηκότες ἀρχήν, οἷς ἅπασιν ἐδόκει τῇ Μενηνίου χρῆσθαι γνώμῃ, τέως καθῆκεν ὁ λόγος εἰς τὸν Ἄππιον. ὁ δ᾽ ἀναστάς, ὁρῶ μέν, ἔφησεν, ὅτι καὶ τοῖς ὑπάτοις ἐστὶ κεχαρισμένον, ὦ βουλή, καὶ τοῖς ἄλλοις ὑμῖν ὀλίγου δεῖν πᾶσι κατάγειν τὸν δῆμον, ἐφ᾽ οἷς ἂν αὐτὸς ἀξιοῖ: καὶ μόνος ἐξ ἁπάντων [p. 363] ἐγὼ λείπομαι τῶν ἐναντιωθέντων πρὸς τὰς διαλύσεις ἐκείνοις τ᾽ ἀπεχθὴς διαμένων καὶ ὑμῖν οὐδὲν ἔτι χρήσιμος ὤν. [2] οὐ μὴν διὰ ταῦτά γ᾽ ἀποστήσομαι τῶν ἐξ ἀρχῆς ἐγνωσμένων οὐδὲ καταλείψω τὴν τάξιν τῆς πολιτείας ἑκών. ὅσῳ δ᾽ ἂν ἐρημότερος γένωμαι τῶν τὰ αὐτά μοι προελομένων, τοσούτῳ τιμιώτερος ὑμῖν ἔσομαί ποτ᾽ ἐν χρόνῳ, καὶ περιέσται μοι ζῶντι μὲν ἔπαινος, τελευτήσαντι δ᾽ ἡ παρὰ τῶν ἐπιγινομένων μνήμη. εἴη μὲν οὖν, ὦ Καπετώλιε Ζεῦ καὶ θεοὶ πόλεως ἐπίσκοποι τῆς ἡμετέρας ἥρωές τε καὶ δαίμονες, ὅσοι γῆν τὴν Ῥωμαίων ἐφορᾶτε, καλὴ καὶ συμφέρουσα πᾶσιν ἡ τῶν φυγάδων κάθοδος, καὶ ψευσθείην ἐγὼ τῶν ἐλπίδων, [3] ἃς ὑπὲρ τοῦ μέλλοντος ἔχω χρόνου. ἐὰν δέ τι δεινὸν ἐκ τούτων καταλάβῃ τῶν βουλευμάτων τὴν πόλιν: ἔσται δὲ τοῦτο φανερὸν οὐκ εἰς μακράν: τούτοις μὲν ταχεῖαν ἐπανόρθωσιν αὐτοὶ δοίητε καὶ σωτηρίαν τοῖς πράγμασιν ἀσφαλῆ, ἐμοὶ δ᾽, ὃς οὔτ᾽ ἐν ἄλλῳ καιρῷ πώποτε τὰ ἥδιστα εἱλόμην λέγειν ἀντὶ τῶν ὠφελιμωτάτων οὔτε νῦν προδίδωμι τὸ κοινὸν ἰδίαν καταπραττόμενος ἀσφάλειαν, [4] εὐμενεῖς εἴητε καὶ μειλίχιοι. θεοῖς μὲν δὴ ταῦτα εὔχομαι, λόγων γὰρ οὐδὲν ἔτι δεῖ: γνώμην δ᾽, ἣν καὶ πρότερον ἀποφαίνομαι, τοὺς μὲν ἐν τῇ πόλει διαμένοντας τῶν δημοτικῶν ἀφίεσθαι χρεῶν, τοῖς δ᾽ ἀποστάταις πολεμεῖν ἁπάσῃ προθυμίᾳ, τέως ἂν ἔτι διαμένωσιν ἐν τοῖς ὅπλοις. [p. 364]

  ταῦτ᾽ εἰπὼν ἐπαύσατο. ἐπεὶ δ᾽ αἱ τῶν πρεσβυτέρων γνῶμαι τῇ Μενηνίου προσέθεντο, καὶ καθῆκεν ὁ λόγος ἐπὶ τοὺς νεωτέρους, ὀρθῆς οὔσης ἁπάσης τῆς βουλῆς ἀνίσταται Σπόριος Ναύτιος, οἰκίας ἐν τοῖς πάνυ λαμπροτάτης διάδοχος: ὁ γὰρ ἡγεμὼν αὐτῶν τοῦ γένους Ναύτιος ἀπὸ τῶν σὺν Αἰνείᾳ στειλάντων τὴν ἀποικίαν, ὃς ἦν Ἀθηνᾶς ἱερεὺς Πολιάδος καὶ τὸ ξόανον ἀπηνέγκατο τῆς θεᾶς μετανιστάμενος, ὃ διεφύλαττον ἄλλοι παρ᾽ ἄλλων μεταλαμβάνοντες οἱ τοῦ γένους ὄντες τοῦ Ναυτίων: ὃς ἐδόκει καὶ διὰ τὴν οἰκείαν ἀρετὴν λαμπρότατος εἶναι τῶν νέων, καὶ οὐκ εἰς μακρὰν τῆς ὑπατικῆς ἐξουσίας τεύξεσθαι. [2] ἀρξάμενος δ᾽ ἀπολογεῖσθαι κοινὴν ἀπολογίαν ὑπὲρ ἁπάντων τῶν νέων, ὡς οὔτε φιλονεικίᾳ τῇ πρὸς τοὺς πατέρας οὔτε αὐθαδείᾳ χρησαμένων, ὅτε τὴν ἐναντίαν ἔσχον ἐν τῇ προτέρᾳ βουλῇ προαίρεσιν, ἀλλ᾽ εἴπερ ἄρα ἡμάρτανον διὰ τὴν ἡλικίαν γνώμῃ σφαλέντων, τελευτῶν ἔφη τὸ πιστὸν τούτου παρέξεσθαι τὴν μεταβολήν. συγχωρεῖν γοῦν αὐτοῖς ὡς ἄμεινον φρονοῦσιν ἐπιψηφίζεσθαι πᾶν, ὅ τι ἂν ἡγῶνται τῷ κοινῷ συμφέρειν, ὡς οὐδὲν σφῶν γε πρὸς ταῦτ᾽ ἐναντιωσομένων, ἀλλὰ [3] πεισομένων τοῖς πρεσβυτέροις. ὅμοια δὲ τούτῳ καὶ τῶν ἄλλων νέων ἀποφηναμένων ἐκτὸς ὀλίγων τινῶν πάνυ τῶν Ἀππίου συγγενῶν ἐπαινέσαντες τὴν εὐκοσμίαν αὐτῶν οἱ ὕπατοι καὶ παρακαλέσαντες εἰς πάντα [p. 365] τὰ κοινὰ τοιούτους ἑαυτοὺς παρέχειν πρεσβευτὰς εἵλοντο δέκα τοὺς ἐπιφανεστάτους τῶν πρεσβυτέρων, ἐκτὸς ἑνὸς ἅπαντας ὑπατικούς. οἱ δ᾽ ἀποδειχθέντες ἦσαν οἵδε: Ἀγρίππας Μενήνιος Γαΐου υἱὸς Λαινάτης, Μάνιος Οὐαλέριος Οὐολούσσου υἱὸς ... Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς ... Πόπλιος Ποστούμιος Κοίντου υἱὸς Τούβερτος, Τῖτος Αἰβούτιος Τίτου υἱὸς Φλαούιος, Σέρβιος Σολπίκιος Ποπλίου υἱὸς Καμερῖνος, Αὖλος Ποστούμιος Ποπλίου υἱὸς Βάλβος, Αὖλος Οὐεργίνιος Αὔλου υἱὸς Καιλι�
�οντανός. [4] μετὰ ταῦτα τῆς βουλῆς διαλυθείσης οἱ μὲν ὕπατοι προελθόντες εἰς ἐκκλησίαν τὸ δόγμα τῆς βουλῆς ἀνέγνωσαν καὶ τοὺς πρεσβευτὰς παρήγαγον: ἁπάντων δ᾽ ἀξιούντων τὰς ἐντολάς, ἃς ἔδωκαν αὐτοῖς, μαθεῖν, εἶπον ἐν τῷ φανερῷ, πράττειν, ὅτῳ ἂν τρόπῳ δύνωνται, φιλίαν τῷ δήμῳ συνθέσθαι πρὸς τοὺς πατρικίους ἄτερ δόλου καὶ ἀπάτης καὶ καταγαγεῖν τοὺς φεύγοντας ἐπὶ τὰ σφέτερα ἐν τάχει.

  ταύτας οἱ πρέσβεις παρ᾽ αὐτῶν λαβόντες τὰς ἐντολὰς αὐθημερὸν ἐξῄεσαν. φθάσασα δὲ τὴν παρουσίαν αὐτῶν ἡ φήμη διήγγειλε τοῖς ἐπὶ στρατοπέδου [p. 366] πάντα τὰ ἐν τῇ πόλει γενόμενα, καὶ αὐτίκα πάντες ἐκλιπόντες τὸ ἔρυμα ὑπήντων ἔτι καθ᾽ ὁδὸν οὖσι τοῖς πρεσβευταῖς. ἦν δέ τις ἐν τῷ στρατοπέδῳ πάνυ ταραχώδης καὶ στασιαστὴς ἀνήρ, ὀξὺς τῇ γνώμῃ προιδεῖν τι τῶν ἐσομένων ἐκ πολλοῦ, καὶ εἰπεῖν ὅ τι νοήσειεν ὡς λάλος καὶ κωτίλος οὐκ ἀδύνατος, ὃς ἐκαλεῖτο μὲν Λεύκιος Ἰούνιος, ὁμώνυμος τῷ καταλύσαντι τοὺς βασιλεῖς, ἐκπληρῶσαι δὲ τὴν ὁμωνυμίαν βουλόμενος ἠξίου καὶ Βροῦτος ἐπικαλεῖσθαι. τοῖς δ᾽ ἄρα πολλοῖς γέλως ἐπὶ τῇ κενοσπουδίᾳ τοῦ ἀνθρώπου εἰσήρχετο, καὶ ὅτε βουληθεῖεν ἐπισκώπτειν αὐτὸν Βροῦτον ἐπεκάλουν. [2] οὗτος ὁ ἀνὴρ τὸν ἡγεμόνα τοῦ στρατοπέδου Σικίννιον διδάξας, ὡς οὐκ ἄμεινον εἴη τῷ δήμῳ ῥᾳδίως ἑαυτὸν ἐπιτρέπειν τοῖς προτεινομένοις, ἵνα μὴ ἀπ᾽ ἐλάττονος ἀξιώσεως ἀτιμοτέραν εὕρηται τὴν κάθοδον, ἀλλ᾽ ἐναντιοῦσθαι μέχρι πολλοῦ καὶ τραγῳδίαν τινὰ ἐπιθεῖναι τοῖς πράγμασι προσποιητόν, ὑποσχόμενός τ᾽ αὐτὸς ἀναλήψεσθαι τὸν ὑπὲρ τοῦ δήμου λόγον τά τ᾽ ἄλλα ὑποθέμενος, ἃ χρὴ πράττειν ἢ λέγειν, ἔπεισε τὸν Σικίννιον. καὶ μετὰ τοῦτο ὁ μὲν Σικίννιος συγκαλέσας εἰς ἐκκλησίαν τὸν δῆμον ἐκέλευσε τοὺς πρεσβευτὰς ὑπὲρ ὧν ἥκουσι λέγειν.

  παρελθὼν δὲ Μάνιος Οὐαλέριος, ὅσπερ ἦν αὐτῶν πρεσβύτατός τε καὶ δημοτικώτατος, ἐπιμαρτυρήσαντος αὐτῷ τὴν προθυμίαν τοῦ πλήθους εὐμενεστάταις φωναῖς καὶ προσηγορίαις, ἐπειδὴ σιωπῆς ἔτυχε [p. 367] τοιούτοις ἐχρήσατο λόγοις: οὐδὲν ὑμᾶς ἔτι τὸ κωλῦόν ἐστιν, ὦ δημόται, κατιέναι πάλιν ἐπὶ τὰ ὑμέτερα καὶ διηλλάχθαι πρὸς τοὺς πατέρας. [2] ἐψήφισται γὰρ ἡ βουλὴ καλὴν καὶ συμφέρουσαν ὑμῖν κάθοδον, καὶ γνώμην πεποίηται μηδενὸς τῶν γεγονότων μνησικακεῖν: ἡμᾶς τε οὓς ἐγίγνωσκε φιλοδημοτάτους ὄντας καὶ πρὸς ὑμῶν τὰ δίκαια τιμωμένους πρεσβευτὰς ἀπέσταλκεν αὐτοκράτορας ἀποδείξασα τῶν διαλύσεων, ἵνα μὴ δόξαις μηδ᾽ εἰκασμοῖς χρώμενοι περὶ τῆς ὑμετέρας γνώμης, ἀλλὰ παρ᾽ αὐτῶν ὑμῶν ἀκούσαντες, ἐφ᾽ οἷς ἀξιοῦτε καταλύσασθαι τὴν διχοστασίαν, ἂν ᾖ μέτριόν τι τῶν αἰτημάτων καὶ μήτε τῷ ἀδυνάτῳ μήτε ὑπ᾽ ἄλλης αἰσχύνης ἀνηκέστου κωλύηται, συγχωρῶμεν ὑμῖν μηκέτι τὴν τοῦ συνεδρίου γνώμην ἐκδεχόμενοι, μηδ᾽ εἰς χρόνους μακροὺς καὶ φθόνους ἀντιπάλων ἀναβάλλοντες τὰ πράγματα. [3] ταῦτα δὴ τῆς βουλῆς ἐψηφισμένης δέχεσθε ἄσμενοι τὰς χάριτας αὐτῶν, ὦ δημόται, μετὰ πάσης προθυμίας καὶ σπουδῆς, ἐν μεγάλῳ τιθέμενοι τὴν τοσαύτην εὐτυχίαν καὶ πολλὴν τοῖς θεοῖς χάριν εἰδότες αὐτῆς, εἰ πόλις ἡ Ῥωμαίων ἡ τοσούτων ἄρχουσα ἀνθρώπων, καὶ συνέδριον, ὃ τὴν ἡγεμονίαν ἔχει πάντων τῶν ἐν ταύτῃ καλῶν, οὐκ ὂν αὐτοῖς πάτριον οὐδενὶ τῶν ἀντιπάλων εἴκειν, ὑμῖν μόνοις ὑποκατακλίνονται τῆς ἀξιώσεως ἑκόντες, καὶ οὔτε ἀκριβολογεῖσθαι περὶ τῶν καθηκόντων ἑκατέροις ἠξίωσαν ὡς ὑποδεεστέροις κρείττονες, ἀλλ᾽ αὐτοὶ πρότεροι περὶ [p. 368] διαλύσεως ἐπρεσβεύσαντο, οὔτε τὰς αὐθάδεις ὑμῶν ἀποκρίσεις, ἃς ἐποιήσασθε πρὸς τοὺς προτέρους πρέσβεις, πρὸς ὀργὴν ἐδέξαντο, ἀλλ᾽ ὑπέμειναν ὑμῶν τὸ σοβαρὸν τοῦτο καὶ μειρακιῶδες τῆς αὐθαδείας βάρος, ὥσπερ ἂν παίδων ἀφρόνων χρηστοὶ πατέρες: καὶ πάλιν ἑτέραν πρεσβείαν ἀποστέλλειν ᾤοντο δεῖν καὶ τῶν δικαίων μειονεκτεῖν καὶ πάντα ὑπομένειν, ὦ πολῖται, τὰ [4] μέτρια. ἐπὶ δὴ τοσαύτης βεβηκότες εὐτυχίας μὴ μέλλετε λέγειν, ὦ δημόται, τίνων χρήζετε μηδ᾽ ἐντρυφᾶτε ἡμῖν, καταλυσάμενοι δὲ τὴν στάσιν ἄπιτε χαίροντες εἰς τὴν γειναμένην τε καὶ θρεψαμένην ὑμᾶς πόλιν, ᾗ τροφεῖά τε καὶ χάριτας οὐ χρηστὰς ἀπεδίδοτε, καταλιπόντες αὐτὴν τὸ γοῦν ἐφ᾽ ὑμῖν εἶναι ἔρημον καὶ μηλόβοτον. εἰ δὲ παρήσετε τὸν καιρὸν τοῦτον, εὔξεσθε πολλάκις ὅμοιον εὑρεῖν ἕτερον.

 

‹ Prev