οἱ μὲν οὖν ἐπὶ Σικελίας πλέοντες πρέσβεις χειμῶνι χρησάμενοι κατὰ θάλατταν καὶ κύκλῳ τὴν νῆσον περιπλεῖν ἀναγκασθέντες χρόνιοί τε κατήχθησαν πρὸς τὸν τύραννον, καὶ τὴν χειμερινὴν ἐκεῖ διατρίψαντες ὥραν μετὰ θέρος ἐπανῆλθον εἰς Ἰταλίαν πολλὰς κομίζοντες ἀγοράς. [2] οἱ δ᾽ εἰς τὸ Πωμεντῖνον ἀποσταλέντες πεδίον ὀλίγου μὲν ἐδέησαν ὡς κατάσκοποι πρὸς τῶν Οὐολούσκων ἀναιρεθῆναι διαβληθέντες ὑπὸ τῶν ἐκ [p. 4] Ῥώμης φυγάδων, χαλεπῶς δὲ πάνυ διὰ τὴν προθυμίαν τῶν ἰδιοξένων αὐτὰ διασῶσαι δυνηθέντες τὰ σώματα, δίχα τῶν χρημάτων ἀνέστρεψαν εἰς τὴν Ῥώμην ἄπρακτοι. [3] ὅμοια δὲ τούτοις συνέβη παθεῖν καὶ τοῖς εἰς τὴν Ἰταλιῶτιν ἀφικομένοις Κύμην. καὶ γὰρ αὐτόθι πολλοὶ Ῥωμαίων διατρίβοντες, οἱ σὺν τῷ βασιλεῖ Ταρκυνίῳ διασωθέντες ἐκ τῆς τελευταίας μάχης φυγάδες, τὸ μὲν πρῶτον ἐξαιτεῖσθαι παρὰ τοῦ τυράννου τοὺς ἄνδρας ἐπεχείρησαν ἐπὶ θανάτῳ, ἀποτυχόντες δὲ τούτου ῥύσια κατασχεῖν ταῦτα τὰ σώματα παρὰ τῆς ἀπεσταλκυίας πόλεως ἠξίουν, ἕως ἀπολάβωσι τὰς ἑαυτῶν οὐσίας, ἃς ἔφασαν ὑπὸ Ῥωμαίων ἀδίκως δεδημεῦσθαι, καὶ ταύτης ᾤοντο δεῖν τῆς δίκης τὸν τύραννον αὐτοῖς γενέσθαι κριτήν. [4] ὁ δὲ τυραννῶν τότε τῆς Κύμης Ἀριστόδημος ἦν ὁ Ἀριστοκράτους, ἀνὴρ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ὃς ἐκαλεῖτο Μαλακὸς ὑπὸ τῶν ἀστῶν καὶ σὺν χρόνῳ γνωριμωτέραν τοῦ ὀνόματος ἔσχε τὴν κλῆσιν, εἴθ᾽ ὅτι θηλυδρίας ἐγένετο παῖς ὢν καὶ τὰ γυναιξὶν ἁρμόττοντα ἔπασχεν, ὡς ἱστοροῦσί τινες, εἴθ᾽ ὅτι πρᾷος ἦν φύσει καὶ μαλακὸς εἰς ὀργήν, ὡς ἕτεροι γράφουσιν. [5] ἀφορμαῖς δὲ τῆς τυραννίδος ὁποίαις ἐχρήσατο καὶ τίνας ἦλθεν ἐπ᾽ αὐτὴν ὁδοὺς καὶ πῶς διῴκησε τὰ κατὰ τὴν ἀρχὴν καταστροφῆς θ᾽ ὁποίας ἔτυχεν, οὐκ ἄκαιρον εἶναι δοκῶ μικρὸν ἐπιστήσας τὴν Ῥωμαϊκὴν διήγησιν: κεφαλαιωδῶς διεξελθεῖν. [p. 5]
ἐπὶ τῆς ἑξηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Μιλτιάδου Κύμην τὴν ἐν Ὀπικοῖς Ἑλληνίδα πόλιν, ἣν Ἐρετριεῖς τε καὶ Χαλκιδεῖς ἔκτισαν, Τυρρηνῶν οἱ περὶ τὸν Ἰόνιον κόλπον κατοικοῦντες ἐκεῖθέν θ᾽ ὑπὸ τῶν Κελτῶν ἐξελασθέντες σὺν χρόνῳ, καὶ σὺν αὐτοῖς Ὀμβρικοί τε καὶ Δαύνιοι καὶ συχνοὶ τῶν ἄλλων βαρβάρων ἐπεχείρησαν ἀνελεῖν οὐδεμίαν ἔχοντες εἰπεῖν πρόφασιν τοῦ μίσους δικαίαν ὅτι μὴ [2] τὴν εὐδαιμονίαν τῆς πόλεως. ἦν γὰρ Κύμη κατ᾽ ἐκείνους τοὺς χρόνους περιβόητος ἀνὰ τὴν Ἰταλίαν ὅλην πλούτου τε καὶ δυνάμεως ἕνεκα καὶ τῶν ἄλλων ἀγαθῶν γῆν τε κατέχουσα τῆς Καμπανῶν πεδιάδος τὴν πολυκαρποτάτην καὶ λιμένων κρατοῦσα τῶν περὶ Μισηνὸν ἐπικαιροτάτων. τούτοις ἐπιβουλεύσαντες τοῖς ἀγαθοῖς οἱ βάρβαροι στρατεύουσιν ἐπ᾽ αὐτήν, πεζοὶ μὲν οὐκ ἐλάττους πεντήκοντα μυριάδων, ἱππεῖς δὲ δυεῖν χιλιάδων ἀποδέοντες εἶναι δισμύριοι. ἐστρατοπεδευκόσι δ᾽ αὐτοῖς οὐ μακρὰν ἀπὸ τῆς πόλεως τέρας γίνεται θαυμαστόν, οἷον ἐν οὐδενὶ χρόνῳ μνημονεύεται γενόμενον οὔθ᾽ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι. [3] οἱ γὰρ παρὰ τὰ στρατόπεδα ῥέοντες αὐτῶν ποταμοί, Οὐολτοῦρνος ὄνομα θατέρῳ, τῷ δ᾽ ἑτέρῳ Γλάνις, ἀφέντες τὰς κατὰ φύσιν ὁδοὺς ἀνέστρεψαν τὰ νάματα καὶ μέχρι [p. 6] πολλοῦ διετέλεσαν ἀπὸ τῶν στομάτων ἀναχωροῦντες ἐπὶ τὰς πηγάς. [4] τοῦτο καταμαθόντες οἱ Κυμαῖοι τότ᾽ ἐθάρρησαν ὁμόσε τοῖς βαρβάροις χωρεῖν ὡς τοῦ δαιμονίου ταπεινὰ μὲν τἀκείνων μετέωρα θήσοντος, ὑψηλὰ δὲ τὰ δοκοῦντα εἶναι σφῶν ταπεινά. νείμαντες δὲ τὴν ἐν ἀκμῇ δύναμιν ἅπασαν τριχῇ, μιᾷ μὲν τὴν πόλιν ἐφρούρουν, τῇ δ᾽ ἑτέρᾳ τὰς ναῦς εἶχον ἐν φυλακῇ, τῇ δὲ τρίτῃ πρὸ τοῦ τείχους ταξάμενοι τοὺς ἐπιόντας ἐδέχοντο. τούτων ἱππεῖς μὲν ἦσαν ἑξακόσιοι, πεζοὶ δὲ τετρακισχίλιοι καὶ πεντἀκόσιοι: καὶ οὕτως ὄντες τὸν ἀριθμὸν ὀλίγοι τὰς τοσαύτας ὑπέστησαν μυριάδας.
ὡς δὲ κατέμαθον αὐτοὺς οἱ βάρβαροι μάχεσθαι παρεσκευασμένους, ἀλαλάξαντες ἐχώρουν ὁμόσε τὸν βάρβαρον τρόπον ἄνευ κόσμου πεζοί τε καὶ ἱππεῖς ἀναμὶξ ὡς ἅπαντας ἀναρπασόμενοι. ἦν δὲ τὸ πρὸ τῆς πόλεως χωρίον, ἐν ᾧ συνέμισγον ἀλλήλοις, αὐλὼν στενὸς ὄρεσι καὶ λίμναις περικλειόμενος, τῇ μὲν ἀρετῇ τῶν Κυμαίων σύμμαχος, τῷ δὲ πλήθει τῶν βαρβάρων πολέμιος. [2] ἀνατρεπόμενοι γὰρ ὑπ᾽ ἀλλήλων καὶ συμπατούμενοι πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δὲ περὶ τὰ τέλματα τῆς λίμνης, οὐδ᾽ εἰς χεῖρας ἐλθόντες τῇ φάλαγγι τῶν Ἑλλήνων αὐτοὶ δι᾽ αὑτῶν οἱ πλείους διεφθάρησαν: καὶ ὁ μὲν πεζὸς αὐτῶν στρατὸς ὁ πολὺς περὶ ἑαυτῷ σφαλείς, ἔργον δὲ γενναῖον οὐδὲν ἀποδειξάμενος, ἄλλος ἄλλῃ διασκεδασθεὶς ἔφυγεν: οἱ δ᾽ ἱππεῖς συνῆλθον μὲν ὁμόσε καὶ πολὺν τοῖς Ἕλλησιν οὗτοι παρέσχον [p. 7] πόνον. ἀδύνατοι δ᾽ ὄντες κυκλώσασθαι τοὺς πολεμίους διὰ στενοχωρίαν, καί τι καὶ τοῦ δαιμονίου κεραυνοῖς καὶ ὕδασι καὶ βρονταῖς συναγωνισαμένου τοῖς Ἕλλησι, δείσαντες εἰς φυγὴν τρέπονται. [3] ἐν ταύτῃ τῇ μάχῃ πάντες μὲν οἱ τῶν Κυμαίων ἱππεῖς λαμπρῶς ἠγωνίσαντο, καὶ τῆς νίκης οὗτοι μάλιστα ὡμολογοῦντο αἴτιοι γενέσθαι, ὑπὲρ ἅπαντας δὲ τοὺς ἄλλους Ἀριστόδημος ὁ Μαλακὸς ἐπικαλούμενος: καὶ γὰρ τὸν ἡγεμόνα τῶν πολεμίων οὗτος ἀπέκτεινε μόνος ὑποστὰς καὶ �
��λλους πολλοὺς καὶ ἀγαθούς. λυθέντος δὲ τοῦ πολέμου τὰς χαριστηρίους θυσίας ἀποδόντες οἱ Κυμαῖοι τοῖς θεοῖς καὶ ταφὰς τῶν ἀποθανόντων τῶν ἐν τῇ μάχῃ λαμπρὰς ποιησάμενοι περὶ τῶν ἀριστείων, ὅτῳ χρὴ τὸν πρῶτον ἀποδοῦναι στέφανον, εἰς πολλὴν κατέστησαν ἔριν. [4] οἱ μὲν γὰρ ἀκέραιοι κριταὶ τὸν Ἀριστόδημον ἐβούλοντο τιμῆσαι, καὶ ἦν ὁ δῆμος ἅπας μετ᾽ ἐκείνου: οἱ δὲ δυνατοὶ τὸν ἱππάρχην Ἱππομέδοντα, καὶ ἡ βουλὴ πᾶσα τούτῳ συνελάμβανεν: ἦν δ᾽ ἀριστοκρατικὴ τότε παρὰ τοῖς Κυμαίοις ἡ πολιτεία, καὶ ὁ δῆμος οὐ πολλῶν τινων κύριος. στάσεως δὲ διὰ ταύτην τὴν ἔριν ἀνισταμένης δείσαντες οἱ πρεσβύτεροι, μὴ πρὸς ὅπλα καὶ φόνους χωρήσῃ τὸ φιλότιμον, ἔπεισαν ἀμφοτέρας τὰς τάξεις συγχωρῆσαι τὰς ἴσας λαβεῖν τιμὰς ἑκάτερον τῶν ἀνδρῶν. [5] ἀπὸ ταύτης γίνεται τῆς ἀρχῆς δήμου προστάτης ὁ Μαλακὸς Ἀριστόδημος καὶ λόγου πολιτικοῦ δύναμιν ἀσκήσας ἐξεδημαγώγει τὸ πλῆθος, πολιτεύμασί [p. 8] τε κεχαρισμένοις ἀναλαμβάνων καὶ τοὺς σφετεριζομένους τὰ κοινὰ τῶν δυνατῶν ἐξελέγχων καὶ ἀπὸ τῶν ἑαυτοῦ χρημάτων πολλοὺς τῶν πενήτων εὖ ποιῶν: καὶ ἦν τοῖς προεστηκόσι τῆς ἀριστοκρατίας διὰ ταῦτ᾽ ἐπαχθὴς καὶ φοβερός.
εἰκοστῷ δ᾽ ὕστερον ἔτει τῆς πρὸς τοὺς βαρβάρους μάχης ἦλθον ὡς τοὺς Κυμαίους Ἀρικηνῶν πρέσβεις σὺν ἱκετηρίαις ἀξιοῦντες αὐτοὺς βοηθῆσαι σφίσιν ὑπὸ Τυρρηνῶν πολεμουμένοις. μετὰ γὰρ τὰς διαλλαγάς, ἃς ἐποιήσατο πρὸς τὴν Ῥωμαίων πόλιν ὁ βασιλεὺς τῶν Τυρρηνῶν Πορσίνας, τὸν υἱὸν Ἄρροντα δοὺς τὴν ἡμίσειαν τῆς στρατιᾶς ἔπεμψεν ἰδίαν ἀρχὴν κτήσασθαι βουλόμενον, ὡς ἐν τοῖς πρὸ τούτου δεδήλωκα λόγοις: ὃς ἐπολιόρκει τότε τοὺς Ἀρικηνοὺς καταπεφευγότας εἰς τὸ τεῖχος καὶ οὐ διὰ μακροῦ λιμῷ τὴν πόλιν αἱρήσειν ᾤετο. [2] ταύτης τῆς πρεσβείας ἀφικομένης οἱ προεστηκότες τῆς ἀριστοκρατίας μισοῦντες τὸν Ἀριστόδημον καὶ δεδιότες, μή τι κακὸν ἐξεργάσηται περὶ τὴν πολιτείαν, κάλλιστον ὑπέλαβον εἰληφέναι καιρὸν ἐκποδὼν αὐτὸν ποιήσασθαι σὺν εὐσχήμονι προφάσει. πείσαντες δὴ τὸν δῆμον ἀποστεῖλαι Ἀρικηνοῖς δισχιλίους ἄνδρας ἐπὶ συμμαχίαν, καὶ στρατηγὸν ἀποδείξαντες τὸν Ἀριστόδημον ὡς δὴ τὰ πολέμια λαμπρόν, τὰ μετὰ ταῦτ᾽ ἔπραττον, ἐξ ὧν ἢ κατακοπήσεσθαι μαχόμενον ὑπὸ τῶν Τυρρηνῶν αὐτὸν ὑπελάμβανον ἢ κατὰ πέλαγος διαφθαρήσεσθαι. [3] γενόμενοι γὰρ ὑπὸ τῆς βουλῆς κύριοι καταλέξαι τοὺς ἐπὶ τὴν συμμαχίαν ἐξελευσομένους τῶν μὲν [p. 9] ἐπισήμων καὶ λόγου ἀξίων οὐδένα κατέγραψαν, ἐπιλέξαντες δὲ τοὺς ἀπορωτάτους τε καὶ πονηροτάτους τῶν δημοτικῶν, ἐξ ὧν ἀεί τινας ὑπώπτευον νεωτερισμούς, ἐκ τούτων συνεπλήρωσαν τὸν ἀπόστολον: καὶ ναῦς δέκα παλαιὰς κάκιστα πλεούσας καθελκύσαντες, ὧν ἐτριηράρχουν οἱ πενέστατοι Κυμαίων, εἰς ταύτας αὐτοὺς ἐνεβίβασαν θάνατον ἀπειλήσαντες, ἐάν τις ἀπολειφθῇ τῆς στρατείας.
ὁ δ᾽ Ἀριστόδημος τοσοῦτον εἰπὼν μόνον, ὡς οὐ λέληθεν αὐτὸν ἡ διάνοια τῶν ἐχθρῶν, ὅτι λόγῳ μὲν ἐπὶ συμμαχίαν αὐτὸν ἀποστέλλουσιν, ἔργῳ δ᾽ εἰς προὖπτον ὄλεθρον, δέχεται μὲν τὴν στρατηγίαν, ἀναχθεὶς δ᾽ ἅμα τοῖς πρέσβεσι τῶν Ἀρικηνῶν διὰ ταχέων καὶ τὸ μεταξὺ πέλαγος ἐπιπόνως καὶ κινδυνωδῶς διανύσας ὁρμίζεται κατὰ τοὺς ἔγγιστα τῆς Ἀρικείας αἰγιαλούς: καὶ καταλιπὼν ἐν ταῖς ναυσὶ φυλακὴν ἀποχρῶσαν ἐν τῇ πρώτῃ νυκτὶ τὴν ἀπὸ θαλάσσης ὁδὸν οὐ πολλὴν οὖσαν διανύσας ἐπιφαίνεται τοῖς Ἀρικηνοῖς περὶ τὸν ὄρθρον ἀπροσδόκητος. [2] θέμενος δὲ πλησίον αὐτῶν τὸν χάρακα καὶ τοὺς καταπεφευγότας εἰς τὰ τείχη πείσας προελθεῖν εἰς ὕπαιθρον προὐκαλεῖτο τοὺς Τυρρηνοὺς εὐθὺς εἰς μάχην. γενομένου δ᾽ ἐκ παρατάξεως ἀγῶνος καρτεροῦ οἱ μὲν Ἀρικηνοὶ βραχὺν πάνυ διαμείναντες χρόνον ἐνέκλιναν ἀθρόοι, καὶ γίνεται πάλιν εἰς τὸ τεῖχος αὐτῶν φυγή: ὁ δ᾽ Ἀριστόδημος σὺν τοῖς περὶ αὐτὸν λογάσι Κυμαίων ὀλίγοις οὖσι πᾶν τὸ τοῦ πολέμου [p. 10] βάρος ὑποστὰς καὶ τὸν ἡγεμόνα τῶν Τυρρηνῶν αὐτοχειρίᾳ κτείνας τρέπει τοὺς ἄλλους εἰς φυγὴν καὶ [3] νίκην ἀναιρεῖται πασῶν λαμπροτάτην. διαπραξάμενος δὲ ταῦτα καὶ τιμηθεὶς ὑπὸ τῶν Ἀρικηνῶν πολλαῖς δωρεαῖς ἀπέπλει διὰ ταχέων αὐτὸς ἄγγελος τοῖς Κυμαίοις τῆς αὑτοῦ νίκης βουλόμενος γενέσθαι: εἵποντο δ᾽ αὐτῷ πολλαὶ πάνυ τῶν Ἀρικηνῶν ὁλκάδες τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους τῶν Τυρρηνῶν ἄγουσαι. [4] ὡς δὲ πλησίον ἐγένοντο τῆς Κύμης, ὁρμίσας τὰς ναῦς ἐκκλησίαν τοῦ στρατοῦ ποιεῖται, καὶ πολλὰ μὲν τῶν προεστηκότων τῆς πόλεως κατηγορήσας, πολλοὺς δὲ τῶν ἀνδραγαθησάντων κατὰ τὴν μάχην ἐπαίνους διελθὼν ἀργύριόν τε διαδοὺς αὐτοῖς κατ᾽ ἄνδρα καὶ τὰς παρὰ τῶν Ἀρικηνῶν δωρεὰς εἰς κοινὸν ἅπασι καταθεὶς ἠξίου μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἂν καταπλεύσωσιν εἰς τὴν πατρίδα, καὶ ἄν τις αὐτῷ ποτε συμβαίνῃ κίνδυνος ἐκ τῆς ὀλιγαρχίας ὡς δύναμις ἑκάστῳ βοηθεῖν. [5] ἁπάντων δὲ πολλὰς ὁμολογούντων αὐτῷ χάριτας εἰδέναι τῆς τ᾽ ἀνελπίστου σωτηρίας, ἣν δι᾽ ἐκεῖνον ἔσχον, καὶ τῆς ἐπὶ τὰ οἰκεῖα οὐ σὺν κεναῖς χερσὶν ἀφίξεως, καὶ τὰς ἑαυτῶν ψυχὰς θᾶττον ἢ τὴν ἐκείνου προήσεσθαι τοῖς ἐχθροῖς ἐπαγγειλαμένων, ἐπαινέσας αὐτο�
�ς ἀπέλυσε τὴν ἐκκλησίαν. καὶ μετὰ τοῦτο καλῶν εἰς τὴν αὑτοῦ σκηνὴν τοὺς πονηροτάτους ἐξ αὐτῶν καὶ κατὰ χεῖρα γενναιοτάτους δωρεῶν τε δόσει καὶ λόγων φιλανθρωπίᾳ καὶ ταῖς ἅπαντας ἐξαπατώσαις ἐλπίσι διαφθείρας, [p. 11] ἑτοίμους ἔσχε συγκαταλῦσαι τὴν καθεστῶσαν πολιτείαν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 246