Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 251
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 251

by Dionysius of Halicarnassus


  ἡ μὲν ὑπὲρ τῆς σιτοδείας ἀπολογία πάνυ βραχεῖά ἐστιν, ὦ δημόται, καὶ οὐκ ἄλλους τινὰς παρεξόμεθα ὧν ἂν λέγωμεν ἢ ὑμᾶς μάρτυρας. τήν τε γὰρ ἀφορίαν τῶν σιτικῶν καρπῶν ἐπίστασθε δήπου καὶ αὐτοὶ διὰ τὸν ἐκλειφθέντα σπόρον γενομένην: τήν τ᾽ ἄλλην καταφθορὰν τῆς χώρας οὐ παρ᾽ ἑτέρων ὑμᾶς δεῖ μαθεῖν, ἀφ᾽ ἧς αἰτίας συνέβη,. καὶ ὡς τελευτῶσα ἡ πλείστη τε καὶ ἀρίστη γὴ πάντων ἐσπάνικε καρπῶν τε καὶ ἀνδραπόδων καὶ βοσκημάτων τὰ μὲν ὑπὸ τῶν πολεμίων διαρπαζομένη, τὰ δ᾽ ὑμῖν μὴ ἐπιχορηγοῦσα τοσούτοις οὖσι καὶ μηδεμίαν ἄλλην ἀποστροφὴν ἔχουσιν. [2] ὥστ᾽ οὐκ ἐξ ὧν οἱ δημαγωγοὶ διαβάλλουσιν, ἀλλ᾽ ἐξ ὧν αὐτοὶ ἴστε, τὸν λιμὸν ἡγούμενοι γεγονέναι παύσασθε προσάπτοντες ἐπιβουλὴν ἡμετέραν τῷ πάθει καὶ [3] δἰ ὀργῆς ἔχοντες ἡμᾶς οὐθὲν ἀδικοῦντας. αἱ δ᾽ ἀποστολαὶ τῶν κληρούχων ἐκ τοῦ ἀναγκαίου ἐγένοντο, κοινῇ δόξαν ὑμῖν ἅπασι διὰ φυλακῆς ἔχειν χωρία εἰς πόλεμον ἐπιτήδεια, καὶ μεγάλα ὤνησαν ἐν καιρῷ σφόδρα ἀναγκαίῳ γενόμεναι τούς τ᾽ ἐξιόντας καὶ τοὺς ὑπολειπομένους ὑμῶν. οἱ μὲν γὰρ ἀφθονωτέρων εὐποροῦσιν [p. 44] ἐκεῖ τῶν ἐπιτηδείων: οἱ δ᾽ ἐνθάδε ὑπομείναντες ἧττον σπανίζουσι τῆς ἀγορᾶς: ἥ τ᾽ ἰσομοιρία τῆς τύχης ἧς μετέσχομεν ὑμῖν τοῖς δημοτικοῖς οἱ πατρίκιοι κλήρῳ ποιησάμενοι τὴν ἔξοδον, οὐ ψέγεται.

  τί οὖν παθόντες οἱ δημαγωγοὶ περὶ τούτων ἡμῖν ἐγκαλοῦσιν, ὧν κοινὰς ἔσχομεν τὰς γνώμας καὶ τὰς τύχας, εἴτε δεινῶν ὄντων, ὡς οὗτοί φασιν, [2] εἴτ᾽ ὠφελίμων, ὥσπερ ἡμεῖς οἰόμεθ᾽; ἃ μὲν γὰρ ἐπὶ τῇ νεωστὶ βουλῇ γενομένῃ διαβεβλήμεθ᾽ ὑπ᾽ αὐτῶν ὡς οὐκ ἀξιοῦντες μετριάσαι περὶ τὰς τιμὰς τῆς ἀγορᾶς, ὡς ἐπιβουλεύοντες ἀφελέσθαι τὴν ἐξουσίαν τῶν δημάρχων, ὡς μνησικακοῦντες ὑμῖν τῆς ἀποστάσεως καὶ παντὶ τρόπῳ προθυμούμενοι κακῶσαι τὸ δημοτικόν, καὶ πάντα τὰ τοιαῦτ᾽ ἐγκλήματα ἔργοις ἀπολυσόμεθ᾽ οὐκ εἰς μακρὰν οὔτε κακὸν οὐθὲν ὑμᾶς ἐργασάμενοι τήν τ᾽ ἐξουσίαν τῶν δημάρχων, ἐφ᾽ οἷς τότε συνεχωρήσαμεν ὑμῖν ἔχειν, καὶ νῦν βεβαιοῦντες, τοῦ δὲ σίτου τὴν διάπρασιν ὡς ἂν ὑμῖν ἅπασι δόξῃ ποιησάμενοι. περιμείναντες οὖν, ἐάν τι μὴ γένηται τούτων, τότε κατηγορεῖτε ἡμῶν. [3] εἰ δὲ βουληθείητε ἀκριβῶς ἐξετάσαι τὰ διάφορα, δικαιότερον ἂν ἡμεῖς οἱ πατρίκιοι τοῦ δήμου κατηγοροίημεν, %5ἢ τὴν βουλὴν ὑμεῖς ἔχοιτε δι᾽ αἰτίας. ἀδικεῖτε γὰρ ἡμᾶς, ὦ δημόται, καὶ μηθὲν ἀχθεσθῆτε ἀκούοντες, εἴ γ᾽ οὐκ ἀναμείναντες τῆς γνώμης ἡμῶν μαθεῖν τὸ τέλος κατηγορεῖν ἤδη αὐτῆς ἀξιοῦτε. [p. 45] [4] καίτοι τίς οὐκ οἶδεν, ὅτι παντὶ τῷ βουλομένῳ ῥᾷστον ἔργον ἂν γένοιτο συγχέαι καὶ ἀνελεῖν ὁμόνοιαν ἐκ πόλεως τοιαῦτ᾽ ἐγκαλοῦντι, ὧν ἡ πίστις μέλλουσα καὶ ἐν ἀδήλῳ ἔτι οὖσα οὐ φυλακή ἐστι τοῦ μὴ παθεῖν τι κακόν, ἀλλὰ πρόφασις τοῦ ἀδικεῖν; [5] καὶ οὐ τοῖς προεστηκόσιν ὑμῶν μόνον ὧν διαβάλλουσι τὴν βουλὴν καὶ συκοφαντοῦσιν ἐπιτιμᾶν ἄξιον, ἀλλὰ καὶ ὑμῖν οὐχ ἧττον ὧν πιστεύετε αὐτοῖς καὶ πρὶν ἢ πειραθῆναι ἀγανακτεῖτε. χρῆν γὰρ ὑμᾶς, εἰ τὰ μέλλοντα ἐφοβεῖσθε ἀδικήματα, καὶ τὰς ἐπ᾽ αὐτοῖς ὀργὰς μελλούσας ἔχειν. νῦν δὲ φαίνεσθε ταχύτερα μᾶλλον ἢ φρονιμώτερα ἐγνωκέναι καὶ τὸ ἀσφαλέστερον ἐν τῷ κακουργοτέρῳ τιθέναι.

  περὶ μὲν δὴ τῶν κοινῶν ἀδικημάτων, ἐφ᾽ οἷς τὴν βουλὴν οἱ δήμαρχοι διέβαλον, ἀποχρῆν οἴομαι τοσαῦτ᾽ εἰρῆσθαι. ἐπεὶ δὲ καὶ καθ᾽ ἕνα ἕκαστον ἡμῶν, περὶ ὧν ἂν εἴπωμεν ἐν τῇ βουλῇ, συκοφαντοῦσι, καὶ διιστάναι τὴν πόλιν αἰτιῶνται, καὶ νῦν Γάιον Μάρκιον, ἄνδρα φιλόπολιν, ἐλευθέρᾳ φωνῇ χρησάμενον ὑπὲρ τῶν κοινῶν ἀποκτεῖναι ζητοῦσιν ἢ φυγάδα ποιῆσαι τῆς πατρίδος, βούλομαι καὶ περὶ τούτου τὰ δίκαια εἰπεῖν πρὸς ὑμᾶς: καὶ σκοπεῖτε, εἰ μετρίους καὶ ἀληθεῖς ἐρῶ: [2] τοὺς λόγους. ὑμεῖς, ὦ δημόται, διαλλαττόμενοι πρὸς τὴν βουλὴν ἀποχρῆν ὑμῖν ᾤεσθε τῶν δανείων ἀφεῖσθαι, καὶ βοηθείας ἕνεκα τῶν κατισχυομένων πενήτων ἄρχοντας ἐξ αὑτῶν ᾐτήσασθε ἀποδεικνύναι, καὶ ταῦτ᾽ [p. 46] ἀμφότερα πολλὴν εἰδότες ἡμῖν χάριν ἐλάβετε: καταλῦσαι δὲ τὴν ἀρχὴν τῶν ὑπάτων ἢ τὴν βουλὴν ἄκυρον ποιῆσαι τῆς ὑπὲρ τῶν κοινῶν προστασίας καὶ τὴν τάξιν ἀνατρέψαι τῆς πατρίου πολιτείας οὔτ᾽ ᾐτήσασθε οὔτε μέλλετε. [3] τί οὖν παθόντες ἐπιχειρεῖτε πάντα συγχεῖν ταῦτα νυνί; καὶ τίνι δικαίῳ πιστεύοντες τὰς τιμὰς ἡμῶν ζητεῖτε ἀφαιρεῖσθαι; εἰ γὰρ ἐν τοῖς μετέχουσι τῆς βουλῆς φοβερὸν ποιήσετε τὸ μὴ μετὰ παρρησίας ἃ φρονοῦσι λέγειν, τί ἂν εἴποιεν οἱ προεστηκότες ὑμῶν ἐπιεικές; ἢ ποίῳ χρησάμενοι νόμῳ θανάτῳ ζημιοῦν ἢ φυγῇ τῶν πατρικίων τινὰς ἀξιώσουσιν; οὔτε γὰρ οἱ παλαιοὶ νόμοι ταύτην διδόασιν ὑμῖν τὴν ἐξουσίαν, οὔθ᾽ αἱ νεωστὶ γενόμεναι πρὸς τὴν βουλὴν ὁμολογίαι. [4] τὸ δ᾽ ἐκβαίνειν τοὺς νομίμους ὅρους καὶ τὴν βίαν κρείττονα ποιεῖν τῆς δίκης οὐκέτι δημοτικόν ἐστιν, ἀλλ᾽ εἰ τἀληθῆ βούλεσθε ἀκούειν τυραννικόν. ἐγὼ δὴ παραινέσαιμ᾽ ἂν ὑμῖν, ὧν μὲν εὕρεσθε παρὰ τῆς βουλῆς φιλανθρώπων μηδενὸς ἀφίστασθαι, ὧν δ᾽ οὐκ ἠξιώσατε διαλυόμενοι τὴν ἔχθραν τότε τυχεῖν μηδὲ νῦν ἀντιποιεῖσθαι.

  ἵνα δὲ μᾶλλον ὑμῖν γένηται φανερόν, ὅτι ο�
��θὲν οὔτε μέτριον οὔτε δίκαιον ἀξιοῦσιν οἱ δημαγωγοί, ἀλλὰ παρανόμων τε καὶ ἀδυνάτων ἐφίενται μετενέγκαντες τὸ πρᾶγμα ἐφ᾽ ἑαυτούς, οὕτω σκοπεῖτε καὶ ὑπολάβετε τοὺς μετέχοντας τοῦ συνεδρίου τοῖς ἐν ὑμῖν [p. 47] πολιτευομένοις ἐγκαλεῖν, ὅτι πονηροὺς κατὰ τῆς βουλῆς διατίθενται λόγους ἐν ὑμῖν καὶ καταλύουσι τὴν πάτριον ἀριστοκρατίαν, καὶ διαστασιάζουσι τὴν πόλιν, ἅπαντα ταῦτα λέγοντας ἀληθῆ: ποιοῦσι γὰρ ταῦτα: καὶ τὸ πάντων χαλεπώτατον, ὅτι δυναστείαν περιβάλλονται μείζονα τῆς συγκεχωρημένης αὐτοῖς ἄκριτον ἀποκτείνειν ἐπιχειροῦντες ὃν ἂν ἐθέλωσιν ἐξ ἡμῶν, καὶ ὅτι δεῖ [2] τοὺς ταῦτα ποιοῦντας τεθνάναι νηποινί. πῶς ἂν ὑμεῖς ἐνέγκαιτε τὴν αὐθάδειαν τοῦ συνεδρίου; καὶ τί ἂν εἴποιτε; ἆρ᾽ οὐκ ἂν ἀγανακτήσαιτε καὶ δεινὰ φαίητε πάσχειν, εἰ τὴν παρρησίαν ἀφαιρήσεταί τις ὑμᾶς καὶ τὴν ἐλευθερίαν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἐπιθεὶς τοῖς ἐλευθέραν φωνὴν ὑπὲρ τοῦ δήμου φθεγξαμένοις; [3] οὐκ ἔνεστ᾽ ἄλλως εἰπεῖν. ἔπειθ᾽ ἃ παθεῖν οὐκ ἂν ὑπομείναιτε αὐτοί, ταῦθ᾽ ἑτέρους πάσχοντας ἀνέχεσθαι δικαιοῦτε; πολιτικά γ᾽, ὦ δημόται, καὶ μέτρια ὑμῶν τὰ βουλεύματα. τοιαῦτ᾽ ἀξιοῦντες οὐκ αὐτοὶ βεβαιοῦτε τὰς καθ᾽ ἑαυτῶν διαβολὰς ἀληθεῖς εἶναι, καὶ τοὺς συμβουλεύοντας τὴν παράνομον ὑμῶν δυναστείαν μὴ περιορᾶν αὐξομένην, τὰ δίκαια τῷ κοινῷ [4] φρονοῦντας ἀποδείκνυτε; ἐμοὶ μὲν γὰρ δοκεῖ. ἀλλ᾽ εἴ γε τἀναντία βούλεσθε ὧν διαβέβλησθε ποιεῖν, ἐμοὶ συμβούλῳ χρησάμενοι μετριάσατε καὶ τοὺς λόγους, ἐφ᾽ οἷς ἄχθεσθε, πολιτικῶς καὶ μὴ δυσοργήτως ἐνέγκατε. [p. 48] περιέσται γὰρ ὑμῖν μέν, εἰ τοῦτο ποιήσετε, ἀγαθοῖς εἶναι δοκεῖν, τοῖς δ᾽ ἀπεχθῶς διακειμένοις πρὸς ὑμᾶς μετανοεῖν.

  δίκαια μὲν δὴ ταῦτα προεχόμενοι πρὸς ὑμᾶς μεγάλα, ὥς γ᾽ οὖν οἰόμεθα, πείθομεν ὑμᾶς μηδὲν ἐξαμαρτάνειν: χρηστὰ δὲ καὶ φιλάνθρωπα ἔργα, οἷς χρησόμεθα οὐκ ὀνειδίσαι βουλόμενοι ὑμᾶς, ἀλλ᾽ ἐπιεικεστέρους ποιῆσαι, — χωρὶς τῶν παλαιῶν τὰ νεωστὶ γενόμενα περὶ τὴν κάθοδον ὑμῶν, — ὧν ἡμεῖς μὲν ἐπιλελῆσθαι βουλόμεθα, ὑμεῖς δὲ δίκαιοί ἐστε μεμνῆσθαι. [2] ἀναγκαζόμεθα δ᾽ αὐτὰ παραφέρειν νυνὶ χρῄζοντες ἀντὶ πολλῶν καὶ μεγάλων, ὧν ὑμῖν δεομένοις ἐχαρισάμεθα, ταύτην παρ᾽ ὑμῶν ἀντιλαβεῖν τὴν χάριν, μήτ᾽ ἀποκτεῖναι μήτ᾽ ἐκβαλεῖν τῆς πόλεως ἄνδρα φιλόπολιν καὶ τὰ πολέμια πάντων κράτιστον. ζημιωσόμεθα γὰρ οὐ μικρά, εὖ ἴστε, ὦ δημόται, τοιαύτης ἀποστερήσαντες ἀρετῆς τὴν πόλιν. μάλιστα μὲν οὖν δι᾽ αὐτὸν ἐκεῖνον ὑφεῖναι τῆς ὀργῆς δίκαιοί ἐστε μνησθέντες, ὅσους ὑμῶν ἔσωσεν ἐν τοῖς πολέμοις, καὶ μὴ λόγων μνησικακεῖν φαύλων, ἀλλ᾽ ἔργων μεμνῆσθαι καλῶν. [3] ὁ μὲν γὰρ λόγος ὑμᾶς τοῦ ἀνδρὸς οὐδὲν ἔβλαψεν, αἱ δὲ πράξεις αὐτοῦ μεγάλα ὠφέλησαν. εἰ δὲ πρὸς τοῦτον ἀδιαλλάκτως ἔχετε, ἡμῖν γέ τοι καὶ τῇ βουλῇ χαρίσασθε αὐτὸν δεομένοις, καὶ διαλλάγητε ἤδη ποτὲ βεβαίως τήν τε πόλιν, ὥσπερ ἐξ ἀρχῆς εἶχε, μίαν [p. 49] εἶναι ποιήσατε. εἰ δὲ πείθουσιν ἡμῖν οὐ συγχωρήσετε, εὖ ἴστε, ὅτι οὐδ᾽ ἡμεῖς βιαζομένοις ὑμῖν εἴξομεν, ἀλλ᾽ ἤτοι φιλότητος ἀδόλου καὶ χαρίτων ἔτι μειζόνων ἥδε ἡ πεῖρα τοῦ δήμου πᾶσιν αἰτία ἔσται, ἢ πολέμου ἐμφυλίου αὖθις ἄρξει καὶ κακῶν ἀνηκέστων.

  τοιαῦτα τοῦ Μηνυκίου διεξελθόντος ὁρῶντες οἱ δήμαρχοι τῇ τε μετριότητι τῶν λόγων καὶ τῇ φιλανθρωπίᾳ τῶν ὑποσχέσεων ἐπαγόμενον τὸ πλῆθος ἤχθοντο καὶ χαλεπῶς ἔφερον, μάλιστα δὲ Γάιος Σικίννιος Βελλοῦτος, ὁ πείσας τοὺς πένητας ἀποστῆναι τῶν πατρικίων καὶ στρατηγὸς ἀποδειχθεὶς ὑπ᾽ αὐτῶν, ἕως ἦσαν ἐν τοῖς ὅπλοις, ἔχθιστος ἀνὴρ ἀριστοκρατίᾳ καὶ διὰ τοῦτο προηγμένος ὑπὸ τῶν πολλῶν εἰς ἐπιφάνειαν τήν τε δημαρχικὴν ἐξουσίαν δεύτερον ἤδη παρειληφώς, ἁπάντων ἥκιστα τῶν δημαγωγῶν ἑαυτῷ συμφέρειν ὁμονοῆσαι οἰόμενος τὴν πόλιν καὶ τὸν ἀρχαῖον ἀναλαβεῖν κόσμον. [2] οὐ γὰρ ὅσον τὰς τιμὰς καὶ τὰς δυνάμεις ἕξειν ἔτι τὰς αὐτὰς ὑπελάμβανεν ἀριστοκρατίας πολιτευομένης, γεγονώς τε κακῶς καὶ τεθραμμένος ἀδόξως καὶ λαμπρὸν οὐθὲν ἀποδειξάμενος οὔτε κατὰ πολέμους οὔτ᾽ ἐν εἰρήνῃ, ἀλλὰ καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσειν, ὡς διεστασιακὼς τὴν πόλιν καὶ πολλῶν αὐτῇ κακῶν γεγονὼς αἴτιος. [3] ἐνθυμηθεὶς δὴ ὅσα [p. 50] χρῆν λέγειν τε καὶ πράττειν καὶ μετὰ τῶν συναρχόντων βουλευσάμενος, ἐπειδὴ κἀκείνους ἔσχεν ὁμογνώμονας, ἀνέστη καὶ μικρὰ περὶ τῆς κατεχούσης τὸν δῆμον ἀτυχίας ἀποδυράμενος τούς θ᾽ ὑπάτους ἐπῄνεσεν, ὅτι λόγον ἠξίωσαν ὑποσχεῖν τοῖς δημόταις οὐχ ὑπεριδόντες αὐτῶν τῆς ταπεινότητος, καὶ τοῖς πατρικίοις εἰδέναι χάριν ἔφησεν, εἴ τις αὐτοῖς ἤδη ποτὲ φροντὶς εἰσέρχεται τῆς σωτηρίας τῶν πενήτων: καὶ ἔτι μᾶλλον ἔφη μετὰ πάντων ἐκμαρτυρήσειν, ἐὰν ὅμοια παράσχωνται τοῖς λόγοις τὰ ἔργα.

  εἰπὼν δὲ ταῦτα καὶ δόξας μέτριος ὀργὴν εἶναι καὶ διαλλακτικὸς ἐπιστρέφει πρὸς τὸν Μάρκιον παρεστηκότα τοῖς ὑπάτοις καὶ λέγει: σὺ δέ, τί οὐκ ἀπολογῇ πρὸς τοὺς σαυτοῦ πολίτας, ὦ γενναῖε, περὶ ὧν εἶπας ἐν τῇ βουλῇ; μᾶλλον δὲ τί οὐκ ἀντιβολεῖς καὶ παραιτῇ τὰς ὀργὰς αὐτῶν, ἵνα μετριωτέραν ἐπιθῶσί σοι ζημί
αν; ἀρνεῖσθαι μὲν γὰρ οὐκ ἂν ἀξιώσαιμί σε τοσούτων ἀνδρῶν εἰδότων οὐδ᾽ εἰς ἀναισχύντους καταφεύγειν ἀπολογίας, Μάρκιον ὄντα καὶ φρόνημα μεῖζον ἢ κατ᾽ ἰδιώτην ἔχοντα: εἰ μὴ ἄρα τοῖς μὲν ὑπάτοις καὶ τοῖς πατρικίοις καλῶς ἔχει πείθειν ὑπὲρ σοῦ τὸν δῆμον, σοὶ δ᾽ οὐκ ἄρα καλῶς ἕξει ταὐτὸ [2] τοῦτο περὶ σεαυτοῦ ποιήσαντι; ταῦτα δ᾽ ἔλεγεν οὐκ [p. 51] ἀγνοῶν, ὅτι μεγαλόφρων ἀνὴρ οὐχ ὑπομενεῖ κατήγορος ἑαυτοῦ γενόμενος ὡς ἡμαρτηκὼς ἄφεσιν αἰτεῖσθαι τῆς τιμωρίας, οὐδ᾽ εἰς ὀλοφυρμοὺς καὶ δεήσεις καταφεύξεται παρὰ τὸν ἑαυτοῦ τρόπον, ἀλλ᾽ ἤτοι καὶ τὸ παράπαν ἀπαξιώσει τὴν ἀπολογίαν, ἢ τὴν ἔμφυτον αὐθάδειαν φυλάττων οὐθὲν ὑποθωπεύσει τὸν δῆμον μετριάσας περὶ τοὺς λόγους: ὅπερ καὶ συνέβη. [3] γενομένης γὰρ ἡσυχίας καὶ πολλῆς ἐμπεσούσης ὀλίγου δεῖν πᾶσι τοῖς δημοτικοῖς προθυμίας ἀπολύειν αὐτόν, εἰ τὸν παρόντα θεραπεύσειε καιρόν, τοιαύτην αὐθάδειαν ἐπεδείξατο λόγων, καὶ τοσοῦτον αὐτῶν κατεφρόνησεν, ὥστε παρελθὼν ἔξαρνος μὲν ὑπὲρ οὐθενὸς ἦν τῶν πρὸς τὴν βουλὴν εἰρημένων κατὰ τοῦ πλήθους, οὐδ᾽ ὡς μεταγινώσκων ἐπ᾽ αὐτοῖς εἰς οἴκτους καὶ παραιτήσεις ἐτρέπετο: ἀρχὴν δ᾽ οὐδὲ δικασταῖς αὐτοῖς ἠξίου χρῆσθαι περὶ οὐδενὸς πράγματος, ὡς οὐδεμίαν ἔχουσιν ἐξουσίαν νόμιμον: εἰ δὲ βουλήσεταί τις ἐπὶ τῶν ὑπάτων αὐτοῦ κατηγορεῖν εἴτ᾽ ἔργων εὐθύνας ἀπαιτῶν εἴτε λόγων, [4] ἔνθα νόμος ἐστὶν ἕτοιμος εἶναι δίκην ὑπέχειν. παρεληλυθέναι δὲ πρὸς τοὺς δημότας ἔλεγεν, ἐπειδὴ καλοῦσιν αὐτοί, τὰ μὲν ἐπιτιμήσων ταῖς παρανομίαις αὐτῶν καὶ πλεονεξίαις, αἷς ἐχρήσαντο περί τε τὴν ἀπόστασιν καὶ μετὰ τὴν κάθοδον: τὰ δὲ συμβουλεύσων ἐπισχεῖν ἤδη ποτὲ καὶ συστεῖλαι τὰς ἀδίκους ἐπιθυμίας. [5] καὶ μετὰ τοῦτ᾽ ἐπιστρεφῶς πάνυ καὶ θρασέως ἁπάντων αὐτῶν καθήπτετο καὶ μάλιστα τῶν δημάρχων. προσῆν δ᾽ αὐτοῦ τοῖς λόγοις οὐχ ὡς πολίτου δῆμον ἀναδιδάσκοντος εὐλόγιστος αἰδώς, οὐδ᾽ ὡς ἰδιώτου [p. 52] πολλοῖς ἀπεχθομένου σώφρων εὐλάβεια πρὸς τὰς τοῦ κρατοῦντος ὀργάς, ἀλλ᾽ ὡς ἐχθροῦ προπηλακίζοντος ἀδεῶς τοὺς ὑπὸ χεῖρας ἄκρατός τις χολὴ καὶ βαρεῖα τοῦ κακῶς πάσχοντος ὑπεροψία.

 

‹ Prev