Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 253
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 253

by Dionysius of Halicarnassus


  οὐ λανθάνει μὲν ἡμᾶς, ὦ βουλή, τὸ συμβησόμενον, ὅτι δι᾽ αἰτίας ἐσόμεθα παρὰ τῷ δήμῳ τῆς εἰς ὑμᾶς ἀφίξεως ἕνεκα, καὶ κατήγορον ἕξομεν τοῦ προβουλεύματος ἄνδρα τὴν αὐτὴν ἐξουσίαν ἔχοντα ἡμῖν, ὃς οὐκ ᾤετο δεῖν, ἃ δίδωσιν ἡμῖν ὁ νόμος, ταῦτα παρ᾽ ὑμῶν αἰτεῖν, οὐδ᾽ ἐν εὐεργεσίας μέρει τὸ δίκαιον λαμβάνειν. κίνδυνον δ᾽ οὐ τὸν ἐλάχιστον ἀναρρίψομεν εἰς δίκην ὑπαχθέντες, ἀλλ᾽ ὡς αὐτόμολοι καὶ προδόται καταγνωσθέντες τὰ αἴσχιστα πεισόμεθα. [2] ἀλλὰ καίπερ ἐπιστάμενοι ταῦτα, ὅμως ὑπεμείναμεν εἰς ὑμᾶς ἐλθεῖν [p. 60] τῷ τε δικαίῳ πεποιθότες καὶ τοῖς ὅρκοις ἐπιτρέψαντες, οἷς ὀμόσαντες οἴσετε τὰς γνώμας. φαῦλοι μὲν οὖν ἡμεῖς γ᾽ ὡς περὶ τηλικούτων καὶ τοσούτων λέγειν καὶ πολὺ τοῦ προσήκοντος ἐνδεέστεροι, τὰ δὲ πράγματα οὐ φαῦλα, ὑπὲρ ὧν λέξομεν. τούτοις οὖν προσέχετε τὸν νοῦν, καὶ ἐὰν ὑμῖν δόξῃ δίκαιά τε καὶ συμφέροντα τῷ κοινῷ, προσθήσω δ᾽ ὅτι καὶ ἀναγκαῖα, συγχωρήσατε ἡμῖν αὐτῶν τυχεῖν ἑκόντες.

  ἐρῶ δὲ περὶ τοῦ δικαίου πρῶτον. ὑμεῖς δή, ὦ βουλή, ὅτε τοὺς βασιλεῖς ἀπηλλάξατε συμμάχους ἔχοντες ἡμᾶς καὶ τὴν πολιτείαν, ἐν ᾗ νῦν ἐσμεν, κατεστήσατε, ἣν οὐ ψέγομεν, μειονεκτοῦντας ἐν ταῖς δίκαις τοὺς δημοτικοὺς ὁρῶντες, ὁπότε συμβαίη τι διάφορον αὐτοῖς πρὸς τοὺς πατρικίους: πολλὰ δ᾽ ἦν ταῦτα: νόμον ἐκυρώσατε Ποπλίου Οὐαλερίου θατέρου τῶν ὑπάτων γνώμῃ χρησάμενοι, ἐξεῖναι τοῖς κατισχυομένοις ὑπὸ τῶν πατρικίων δημόταις προκαλεῖσθαι τὰς κρίσεις ἐπὶ τὸν δῆμον: καὶ παρ᾽ οὐδὲν οὕτως ἕτερον ὡς τὸν νόμον τόνδε τήν τε πόλιν ἐν ὁμονοίᾳ διεφυλάξατε καὶ [2] τοὺς βασιλεῖς ἐπιόντας ἀπεώσασθε. τοῦτον δὴ προφερόμενοι τὸν νόμον, ὑπὲρ ὧν ἅπαντες ἀδικεῖσθαί τε καὶ κατισχύεσθαι λέγομεν ὑπὸ Γαΐου Μαρκίου τουδί, καλοῦμεν αὐτὸν ἐπὶ τὸν δῆμον καὶ τὰ δίκαια παραγγέλλομεν ἐκεῖ λέγειν. καὶ προβουλεύματος ἐνταῦθ᾽ οὐκ ἔδει. περὶ ὧν γὰρ οὐκ εἰσὶ νόμοι, περὶ τούτων ὑμεῖς τοῦ [p. 61] προβουλεύεσθαι κύριοι καὶ ὁ δῆμος ἐπιψηφίσαι: νόμου δ᾽ ὄντος ἀκινήτου, κἂν μηδὲν ὑμεῖς προβουλεύσητε, [3] τούτῳ δήπου χρηστέον. οὐ γὰρ δὴ τοῦτό γ᾽ ἂν εἴποι τις, ὅτι τῶν μὲν ἰδιωτῶν ὄντων οἷς τὸ μειονεκτεῖν συμβαίνει περὶ τὰς κρίσεις κυρίαν εἶναι δεῖ τὴν ἐπὶ τὸν δῆμον πρόκλησιν, ἡμῖν δὲ τοῖς δημάρχοις ἄκυρον. νόμου μὲν δὴ συγχωρήματι τῷδε ἰσχυριζόμενοι καὶ διὰ τοῦτο παρακινδυνεύσαντες ὑφ᾽ ὑμῖν γενέσθαι δικασταῖς ἥκομεν. [4] ἐπ᾽ ἀγράφῳ δὲ καὶ ἀνομοθετήτῳ φύσεως δικαίῳ τόδε ἀξιοῦμεν, ὦ βουλή, μήτε πλέον ἔχειν ὑμῶν τὸν δῆμον μήτε μεῖον, ἐν γοῦν τῷ δικαίῳ, οἱ πολλοὺς καὶ μεγάλους συνδιενέγκαντες ὑμῖν πολέμους καὶ περὶ τὴν ἀπαλλαγὴν τῶν πολέμων πλείστην ἐπιδειξάμενοι προθυμίαν, καὶ τοῦ μηδενὶ τὸ κελευόμενον ποιεῖν τὴν πόλιν, ἀλλ᾽ αὐτὴν ἑτέροις ἐπιτάττειν τὰ δίκαια, οὐκ ἐλαχίστην μοῖραν παρασχόμενοι. [5] οὕτω δ᾽ ἂν ἡμῖν τὸ μὴ μεῖον ἔχειν τῶν δικαίων ἀποδοίητε, ὦ πατέρες, εἰ τοὺς ἐπιχειροῦντας εἰς τὰ σώματα ἡμῶν καὶ τὴν ἐλευθερίαν παρανομεῖν κωλύοιτε τὸν ἐκ [p. 62] τῆς δίκης ἐφιστάντες αὐτοῖς φόβον. ἀρχὰς μὲν δὴ καὶ προεδρίας καὶ τιμὰς τοῖς ἀρετῇ καὶ τύχῃ προὔχουσιν ἡμῶν οἰόμεθα δεῖν ἀπονέμειν: τὸ δὲ μηδὲν ἀδικεῖσθαι καὶ τὸ δίκας ὧν ἄν τις πάθῃ προσηκούσας λαμβάνειν ἴσα καὶ κοινὰ τοῖς ἅμα πολιτευομένοις εἶναι δικαιοῦμεν. [6] ὥσπερ οὖν τῶν λαμπρῶν καὶ μεγάλων ἀφιστάμεθ᾽ ὑμῖν, οὕτως τῶν ἴσων καὶ κοινῶν οὐ μεθιέμεθα. ἱκανὰ ταῦτ᾽ εἰρήσθω περὶ τοῦ δικαίου πολλῶν ἐνόντων καὶ ἄλλων λέγεσθαι.

  ὡς δὲ καὶ συνοίσει τῷ κοινῷ ταῦθ᾽ ὡς ὁ δῆμος ἀξιοῖ γινόμενα, μικρὰ διεξιόντος ἀνέχεσθέ μου. φέρε γάρ, εἴ τις ὑμᾶς ἔροιτο, τί μέγιστον οἴεσθε εἶναι τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις, καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον, ἆρ᾽ οὐχὶ τὴν διχοστασίαν εἴποιτ᾽ ἄν; ἐμοὶ γοῦν δοκεῖ. [2] τίς γὰρ ὑμῶν οὕτως ἠλίθιός ἐστιν ἢ σκαιὸς ἢ πέρα τοῦ μετρίου μισῶν τὴν ἰσηγορίαν, ὃς οὐκ οἶδεν, ὅτι δοθείσης ἐξουσίας τῷ δήμῳ κρίνειν ἃς ἔξεστιν αὐτῷ δίκας κατὰ τὸν νόμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα,εἰ δὲ τἀναντία γνοίητε καὶ ἀφέλοισθ᾽ ἡμῶν τὴν ἐλευθερίαν: ἐλευθερίαν γὰρ ἀφαιρήσεσθε δίκην καὶ νόμον ἀφαιρούμενοι: στασιάζειν ἡμᾶς αὖθις ἀναγκάσετε καὶ πολεμεῖν ὑμῖν; ἐξ ἧς γὰρ ἂν ἐξελασθῇ πόλεως δίκη καὶ νόμος, εἰς ταύτην στάσις εἰσπορεύεσθαι φιλεῖ καὶ πόλεμος. [3] καὶ ὅσοι μὲν οὐκ [p. 63] ἦλθον εἰς πεῖραν ἐμφυλίων διαφορῶν, οὐδὲν θαυμαστόν, εἰ δι᾽ ἀπειρίαν τῶν κακῶν μήτ᾽ ἄχθονται τοῖς γεγονόσι δεινοῖς μήτε κωλύουσιν ἐκ πολλοῦ τὰ μέλλοντα. ὅσοι δ᾽ ὥσπερ ὑμεῖς εἰς τοὺς ἐσχάτους κινδύνους καταστάντες ἀγαπητῶς ἀπηλλάγησαν, ἣν ὁ καιρὸς ἀπῄτει ποιησάμενοι τῶν κακῶν λύσιν, τίς εὐπρεπὴς ἢ μετρία πρόφασις ἀπολείπεται τούτοις, ἐὰν ἔτι ταῖς αὐταῖς συμφέρωνται τύχαις; [4] τίς δ᾽ οὐκ ἂν ὑμῶν καταγνοίη πολλὴν ἄνοιαν καὶ μανίαν ἐνθυμούμενος, ὅτι μικρὸν μὲν ἔμπροσθεν ὑπὲρ τοῦ μὴ στασιάζειν τοὺς δημότας πολλὰ παρὰ γνώμην ὑπεμείνατε, ὧν ἔνια οὔτε κάλλιστα ἦν ἴσως οὔτε λυσιτελέστατα: νῦν δ᾽ οὔτ᾽ εἰς χρήματα βλάπτεσθαι μέλλοντες οὔτ᾽ εἰς εὐδοξίαν οὔτ᾽ εἰς ἄλ�
�ο τῶν κοινῶν οὐδ᾽ ὁτιοῦν, ἵνα χαρίζησθε τοῖς μισοδημοτάτοις, τὸ δημοτικὸν αὖθις ἐκπολεμώσετε; οὔκ, [5] ἐάν γε σωφρονῆτε. ἡδέως δ᾽ ἂν ὑμᾶς ἐροίμην, τίνα γνώμην λαβόντες τότε τὴν κάθοδον ἡμῖν συνεχωρήσατε ἐφ᾽ οἷς ἠξιοῦμεν, πότερα λογισμῷ προϊδόμενοι τὸ κράτιστον ἢ τῇ ἀνάγκῃ εἴξαντες; εἴπερ γὰρ ταῦθ᾽ ὑπελαμβάνετε ὠφελιμώτατα εἶναι τῇ πόλει, τί οὐ μένετε καὶ νῦν ἐν αὐτοῖς; εἰ δ᾽ ἀναγκαῖα καὶ οὐκ ἐνδεχόμενα ἄλλως γενέσθαι, τί χαλεπαίνετε γενομένοις; τὴν ἀρχὴν [p. 64] γὰρ ἴσως ἔδει μὴ συγχωρῆσαι, εἰ δύναμις ἦν ὑμῖν, συγχωρήσαντας δὲ μηκέτι τοῖς πεπραγμένος ἐγκαλεῖν.

  ἐμοὶ μὲν γὰρ δοκεῖτε, ὦ βουλή, περὶ μὲν τὰς διαλύσεις γνώμῃ τῇ βελτίστῃ κεχρῆσθαι ... οἷς ἀνάγκη εἴκειν ... τοῦ βέβαια τηρεῖν τὰ συγκείμενα. θεοὺς γὰρ ἡμῖν ἐγγυητὰς ἐδώκατε τῶν ὁμολογιῶν, πολλὰ καὶ δεινὰ ἐπαρασάμενοι τοῖς παραβᾶσι τὰς συνθήκας αὐτοῖς τε καὶ ἐγγόνοις εἰς τὸν ἀεὶ χρόνον. ἀλλ᾽ ὅτι μὲν δὴ τά τε δίκαια ἀξιοῦμεν καὶ τὰ συμφέροντα, ἃ καὶ πολλὴ ἀνάγκη ποιεῖν ὑμᾶς μεμνημένους τῶν ὅρκων, ὡς πρὸς εἰδότας ἅπαντας οὐκ οἶδ᾽ ὅ τι δεῖ πλείω λέγοντα ἐνοχλεῖν. [2] ὡς δ᾽ οὐ μικρὰ τὰ διαφέροντα ἡμῖν ἐστι τόνδε μὴ ἐκλιπεῖν τὸν ἀγῶνα μήτε βίᾳ εἴξαντας μήτ᾽ ἀπάτῃ παραχθέντας, ἀλλὰ κατὰ πολλὴν ἀνάγκην εἰς αὐτὸν ἀφίγμεθα, δεινὰ καὶ πέρα δεινῶν πεπονθότες ὑπὸ τοῦδε τοῦ ἀνδρός, μάθετε, ὦ πατέρες, μᾶλλον δ᾽ ἀναμνήσθητε: οὐδὲν γὰρ ὅ τι οὐ πρὸς εἰδότας ὑμᾶς ἅπαντας ἐρῶ: καὶ ἅμα γνώμῃ χρήσασθε οἰκείᾳ πρὸς τὰ λεγόμενα ἐνθυμηθέντες, εἰ τῶν δημοτῶν ἡμῶν ἐπεχείρησέ τις ἐν τῷ πλήθει τοιαῦτα λέγειν ἢ πράττειν [p. 65] καθ᾽ ὑμῶν, οἷα Μάρκιος ἐτόλμησεν ἐνθάδε εἰπεῖν, ποῖόν ποτ᾽ ἂν ὑμῖν παρέστη πρὸς αὐτὸν πάθος.

  τὰς γὰρ ὑπὲρ τῆς ὁμονοίας τῇ βουλῇ ἀκινήτους ὁμολογίας καὶ μόνον οὐκ ἀδαμαντίνοις δεσμοῖς ἠσφαλισμένας, ἃς οὔτε ὑμῖν τοῖς ὀμωμοκόσιν οὔτε τοῖς ἐξ ὑμῶν ἐσομένοις καταλύειν θέμις, ἕως ἂν ἡ πόλις ἥδε οἰκῆται, πρῶτος ἐπεχείρησε λύειν ἐξ ὑμῶν οὑτοσὶ Μάρκιος οὔπω τέταρτον ἔτος ἐξ οὗ γεγενημένας, οὐ σιγῇ πράττων τὴν κατάλυσιν, οὐδ᾽ εἰς ἀφανές που καταδὺς χωρίον, ἀλλ᾽ ἀναφανδὸν ἐν τῷδε τῷ τόπῳ πάντων παρόντων ὑμῶν γνώμην ἀποφηνάμενος, ὡς χρὴ τὴν δημαρχικὴν ἐξουσίαν μηκέτι συγχωρεῖν ἡμῖν, ἀλλ᾽ ἀνελεῖν, ᾗ πρώτῃ καὶ μόνῃ τῆς ἐλευθερίας φυλακῇ [2] πιστεύσαντες ἐποιησάμεθα τὰς διαλύσεις. καὶ οὐκ ἐνταῦθ᾽ ἔστη τῆς ἀλαζονείας, ἀλλ᾽ ὕβριν τὴν ἐλευθερίαν τῶν πενήτων καὶ τυραννίδα τὴν ἰσηγορίαν ὀνομάζων ἀφελέσθαι παρῄνει ταύτην ὑμῖν. ὃ δὲ πάντων ἀνοσιώτατον ἦν τῶν τότε ὑπὸ τούτου ἀξιωθέντων, ἀναμνήσθητε, ὦ πατέρες, ὅτ᾽ ἀπέφαινε καλὸν εἶναι καιρὸν ἀπομηνμονεῦσαι πρὸς τὸ δημοτικὸν ἁπάσας τὰς ἐπὶ τοῖς προτέροις ἐγκλήμασιν ὀργάς, καὶ παρῄνει νῦν, ἐν ᾧ τετρύχωταί θ᾽ ὑπ᾽ ἀχρηματίας καὶ πολὺν ἤδη χρόνον τῆς ἀναγκαίου σπανίζεται τροφῆς, ἅπαν αὐτὸ ἐπιτρῖψαι, διακατασχόντας ἐπὶ τῆς αὐτῆς ἀπορίας τῶν [p. 66] [3] ἐπιτηδείων τὴν ἀγοράν. οὐ γὰρ ἀνθέξειν ἡμᾶς ἐπὶ πολὺν χρόνον ὀλίγα σιτία πολλοῦ ὠνουμένους ἀργυρίου πένητας ἀνθρώπους, ἀλλὰ τοὺς μὲν οἰχήσεσθαι τὴν πόλιν ἐκλείποντας, ὅσοι δ᾽ ἂν ὑπομείνωσι τῷ κακοδαιμονεστάτῳ διαφθαρήσεσθαι τῶν μόρων. οὕτω δ᾽ ἄρα παρεφρόνει καὶ θεοβλαβὴς ἦν ταῦτα πείθων ὑμᾶς, ὥστ᾽ οὐδ᾽ ἐκεῖνο ἠδυνήθη καταμαθεῖν, χωρὶς τῶν ἄλλων ὧν προσετρίβετο τὰς τῆς βουλῆς σπονδὰς λύειν ἀξιῶν, ὅτι πένητες ἄνθρωποι τῆς ἀναγκαίου τροφῆς ἀποκλειόμενοι τοσοῦτοι τὸ πλῆθος ὄντες ὁμόσε χωρεῖν ἀναγκασθήσονται τοῖς αἰτίοις τῆς συμφορᾶς οὐθὲν ἔτι φίλιον ἡγούμενοι. [4] ὥστ᾽ εἰ μανέντες ὑμεῖς ἐπεκυρώσατε τὰς γνώμας αὐτοῦ, μηθὲν ἂν γενέσθαι τὸ διὰ μέσου, ἀλλ᾽ ἤτοι τὸ δημοτικὸν ἀπολωλέναι πλῆθος ἅπαν, ἢ μηδὲ τὸ τῶν πατρικίων περιλελεῖφθαι γένος. οὐ γὰρ ἂν οὕτως ἀνδραποδωδῶς παρέσχομεν ἑαυτούς, οἱ μὲν ἐκπεσεῖν, οἱ δ᾽ ἀποθανεῖν, ἀλλὰ θεοὺς μάρτυρας ὧν ἐπάσχομεν καὶ δαίμονας ἐπικαλεσάμενοι, πολλῶν ἂν ἐξεπληρώσαμεν, εὖ ἴστε, τὰς ἀγορὰς καὶ τοὺς στενωποὺς νεκρῶν, καὶ μέγαν αἵματος κρατῆρα πολιτικοῦ στήσαντες οὕτως ἂν ἐδεξάμεθα τὴν ὀφειλομένην μοῖραν. τοιούτων ὑμῖν δυσσεβημάτων εἰσηγητής, ὦ πατέρες, ἐγένετο, καὶ τοιαῦτα δημηγορεῖν ᾤετο δεῖν.

  καὶ οὐχὶ λέγειν μὲν ὁ Μάρκιος, ἐξ ὧν διαστήσει τὴν πόλιν, ἐπεχείρησε, πράττειν δ᾽ οὐχ οἷα [p. 67] ἔλεγεν ἐπεβάλετο, ἀλλὰ καὶ στῖφος ἀνθρώπων εἰς ἅπασαν ὑπηρεσίαν ἑτοίμων παρ᾽ ἑαυτῷ ἔχων, καλούμενος ἐπὶ τὴν ἀρχὴν ἡμῶν οὐκ ἀπαντᾷ, καὶ τοῖς ὑπηρέταις τοῖς ἡμετέροις, ὁπότε κελευσθέντες ἄγειν αὐτὸν ἐπιβάλλοιντο, πληγὰς ἐντρίβεται, καὶ οὐδὲ τῶν ἡμετέρων σωμάτων τὼ χεῖρε τελευτῶν ἀπέχεται. [2] ὥστε περίεστιν ἡμῖν, τό γ᾽ ἐπὶ τοῦτον εἶναι μέρος, ὄνομα μὲν εὐπρεπὲς ἀσύλου ἀρχῆς ἐπὶ χλευασμῷ κείμενον ἔχειν, ἔργον δὲ τῶν ἀποδεδομένων τῇ ἀρχῇ μηδ᾽ ὁτιοῦν πράττειν. πῶς δ᾽ ἂν ἑτέροις ἀδικεῖσθαι λέγουσι βοηθήσαιμεν, οἷς γε μηδ᾽ αὐτοῖς ὑπάρχει τἀσφαλές; ταύτας μέντοι τὰς ὕβρεις οἱ πένητες ὑβριζόμενοι πρὸς ἑνὸς ἀνδρὸς οὔπω τυραννοῦντος, ἀλλ᾽ ἔτι μέλλοντος, κα
ὶ τὰ μὲν ἤδη πεπονθότες, ὦ βουλή, δεινά, τὰ δ᾽ εἰ μὴ τὸ πλεῖον ὑμῶν μέρος ἐμποδὼν ἐγένετο παρασχεδὸν ἐλθόντες παθεῖν, ἄρα εἰκότως ἀγανακτοῦμεν καὶ βοηθείας τινὸς οἰόμεθα δεῖν οὐκ ἄνευ τῆς ὑμετέρας συναγανακτήσεως τυχεῖν, ἐπὶ δίκην αὐτὸν ἴσην καὶ νόμιμον, ὦ βουλή, προσκαλούμενοι, περὶ ἣν ἅπασα ἡ πληθὺς μερισθεῖσα κατὰ φυλὰς λόγου δοθέντος τοῖς δεομένοις ἔνορκον ἐποίσει τὴν ψῆφον. [3] ἴθι ἐκεῖ, Μάρκιε, καὶ ταῦθ᾽, ἃ μέλλεις λέγειν ἐνθάδε, πρὸς ἅπαντας τοὺς πολίτας ἀθρόους ἀπολογοῦ, εἴτε ὡς ἀπὸ τοῦ βελτίστου [p. 68] τὰ κράτιστα συνεβούλευες τούτοις καὶ συνήνεγκεν ἂν τῇ πόλει ταῦτα γενόμενα, εἴτε ὡς οὐκ ἔστι δίκαιον λόγων εὐθύνας ὑπέχειν τοὺς ἀποφαινομένους ἐνθάδε τὰς γνώμας, εἴτε ὡς οὐκ ἐκ προνοίας οὐδὲ ἐπιβουλῆς, ἀλλ᾽ ὀργῇ ἐπιτρέψας τὰ μιαρὰ ταῦτα παραινεῖν προήχθης, [4] εἴθ᾽ ὁτιδήποτε ἄλλο ἀπολόγημα ἔχεις. καταβίβασον ἀπὸ τῶν ὑπερηφάνων καὶ τυραννικῶν αὐχημάτων ἐκείνων σεαυτὸν ἐπὶ τὸ δημοτικώτερον, ὦ πονηρέ, καὶ ποίησον ἤδη ποτὲ τοῖς ἄλλοις ἀνθρώποις ὅμοιον. ἡμαρτηκότος λαβὲ καὶ παραιτουμένου σχῆμα ταπεινὸν καὶ ἐλεεινόν, οἷον ἀπαιτοῦσιν αἱ συμφοραί. μὴ βιαζόμενος τοὺς κακῶς πεπονθότας, ἀλλ᾽ ὑπερχόμενος ἀξίου σώζεσθαι. [5] γενέσθω σοι παράδειγμα τῆς ἐπιεικείας, ᾗ χρώμενος ἂν εἴης πρὸς τοὺς ἅμα πολιτευομένους ἀνεπίληπτος, τὰ τῶν ἀγαθῶν τούτων ἔργα, οἳ τοσοῦτοι μὲν ὄντες τὸ πλῆθος, ὅσους νῦν αὐτὸς ὁρᾷς, τοσαύτας δ᾽ ἀρετὰς ἀποδεδειγμένοι καὶ πολεμικὰς καὶ πολιτικάς, ἃς οὐδ᾽ ἐν πολλῷ πάνυ χρόνῳ διελθεῖν ῥᾴδιον, οὐδὲν ὠμὸν οὐδ᾽ ὑπερήφανον ἐξήνεγκαν τέλος καθ᾽ ἡμῶν τῶν φαύλων καὶ ταπεινῶν οἱ σεμνοὶ καὶ μεγάλοι, ἀλλὰ καὶ λόγων ἦρξαν συμβατηρίων αὐτοὶ πρότεροι προτείνοντες διαλλαγάς, ὅτε διεῖλεν ἡμᾶς ἀπ᾽ ἀλλήλων ἡ τύχη, καὶ τὰς συμβάσεις οὐχ ὡς ἑαυτοῖς ὑπελάμβανον ἄριστα ἕξειν, ἀλλ᾽ ὡς ἡμεῖς ἠξιοῦμεν [p. 69] συνεχώρησαν γενέσθαι, καὶ τὰ τελευταῖς ταυτὶ τὰ περὶ τὴν σιτοδοσίαν ἔναγχος τοῦ χρόνου προσκρούματα, ἐφ᾽ οἷς δι᾽ αἰτίας εἴχομεν αὐτούς, περὶ πολλοῦ ἐποιήσαντο ἀπολύσασθαι.

 

‹ Prev