ἀπὸ δὲ ταύτης ἀναστήσας τῆς πόλεως ἤλαυνε τὸν στρατὸν ἐπὶ Βοίλλας, ἐπιφανῆ τότε οὖσαν καὶ ἐν ὀλίγαις πάνυ ταῖς ἡγουμέναις τοῦ Λατίνων γένους πόλεσιν ἐξεταζομένην. οὐ προσδεξαμένων δ᾽ αὐτὸν τῶν ἔνδον, ἀλλὰ τῷ τ᾽ ἐρύματι πιστευόντων ἐχυρῷ γε σφόδρα ὄντι καὶ τῷ πλήθει τῶν ἀπ᾽ αὐτοῦ μαχησομένων παρακαλέσας τὴν δύναμιν ἀγωνίζεσθαι προθύμως καὶ τοῖς πρώτοις ἐπιβᾶσι τοῦ τείχους μεγάλας δωρεὰς ὑποσχόμενος ἔργου εἴχετο: καὶ γίνεται μάχη περὶ τῇ πόλει ταύτῃ καρτερά. [2] οὐ γὰρ μόνον ἀπὸ τοῦ τείχους ἠμύνοντο τοὺς προσιόντας οἱ Βοιλλανοί, ἀλλὰ καὶ τὰς πύλας ἀνοίξαντες ἐξέθεον ἀθρόοι καὶ κατὰ τοῦ πρανοῦς ἐώθουν βίᾳ τοὺς ὑφισταμένους: φόνος τε [p. 152] πλεῖστος αὐτόθι τῶν Οὐολούσκων ἐγένετο καὶ χρόνος τῆς τειχομαχίας πολὺς τοῦ τε κρατήσειν τῆς πόλεως ἄπορος ἅπασιν ἡ ἐλπίς. ἀλλὰ τῶν ἀπολλυμένων ἄδηλον ἐποίει τὴν ἀπουσίαν ὁ στρατηγὸς ἀντικαθιστὰς ἑτέρους, τῶν δὲ καμνόντων παρεθάρρυνε τὴν ἀθυμίαν ἐπὶ τὸ πονοῦν μέρος τῆς στρατιᾶς αὐτὸς ὠθούμενος. ἦν δ᾽ οὐχ ὁ λόγος αὐτοῦ μόνον ἐπαγωγὸς εἰς τὸ εὔψυχον, ἀλλὰ καὶ τὰ ἔργα. πάντα γὰρ ὑφίστατο κίνδυνον καὶ οὐδεμιᾶς πείρας ἀπελείφθη, τέως ἑάλω τὸ [3] τεῖχος. κρατήσας δὲ καὶ ταύτης σὺν χρόνῳ τῆς πόλεως καὶ τῶν ἁλόντων τοὺς μὲν ἐν χειρῶν νόμῳ διαφθείρας, τοὺς δ᾽ αἰχμαλώτους λαβὼν ἀπῆγε τὴν δύναμιν ἐπιφανεστάτην νίκην ἐξενεγκάμενος καὶ λάφυρα κάλλιστα καὶ πλεῖστα ἄγων, χρήμασί τε παμπόλλοις, ὧν ἐγκρατὴς ἐγένετο: ἦν δ᾽ αὐτόθι ὅσα ἐν οὐδενὶ τῶν ἁλόντων χωρίων: πλουτίσας τὴν στρατιάν.
μετὰ τοῦτο χώρα θ᾽, ὅσην διαπορεύοιτο, ὑποχείριος ἦν καὶ πόλις οὐδεμία ἠναντιοῦτο ἔξω Λαουινίου, ἣν πρώτην τε πόλιν οἱ σὺν Αἰνείᾳ κατάραντες εἰς Ἰταλίαν Τρῶες ἔκτισαν, καὶ ἀφ᾽ ἧς τὸ Ῥωμαίων ἦν γένος, ὡς καὶ πρότερόν μοι δεδήλωται. οἱ δ᾽ ἐν ταύτῃ κατοικοῦντες πάντα πρότερον ᾤοντο δεῖν ὑπομένειν, ἢ τὸ πρὸς τοὺς ἀπογόνους σφῶν Ῥωμαίους [2] πιστὸν ἐγκαταλιπεῖν. ἐγένοντο μὲν οὖν καὶ τειχομαχίαι [p. 153] τινὲς αὐτόθι καρτεραὶ καὶ πρὸ τῶν ἐρυμάτων ὀξεῖαι μάχαι: οὐ μὴν ἑάλω γε τὸ τεῖχος ἀπὸ κράτους τῇ πρώτῃ ἐφόδῳ, ἀλλ᾽ ἐδόκει χρόνου δεῖν ἡ πολιορκία καὶ τριβῆς. ἀποστὰς οὖν τῆς πολιορκίας ὁ Μάρκιος περιετάφρευε κύκλῳ τὴν πόλιν καὶ ἀπεσταύρου, τὰς ὁδοὺς φυλάττων, ἵνα μήτ᾽ ἀγορὰ μήτ᾽ ἐπικουρία τις αὐτοῖς ἔξωθεν προσγένοιτο. [3] Ῥωμαῖοι δὲ τῶν τε κεκρατημένων ἤδη πόλεων τὸν ὄλεθρον ἀκούοντες καὶ τῶν προσθεμένων τῷ Μαρκίῳ τὴν ἀνάγκην, ταῖς τε πρεσβείαις ἐνοχλούμενοι ταῖς ἀφικνουμέναις ὡς αὐτοὺς ὁσημέραι παρὰ τῶν μενουσῶν ἐν τῇ φιλίᾳ καὶ δεομένων βοηθείας, τοῦ τε Λαουινίου τὸν περιτειχισμὸν ὀρρωδοῦντες ἐν χερσὶν ὄντα, καὶ εἰ τόδε τὸ φρούριον ἁλώσεται τὸν πόλεμον ἐπὶ σφᾶς ἥξειν εὐθὺς οἰόμενοι, μίαν ὑπέλαβον ἔσεσθαι πάντων τῶν κακῶν λύσιν, εἰ [4] ψηφίσαιντο τῷ Μαρκίῳ τὴν κάθοδον. καὶ ὅ τε δῆμος ἅπας ἐβόα τοῦτο, καὶ οἱ δήμαρχοι νόμον εἰσφέρειν ὑπὲρ ἀκυρώσεως τῆς καταδίκης ἐβούλοντο: ἀλλ᾽ οἱ πατρίκιοι ἠναντιώθησαν αὐτοῖς οὐκ ἀξιοῦντες τῶν δεδικασμένων λύειν οὐθέν. μὴ γενομένου δὲ προβουλεύματος ὑπὸ τῆς βουλῆς οὐδὲ τοῖς δημάρχοις ἔτι προθεῖναι γνώμην εἰς τὸν δῆμον ἐδόκει. [5] ὃ καὶ θαυμάζειν ἄξιον, ἀφ᾽ ἧς δήποτε αἰτίας ἡ βουλὴ σπουδάζουσα τὸν ἔμπροσθεν χρόνον ὑπὲρ τοῦ Μαρκίου τότε βουλομένῳ [p. 154] τῷ δήμῳ κατάγειν αὐτὸν ἠναντιώθη: πότερα πεῖραν αὐτοῦ ποιουμένη τῆς γνώμης καὶ τῷ μὴ συγχωρεῖν ἑτοίμως ἐπὶ τὸ μᾶλλον σπουδάζειν αὐτὸν παρορμῶσα, ἢ τὰς καθ᾽ ἑαυτῆς ἀπολύσασθαι βουλομένη διαβολὰς ὑπὲρ τοῦ μηθενὸς ὧν ἔπραττεν ὁ ἀνὴρ μήτε αἰτία μήτε συνεργὸς εἶναι. χαλεπὸν γὰρ ἦν ἀπόρρητον γενόμενον αὐτῆς τὸ βούλευμα συμβαλεῖν.
ἀκούσας δὲ ταῦτα παρ᾽ αὐτομόλων τινῶν ὁ Μάρκιος, ὡς εἶχεν ὀργῆς, εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ τὴν Ῥώμην, φυλακὴν τοῦ Λαουινίου τὴν ἀρκοῦσαν καταλιπών: καὶ αὐτίκα τῆς πόλεως σταδίους τετταράκοντα ἀποσχὼν κατεστρατοπέδευσε περὶ τὰς καλουμένας Κλοιλίας τάφρους. [2] μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς κατὰ τὴν πόλιν τοσοῦτος ἐνέπεσε θόρυβος ὡς αὐτίκα τοῖς τείχεσι τοῦ πολέμου προσάξοντος, ὥσθ᾽ οἱ μὲν ἐπὶ τὰ τείχη τὰ ὅπλα λαβόντες ἔθεον ἄνευ παραγγέλματος, οἱ δ᾽ ἐπὶ τὰς πύλας κατὰ πλῆθος ἐφέροντο χωρὶς ἡγεμόνος, οἱ δὲ τοὺς δούλους καθοπλίσαντες ἐπὶ τοῖς τέγεσι τῶν οἰκιῶν ἵστασαν, οἱ δὲ τήν τ᾽ ἄκραν καὶ τὸ Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς τόπους τῆς πόλεως κατελαμβάνοντο, γυναῖκές τε λελυμέναι τὰς κόμας ἐπὶ τὰ τεμένη καὶ τοὺς νεὼς ἔθεον ὀλοφυρόμεναί τε καὶ δεόμεναι τῶν θεῶν ἀποστρέψαι τῆς πόλεως τὸν ἐπιόντα φόβον. [3] ὡς δ᾽ ἥ τε [p. 155] νὺξ παρῆλθε καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον, καὶ οὐδὲν ὧν ἐδεδοίκεσαν ἐγίνετο, ἀλλ᾽ ἔμενεν ὁ Μάρκιος ἐφ᾽ ἡσυχίας, συνέδραμον ἅπαντες εἰς τὴν ἀγορὰν οἱ δημοτικοὶ καὶ τοὺς πατρικίους ἐκάλουν εἰς τὸ βουλευτήριον, καὶ εἰ μὴ προβουλεύσουσι τῷ ἀνδρὶ τὴν κάθοδον, αὐτοὶ βουλεύσεσθαι περὶ σφῶν αὐτῶν ἔφασαν ὡς προδιδόμενοι. [4] τότε δὴ συνελθόντες εἰς τὴν βουλὴν οἱ πατρίκιοι ψηφίζ�
�νται πρεσβευτὰς πρὸς τὸν Μάρκιον ἀποστεῖλαι πέντε ἄνδρας ἐκ τῶν πρεσβυτάτων, οὓς μάλιστ᾽ ἐκεῖνος ἠσπάζετο, περὶ διαλύσεώς τε καὶ φιλίας διαλεξομένους. ἦσαν δ᾽ οἱ προχειρισθέντες ἀπ᾽ αὐτῶν ἄνδρες οἵδε, Μάρκος Μηνύκιος καὶ Πόστουμος Κομίνιος καὶ Σπόριος Λάρκιος καὶ Πόπλιος Πινάριος καὶ [5] Κόιντος Σολπίκιος, ἅπαντες ὑπατικοί. ὡς δ᾽ ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον, καὶ ἔγνω τὴν παρουσίαν αὐτῶν ὁ Μάρκιος, καθεζόμενος ἅμα τοῖς ἐπιφανεστάτοις Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων, ἔνθα πλεῖστοι ἔμελλον ἀκούσεσθαι τῶν λεγομένων, ἐκέλευσε καλεῖν τοὺς ἄνδρας. εἰσελθόντων δ᾽ αὐτῶν ἤρξατο τοῦ λόγου Μηνύκιος, ὁ πλεῖστα κατὰ τὸν τῆς ὑπατείας χρόνον σπουδάσας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα τοῖς δημοτικοῖς ἐναντιωθείς, καὶ ἔλεξε τοιάδε.
ὅτι μὲν οὐ δίκαια πέπονθας ὑπὸ τοῦ δήμου, ὦ Μάρκιε, μετ᾽ αἰτίας αἰσχρᾶς ἐξελασθεὶς ἐκ τῆς πατρίδος, ἅπαντες ἴσμεν: καὶ οὐδὲν οἰόμεθά σε ποιεῖν θαυμαστόν, εἰ χαλεπαίνεις καὶ ἀγανακτεῖς ἐπὶ ταῖς τύχαις. κοινὸς γὰρ δὴ τῆς ἁπάντων φύσεως οὗτος [p. 156] ὁ νόμος, ἐχθρὸν εἶναι τῷ δράσαντι τὸ πεπονθὸς κακῶς. [2] ὅτι δ᾽ οὐ μετὰ λογισμοῦ σώφρονος ἐξετάζεις, οὓς ἀμύνεσθαί τε καὶ τιμωρεῖσθαί σοι προσῆκεν, οὐδὲ μετριάζεις περὶ τὴν ἀνάπραξιν τῆς δίκης, ἀλλ᾽ ἐν ταὐτῷ τίθεσαι τά τ᾽ ἀναίτια τοῖς αἰτίοις καὶ τὰ φίλια τοῖς πολεμίοις, νόμους τε κινεῖς φύσεως ἀκινήτους καὶ τὰ πρὸς τοὺς θεοὺς συνταράττεις ὅσια, καὶ οὐδὲ σεαυτὸν ἐξ ὧν τε καὶ ὅστις ἔφυς ἔτι μέμνησαι, τοῦτο τεθαυμάκαμεν. [3] ἥκομέν τ᾽ ἀποσταλέντες ὑπὸ τοῦ κοινοῦ πρέσβεις οἱ προὔχοντες ἡλικίᾳ τῶν πατρικίων καὶ περὶ σὲ προθυμότατοι μεμιγμένην φέροντες δικαιολογίαν παραιτήσει, καὶ ἐφ᾽ οἷς ἀξιοῦμέν σε διαλύσεσθαι τὴν ἔχθραν, πρὸς τὸν δῆμον ἀπαγγελοῦντες: πρὸς δὲ τούτοις, ἃ νομίζομεν εἶναι κάλλιστα καὶ συμφορώτατά σοι, ταῦτα παραινέσοντες.
ἀρχέτω δ᾽ ὁ περὶ τῶν δικαίων λόγος. συνέστη τὸ δημοτικὸν ἐπὶ σοὶ παροξυνθὲν ὑπὸ τῶν δημάρχων, καὶ ἧκον ὡς ἀποκτενοῦντές σε ἄκριτον, οἷς φοβερὸς ἦσθα. τοῦτο τὸ ἔργον ἐκωλύσαμεν ἡμεῖς οἱ ἐκ τοῦ συνεδρίου καὶ παρέσχομέν σοι μηθέν, ὃ μὴ δίκαιον ἦν τότε παθεῖν. μετὰ τοῦτο προὐκαλοῦντό σε οἱ κωλυθέντες ἀνελεῖν ἐπὶ δίκην, αἰτιασάμενοι πονηροὺς κατ᾽ αὐτῶν εἰπεῖν ἐν τῇ βουλῇ λόγους. [2] ἐνέστημεν καὶ πρὸς τοῦτο, ὡς οἶσθα, καὶ οὐκ ἐπετρέψαμεν οὔτε γνώμης οὔτε λόγων ὑποσχεῖν σε δίκας. ἀποτυχόντες [p. 157] καὶ τούτου τελευτῶντες ἧκον ἐφ᾽ ἡμᾶς αἰτιώμενοί σε τυραννίδι ἐπιχειρεῖν. ταύτην αὐτὸς ὑπέμεινας ἀπολογήσασθαι τὴν αἰτίαν, ἐπειδὴ πάμπολυ ἀπεῖχες αὐτῆς, καὶ παρέσχες τοῖς δημοτικοῖς περὶ σεαυτοῦ τὴν ψῆφον ἀναλαβεῖν. [3] ἡ βουλὴ δὲ καὶ τότε παρῆν καὶ πολλὰς ἐποιεῖτο δεήσεις περὶ σοῦ. τίνος οὖν ἡμεῖς οἱ πατρίκιοι τῶν συμβεβηκότων σοι κακῶν γεγόναμεν αἴτιοι, καὶ διὰ τί πολεμεῖς ἡμῖν τοσαύτην εὔνοιαν ἀποδειξαμένοις περὶ σὲ κατὰ τὸν τότε ἀγῶνα; ἀλλὰ μὴν οὐδὲ τὸ δημοτικὸν ἅπαν ἐξελασθῆναί σε βουλόμενον εὑρέθη: δυσὶ γοῦν ψήφοις ἑάλως μόναις, ὥστ᾽ οὐδὲ τούτοις ἂν εἴης σὺν δίκῃ πολέμιος, οἵ σε ὡς οὐδὲν ἀδικοῦντα ἀπέλυσαν. [4] τίθημι δ᾽, εἰ βούλει, πᾶσι μὲν τοῖς δημόταις δόξαν, ὅλῃ δὲ τῇ βουλῇ φανὲν ταύτῃ χρήσασθαί σε τῇ συμφορᾷ, καὶ δίκαιον εἶναί σου τὸ πρὸς ἅπαντας ἡμᾶς μῖσος: ἀλλ᾽ αἱ γυναῖκές σε, ὦ Μάρκιε, τί δεινὸν εἰργάσαντο, ἀνθ᾽ ὅτου πολεμεῖς αὐταῖς; ποίαν ἐπενέγκασαι περὶ φυγῆς ψῆφον ἢ τίνας εἰποῦσαι κατὰ σοῦ πονηροὺς λόγους; [5] τί δ᾽ οἱ παῖδες ἡμῶν δράσαντες ἢ διανοηθέντες ἀδικεῖν περὶ σοῦ κινδυνεύουσιν ὑπὲρ αἰχμαλωσίας καὶ τῶν ἄλλων, ἃ παθεῖν αὐτοὺς εἰκός, ἐὰν ἡ πόλις ἁλῷ; οὐ τὰ δίκαια διαιτᾷς, ὦ Μάρκιε, καὶ εἰ τοῦτον οἴει δεῖν τὸν τρόπον τὰ ὑπαίτια καὶ ἐχθρὰ μισεῖν, ὥστε μηδὲ τῶν ἀναιτίων φείδεσθαι καὶ φιλίων, οὐκ ἄρα τὰ προσήκοντα ἀνδρὶ ἀγαθῷ [p. 158] [6] φρονεῖς. ἵνα δὲ πάντα ταῦτα ἀφῶ, τί ἂν ἔχοις εἰπεῖν, ὦ πρὸς Διός, εἴ τις ἔροιτό σε, τοὺς δὲ δὴ τάφους τῶν προγόνων τί παθὼν ὑπ᾽ αὐτῶν ἀνασκάπτεις καὶ τιμάς, ἃς κομίζονται παρ᾽ ἀνθρώπων, ἀφαιρῇ; θεῶν δὲ βωμοὺς καὶ τεμένη καὶ νεὼς τίνος ἀδικήματος ὀργῇ συλᾷς καὶ κατακαίεις καὶ ἀνατρέπεις καὶ σεβασμῶν οὐκ ἐᾷς τυγχάνειν τῶν νομίμων; τί πρὸς ταῦτα φαίης ἄν; ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ. [7] ταῦτά σοι περί τε ἡμῶν αὐτῶν, ὦ Μάρκιε, τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τῶν ἄλλων πολιτῶν, οὓς ἀπολέσαι προθυμῇ κακὸν οὐδὲν ὑπ᾽ αὐτῶν πεπονθώς, τάφων τε καὶ ἱερῶν καὶ πόλεως τῆς γειναμένης τε καὶ θρεψαμένης τὰ δίκαια εἰρήσθω.
φέρε, εἰ δὲ δὴ πάντας μὲν ἀνθρώπους καὶ τοὺς μηδὲν ἀδικοῦντάς σε γυναιξὶν ὁμοῦ καὶ τέκνοις δίκας σοι δοῦναι προσῆκε, πάντας δὲ θεούς τε καὶ ἥρωας καὶ δαίμονας πόλιν τε καὶ χώραν ἀπολαῦσαι τῆς τῶν δημάρχων ἀνοίας, καὶ μηδὲν ἐξαίρετον μηδ᾽ ἀτιμώρητον ἀφεῖσθαι μέρος ὑπὸ σοῦ, οὐχ ἱκανὰς ἤδη παρὰ πάντων εἰσπέπραξαι δίκας τοσοῦτον μὲν φόνον ἐργασάμενος ἀνθρώπων, τοσαύτην δὲ χώραν πυρὶ καὶ σιδήρῳ λωβησάμενος, τοσαύτας δὲ πόλεις ἐκ βάθρων ἀναστήσας, ἑορτὰς δὲ καὶ θυσίας καὶ σεβασμοὺς θεῶν καὶ δαιμόνων ἐν πολλοῖ
ς τόποις ἀνεόρτους ἀναγκάσας [p. 159] γενέσθαι καὶ ἀθύτους καὶ τιμῶν νομίμων ἀμοίρους; [2] ἐγὼ μὲν οὐκ ἠξίουν ἄνδρα, ὅτῳ φροντὶς ὁποσηοῦν ἀρετῆς ἐστιν, οὔτε συναναιρεῖν τοῖς ἐχθροῖς τὰ φίλια οὔτε χαλεπὸν ὀργὴν εἶναι καὶ ἀπαραίτητον εἰς τοὺς ἐξαμαρτάνοντάς τι περὶ αὐτόν, ἄλλως τε καὶ δίκας παρ᾽ [3] αὐτῶν εἰληφότα πολλὰς καὶ μεγάλας. ἃ μὲν οὖν ἀπολογεῖσθαί τε περὶ ἡμῶν αὐτῶν εἴχομεν καὶ παραιτεῖσθαί σε περὶ τῶν δημοτικῶν, ταῦτ᾽ ἐστιν, ἃ δ᾽ ὑποτίθεσθαί σοι δι᾽ εὔνοιαν οἱ τιμιώτατοι φίλων ἥκοντες καὶ ὑπισχνεῖσθαι διαλλαττομένῳ πρὸς τὴν πατρίδα, ταυτί: ἐν ᾧ τὸ δύνασθαί σοι μάλιστα ὑπάρχει καὶ τὸ θεῖον ἔτι συλλαμβάνει μετριάσαι καὶ ταμιεύεσθαι τὴν τύχην ἐνθυμηθέντα, ὅτι μεταβολὰς ἔχει πάντα τὰ πράγματα καὶ οὐδὲν ἐπὶ τῶν αὐτῶν φιλεῖ διαμένειν, νεμεσᾶταί τε πάντα ὑπὸ θεῶν τὰ ὑπερέχοντα, ὅταν εἰς ἄκρον ἐπιφανείας ἀφίκηται, καὶ τρέπεται πάλιν εἰς τὸ μηδέν. μάλιστα δὲ τοῦτο πάσχει τὰ σκληρὰ καὶ μεγάλαυχα φρονήματα καὶ τοὺς ὅρους ἐκβαίνοντα τῆς ἀνθρωπίνης φύσεως. [4] ὑπάρχει δέ σοι νῦν ἁπάντων κράτιστα καταλύσασθαι τὸν πόλεμον: ἥ τε γὰρ βουλὴ πᾶσα ὥρμηται τὴν κάθοδον ψηφίσασθαί σοι, καὶ ὁ δῆμος ἕτοιμός ἐστι νόμῳ κυρωθέντι λῦσαι τὴν ἀειφυγίαν. τί οὖν ἔτι κωλύει σε τὰς ἡδίστας καὶ τιμιωτάτας ὄψεις τῶν ἀναγκαιοτάτων σωμάτων ἀπολαβεῖν καὶ κεκομίσθαι τὴν περιμάχητον πατρίδα ἄρχειν τε ὥσπερ σοι προσῆκεν [p. 160] ἀρχόντων καὶ ἡγεῖσθαι ἡγεμόνων παισί τε καὶ ἐγγόνοις μέγιστον αὔχημα καταλιπεῖν; τούτων μέντοι τῶν ὑποσχέσεων ἡμεῖς ἐγγυηταὶ πασῶν ἐσμεν ὡς αὐτίκα μάλα γενησομένων. νῦν μὲν γὰρ οὐχὶ καλῶς εἶχε ψηφίσασθαί [5] σοι τὴν βουλὴν ἢ τὸν δῆμον οὐθὲν ἐπιεικὲς ἢ μέτριον, ἕως ἀντιπαρεστρατοπέδευκας ἡμῖν καὶ τὰ πολεμίων ἔργα δρᾷς: εἰ δ᾽ ἀποσταίης τῶν ὅπλων, ἥξει σοι τὸ περὶ τῆς καθόδου ψήφισμα φερόμενον ὑφ᾽ ἡμῶν οὐκ εἰς μακράν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 264