Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 270
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 270

by Dionysius of Halicarnassus


  ἔστω δ᾽ οὖν ὅμως, καὶ δεδόσθω τοῖς τὰ δεινὰ παθοῦσι μὴ διακρίνειν εἴτε φίλιον εἴη τὸ κακῶς δεδρακὸς εἴτ᾽ ἀλλότριον, ἀλλ᾽ ἴσην πρὸς ἅπαντας ὀργὴν ἔχειν: ἔπειτ᾽ οὐχ ἱκανὰς εἰσπέπραξαι παρὰ τῶν ὑβρισάντων σε δίκας γῆν τ᾽ αὐτῶν τὴν ἀρίστην πεποιηκὼς μηλόβοτον καὶ πόλεις διαπεπορθηκὼς συμμαχίδας, ἃς πολλοῖς πόνοις κτησαμένη κατέσχε, καὶ τρίτον ἤδη ταῦτ᾽ ἔτος εἰς πολλὴν τῶν ἀναγκαίων κατακεκλεικὼς αὐτοὺς ἀπορίαν; ἀλλὰ καὶ πόρρω ἀνδραποδισμοῦ τῆς πόλεως αὐτῶν καὶ κατασκαφῆς τὴν ἀγριαίνουσαν καὶ [p. 200] [2] μαινομένην ὀργὴν προάγεις: καὶ οὐδὲ τοὺς πεμφθέντας ὑπὸ τῆς βουλῆς πρέσβεις φέροντάς σοι τῶν τε ἐγκλημάτων ἄφεσιν καὶ κάθοδον ἐπὶ τὰ οἰκεῖα φίλους καὶ ἀγαθοὺς ἄνδρας ἐλθόντας ἐνετράπης, οὐδὲ τοὺς ἱερεῖς, οὓς τὸ τελευταῖον ἔπεμψεν ἡ πόλις, ἱερὰ στέμματα θεῶν ἔχοντας καὶ προτείνοντας γηραιοὺς ἄνδρας ἀλλὰ καὶ τούτους ἀπήλασας, αὐθάδεις καὶ δεσποτικὰς ὡς κεκρατημένοις ἀποκρίσεις δούς. [3] ἐγὼ μὲν οὐκ ἔχω, πῶς ἐπαινέσω ταῦτα τὰ σκληρὰ καὶ ὑπέραυχα καὶ τὴν θνητὴν φύσιν ἐκβεβηκότα δικαιώματα ὁρῶσα καταφυγὰς εὑρημένας ἅπασιν ἀνθρώποις καὶ παραιτήσεις, ὧν ἂν ἐξαμαρτάνωσι περὶ ἀλλήλους, ἱκετηρίας καὶ λιτὰς καὶ τὸ καταφυγεῖν ἐπὶ τοὺς ἠδικημένους τὸ ἀδικοῦν ταπεινόν, θεῶν ἡμῖν ταῦτα τὰ ἔθη καταστησαμένων: ὑφ᾽ ὧν μαραίνεται πᾶσα ὀργὴ καὶ ἀντὶ τοῦ μισεῖν τὸν ἐχθρὸν ἐλεεῖ: τοὺς δ᾽ αὐθαδείᾳ χρησαμένους καὶ λιτὰς ἱκετῶν ὑβρίσαντας, ἅπαντας νεμεσωμένους ὑπὸ θεῶν καὶ εἰς συμφορὰς καταστρέφοντας οὐκ εὐτυχεῖς. [4] αὐτοὶ γὰρ δὴ πρῶτον οἱ ταῦτα καταστησάμενοι καὶ παραδόντες ἡμῖν θεοὶ συγγνώμονες τοῖς ἀνθρωπίνοις εἰσὶν ἁμαρτήμασι καὶ εὐδιάλλακτοι, καὶ πολλοὶ ἤδη μεγάλα [p. 201] εἰς αὐτοὺς ἐξαμαρτόντες εὐχαῖς καὶ θυσίαις τὸν χόλον ἐξιλάσαντο: εἰ μὴ σύ, ὦ Μάρκιε, ἀξιοῖς τὰς μὲν τῶν θεῶν ὀργὰς θνητὰς εἶναι, τὰς δὲ τῶν ἀνθρώπων ἀθανάτους. δίκαια μὲν οὖν ποιήσεις καὶ σεαυτῷ πρέποντα καὶ τῇ πατρίδι αὐτῇ, ἀφεὶς τὰ ἐγκλήματα μετανοούσῃ γε καὶ διαλλαττομένῃ καὶ ὅσα πρότερον ἀφείλετο σοὶ νῦν ἀποδιδούσῃ.

  εἰ δ᾽ ἄρα πρὸς ἐκείνην ἀδιαλλάκτως ἔχεις, ἐμοὶ ταύτην δός, ὦ τέκνον, τὴν τιμὴν καὶ χάριν, παρ᾽ ἧς οὐ τὰ ἐλαχίστου ἄξια ἔχεις οὐδ᾽ ὧν ἀντιποιήσαιτ᾽ ἄν τις καὶ ἕτερος, ἀλλὰ τὰ μέγιστα καὶ τιμιώτατα καὶ οἷς ἅπαντα τὰ λοιπὰ κέκτησαι, τὸ σῶμα καὶ τὴν ψυχήν. δανείσματα γὰρ ἔχεις ταῦτ᾽ ἐμά, καὶ οὐκ ἀφαιρήσεταί με ταῦτ᾽ οὐθεὶς οὔτε τόπος οὔτε καιρός, οὐδέ γ᾽ αἱ Οὐολούσκων οὐδὲ τῶν ἄλλων ἀνθρώπων εὐεργεσίαι συμπάντων καὶ χάριτες τοσοῦτον ἰσχύουσιν οὐδ᾽ ἂν οὐρανομήκεις γένωνται, ὥστε τὰ τῆς φύσεως ἐξαλεῖψαι καὶ παρελθεῖν δίκαια: ἀλλ᾽ ἐμὸς ἅπαντα τὸν χρόνον ἔσῃ καὶ πρώτῃ πάντων τὰς τοῦ βίου χάριτας ὀφειλήσεις ἐμοί, καὶ ὧν ἂν δέωμαι δίχα προφάσεως ὑπουργήσεις. [2] τοῦτο γὰρ ὁ τῆς φύσεως νόμος ὥρισεν ἅπασι τοῖς αἰσθήσεως καὶ λόγου μετειληφόσι τὸ δίκαιον, ᾧ πιστεύουσα, Μάρκιε τέκνον, κἀγὼ δέομαί σου μὴ ἐπάγειν πόλεμον τῇ πατρίδι, καὶ ἐμποδὼν ἵσταμαί σοι βιαζομένῳ. ἢ προτέραν οὖν ἐμὲ τὴν ἐναντιουμένην σοι μητέρα ταῖς ἐρινύσι προθυσάμενος αὐτοχειρίᾳ [p. 202] τότε τοῦ κατὰ τῆς πατρίδος ἅπτου πολέμου, ἢ τὸ μητροκτόνον ἄγος αἰδούμενος εἶξον τῇ σεαυτοῦ [3] μητρὶ καὶ δός, ὦ τέκνον, τὴν χάριν ἑκών. νόμον μὲν οὖν τόνδε, ὃν οὐθεὶς πώποτε ἀνελεῖ χρόνος, τιμωρὸν καὶ σύμμαχον ἔχουσα οὐκ ἀξιῶ, Μάρκιε, μόνη τιμῶν, ἃς οὗτός μοι δίδωσιν, ἄμοιρος ἐκ σοῦ γενέσθαι: ἔργων δὲ χρηστῶν ὑπομνήσεις, ἵν᾽ ἀφῶ τὸν νόμον, σκόπει πάλιν ὡς πολλὰς καὶ μεγάλας: ἥτις ὀρφανὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα σε παραλαβοῦσα νήπιον διέμεινα ἐπὶ σοὶ χήρα καὶ τοὺς ἐπὶ τῆς παιδοτροφίας ἀνήντλησα πόνους, οὐ μήτηρ μόνον, ἀλλὰ καὶ πατὴρ καὶ τροφὸς καὶ ἀδελφὴ καὶ πάντα τὰ φίλτατά σοι γενομένη. [4] ἐπειδὴ δ᾽ εἰς ἄνδρας ἦλθες, ἐξόν μοι τότε ἀπηλλάχθαι τῶν φροντίδων ἑτέρῳ γημαμένην καὶ ἕτερα τέκνα ἐπιθρέψαι καὶ πολλὰς γηροβοσκοὺς ἐλπίδας ἐμαυτῇ καταλιπεῖν, οὐκ ἠβουλήθην, ἀλλ᾽ ἔμεινα ἐπὶ τῆς αὐτῆς ἑστίας καὶ τὸν αὐτὸν ἔστερξα βίον, ἐν σοὶ μόνῳ πάσας τιθεῖσα τὰς ἐμαυτῆς ἡδονάς τε καὶ ὠφελείας: ὧν ἔψευσάς με τὰ μὲν ἄκων, τὰ δ᾽ ἑκών, καὶ πασῶν ἀτυχεστάτην ἐποίησας μητέρων. ποῖον γὰρ χρόνον, ἀφ᾽ οὗ σε εἰς ἄνδρας ἤγαγον, ἄνευ λύπης ἢ φόβου διετέλεσα, ἢ πότε ἱλαρὰν ἔσχον ἐπὶ σοὶ τὴν ψυχὴν πολέμους ἐπὶ πολέμοις στέλλοντα ὁρῶσά σε καὶ μάχας ἐπὶ μάχαις ἀναιρούμενον καὶ τραύματ᾽ ἐπὶ τραύμασι λαμβάνοντα;

  ἀλλ᾽ ἐξ οὗ ἐπολιτεύου καὶ τὰ κοινὰ ἔπραττες, [p. 203] ἡδονήν τινα ἐκαρπωσάμην ἡ μήτηρ ἐγὼ διὰ σέ; τότε μὲν οὖν τὰ μάλιστα ἠτύχουν στάσεως πολιτικῆς μέσον ὁρῶσά σε κείμενον. ἐν οἷς γὰρ ἀνθεῖν ἐδόκεις πολιτεύμασι καὶ πολὺς ἔπνεις ἐναντιούμενος ὑπὲρ τῆς ἀριστοκρατίας τοῖς δημοτικοῖς, ταῦτ᾽ ἐμοὶ φόβου μεστὰ ἦν ἐνθυμουμένῃ τὸν ἀνθρώπινον βίον, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς, καὶ ἐκ πολλῶν ἀκουσμάτων τε καὶ παθημάτων μαθούσῃ, ὅτι τοῖς ἐπισήμοις ἀνδράσι θεία τις ἐναντιοῦται νέμεσις ἢ φθόνος τις ἀνθρώπινος πολεμεῖ: κ
αὶ ἦν ἄρα μάντις ἀληθὴς ὡς μήποτε ὤφελον τῶν ἐκβησομένων. κατηγωνίσατό γ᾽ οὖν σε πολὺς ἐπιρράξας ὁ πολιτικὸς φθόνος καὶ ἀνήρπασεν ἐκ τῆς πατρίδος: ὁ δὲ μετὰ ταῦτά μου βίος, εἰ δὴ καὶ βίον αὐτὸν δεῖ καλεῖν, ἀφ᾽ οὗ με καταλιπὼν ἔρημον ἐπὶ τοῖς παιδίοις τούτοις ἀπῆλθες, ἐν τούτῳ δεδαπάνηται τῷ ῥύπῳ καὶ ἐν τοῖς πενθίμοις τρύχεσι τούτοις. [2] ἀνθ᾽ ὧν ἁπάντων ταύτην ἀπαιτῶ σε χάριν, μηδέποτέ σοι βαρεῖα γενομένη μηδ᾽ εἰς τὸν λοιπὸν ἐσομένη χρόνον, ἕως ἂν ζῶ, διαλλαγῆναι πρὸς τοὺς σεαυτοῦ πολίτας ἤδη ποτὲ καὶ παύσασθαι τὸν ἀμείλικτον χόλον φυλάσσοντα κατὰ τῆς πατρίδος: κοινὸν ἀγαθὸν ἀμφοτέροις ἡμῖν ἀξιοῦσα λαβεῖν καὶ οὐκ ἐμαυτῆς ἴδιον μόνης. [3] σοί τε γάρ, ἐὰν πεισθῇς καὶ μηθὲν ἀνήκεστον ἐξεργάσῃ, καθαρὰν καὶ ἀμίαντον ἔχειν συμβήσεται τὴν ψυχὴν ἀπὸ παντὸς χόλου καὶ ταράγματος δαιμονίου: ἐμοί τε ἡ παρὰ τῶν πολιτῶν τε καὶ πολιτίδων τιμὴ ζώσῃ τε παρακολουθοῦσα τὸν βίον εὐδαίμονα ποιήσει, καὶ [p. 204] μετὰ τὴν τελευτὴν ἀποδιδομένη καθάπερ εἰκὸς εὔκλειαν ἀθάνατον οἴσει. [4] καὶ εἴ τις ἄρα τὰς ἀνθρωπίνους ψυχὰς ἀπολυθείσας τοῦ σώματος ὑποδέξεται τόπος, οὐχ ὁ καταχθόνιος καὶ ἀφεγγὴς ὑποδέξεται τὴν ἐμήν, ἐν ᾧ φασι τοὺς κακοδαίμονας οἰκεῖν, οὐδὲ τὸ λεγόμενον τῆς Λήθης πεδίον, ἀλλ᾽ ὁ μετέωρος καὶ καθαρὸς αἰθήρ, ἐν ᾧ τοὺς ἐκ θεῶν φύντας οἰκεῖν λόγος εὐδαίμονα καὶ μακάριον ἔχοντας βίον: οἷς διαγγέλλουσα τὸ σὸν εὐσεβὲς καὶ τὰς σὰς χάριτας, αἷς αὐτὴν ἐκόσμησας, ἀεί τινας αἰτήσεταί σοι παρὰ θεῶν ἀμοιβὰς καλάς.

  ἐὰν δὲ προπηλακίσῃς τὴν σεαυτοῦ μητέρα καὶ ἄτιμον ἀπολύσῃς, ὅ τι μὲν αὐτῷ σοι συμβήσεται διὰ ταῦτα παθεῖν, οὐκ ἔχω λέγειν, μαντεύομαι δ᾽ οὐδὲν εὐτυχές. ὅτι δ᾽ ἐὰν καὶ τἆλλα πάντα εὐδαιμονῇς, ἔστω γάρ, ἡ δι᾽ ἐμὲ καὶ τὰς ἐμὰς συμφορὰς παρακολουθήσουσά σοι καὶ οὐδέποτε ἀνήσουσα τὴν ψυχὴν ὀδύνη πάντων ἀγαθῶν σοι ἀνόνητον ποιήσει τὸν βίον, εὖ οἶδα. [2] οὐ γὰρ ἀνέξεται Οὐετουρία τὴν δεινὴν καὶ ἀνήκεστον ὕβριν ἐν τοσούτοις μάρτυσιν ὑβρισθεῖσα τὸν ἐλάχιστον βιῶναι χρόνον, ἀλλ᾽ ἐν τοῖς ἁπάντων ὑμῶν φίλων τε καὶ ἐχθρῶν ὄμμασιν ἐμαυτὴν διαχρήσομαι, βαρεῖαν ἀρὰν καὶ δεινὰς ἐρινύας ἀντ᾽ ἐμαυτῆς καταλιποῦσά σοι τιμωρούς. [3] ὧν μὴ δεήσειεν, ὦ θεοὶ τῆς Ῥωμαίων φύλακες ἡγεμονίας, ἀλλ᾽ εὐσεβεῖς καὶ καλοὺς δοίητε Μαρκίῳ λογισμούς: καὶ ὥσπερ ἄρτι προσιούσῃ μοι τούς τε πελέκεις ἀπέθετο καὶ τὰς ῥάβδους [p. 205] ἔκλινε καὶ τὸν δίφρον ἀπὸ τοῦ βήματος ἔθηκε χαμαὶ καὶ πάντα τἆλλα, οἷς κοσμεῖσθαι τὰς αὐτοκράτορας ἀρχὰς νόμος, τὰ μὲν ἐμείωσε, τὰ δ᾽ ἐκποδὼν εἰς τέλος ἐποίησε δῆλον ἅπασι βουλόμενος ποιῆσαι, ὅτι τῶν μὲν ἄλλων ἄρχειν αὐτῷ προσῆκεν, ὑπὸ δὲ τῆς μητρὸς ἄρχεσθαι: οὕτω καὶ νῦν τιμίαν καὶ περίβλεπτόν με ποιήσετε, καὶ χαρισάμενος τὴν κοινὴν πατρίδα ἀντὶ κακοδαιμονεστάτης εὐδαιμονεστάτην ἀποδείξειέ με πασῶν γυναικῶν. [4] εἰ δὲ ὅσιόν ἐστι καὶ θεμιτὸν υἱοῦ γόνασι μητέρα προσκυλίεσθαι, καὶ τοῦτο καὶ πᾶν ἄλλο ταπεινὸν σχῆμα καὶ λειτούργημα ὑπομενῶ σωτηρίας ἕνεκα τῆς πατρίδος.

  ταῦτ᾽ εἰποῦσα ἔρριψεν ἑαυτὴν χαμαὶ καὶ περιπλέξασα ταῖς χερσὶν ἀμφοτέραις τοὺς πόδας τοῦ Μαρκίου κατεφίλησε. πεσούσης δ᾽ αὐτῆς αἱ μὲν γυναῖκες ἀνεβόησαν ἅμα πᾶσαι κωκυτὸν ὀξὺν καὶ μακρόν, οἱ δ᾽ ἐν τῷ συνεδρίῳ παρόντες Οὐολούσκων οὐκ ἠνέσχοντο τὴν ἀήθειαν τῆς ὄψεως, ἀλλ᾽ ἀπεστράφησαν. αὐτὸς δ᾽ ὁ Μάρκιος ἀναλόμενος ἐκ τοῦ δίφρου καὶ περιπεσὼν τῇ μητρὶ ἀνίστησιν αὐτὴν ἀπὸ τῆς γῆς ὀλίγον ἐμπνέουσαν, καὶ περιβαλὼν καὶ πολλὰ ἐκχέας δάκρυα εἶπε: νικᾷς, ὦ μῆτερ, οὐκ εὐτυχῆ νίκην οὔτε σεαυτῇ οὔτ᾽ ἐμοί: τὴν μὲν γὰρ πατρίδα σέσωκας, ἐμὲ δὲ τὸν εὐσεβῆ καὶ φιλόστοργον υἱὸν ἀπολώλεκας. [p. 206] [2] ταῦτ᾽ εἰπὼν ἐπὶ τὴν σκηνὴν ἀπῄει κελεύσας ἀκολουθεῖν τήν τε μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, ἔνθα τὸν λοιπὸν τῆς ἡμέρας χρόνον σκοπούμενος σὺν αὐταῖς, ὅ τι χρὴ πράττειν, διετέλεσεν. ἦν δὲ τὰ δόξαντα αὐτοῖς τοιάδε: περὶ μὲν τῆς καθόδου μήτε τὴν βουλὴν τέλος μηθὲν ἐκφέρειν εἰς τὸν δῆμον μήτ᾽ ἐκεῖνον ἐπιψηφίζειν, πρὶν ἂν τοῖς Οὐολούσκοις εὐτρεπῆ γένηται τὰ περὶ φιλίας καὶ καταλύσεως τοῦ πολέμου: αὐτὸν δὲ τὴν στρατιὰν ἀναστήσαντα ὡς διὰ φιλίας γῆς ἀπάγειν: ὑποσχόντα δὲ τῆς ἀρχῆς λόγον καὶ τὰς εὐεργεσίας ἀποδειξάμενον ἀξιοῦν τοὺς ἐπιτρέψαντας αὐτῷ τὴν στρατιάν, μάλιστα μὲν φιλίᾳ δέχεσθαι τοὺς πολεμίους καὶ συνθήκας ποιήσασθαι δικαίας, αὐτῷ τὴν ἰσότητα καὶ τὸ μὴ σφαλῆναι περὶ τὰς ὁμολογίας ἐπιτρέψαντας. [3] εἰ δ᾽ ἐπὶ τοῖς κατωρθωμένοις σφίσιν αὐθαδείας ἀναπιμπλάμενοι μὴ δέχοιντο τὰς διαλλαγάς, ἀφίστασθαι τῆς ἀρχῆς αὐτοῖς. ἢ γὰρ οὐχ ὑπομενεῖν αὐτοὺς ἄλλον τινὰ αἱρεῖσθαι στρατηγὸν δι᾽ ἀπορίαν ἀγαθοῦ ἡγεμόνος, ἢ παρακινδυνεύσαντας ὁτῳδήτινι παραδοῦναι τὰς δυνάμεις σὺν μεγάλῃ διδαχθήσεσθαι βλάβῃ τὴν τοῦ συμφέροντος αἵρεσιν. τὰ μὲν δὴ βουλευθέντα αὐτοῖς καὶ δόξαντα δίκαιά τε καὶ ὅσια εἶναι, φήμης τ᾽ ἀγαθῆς ἐφ᾽ ᾗ μάλιστα ὁ ἀνὴρ ἐσπούδαζε παρὰ πᾶσι τευξόμενα, τοιάδε ἦν. [4] ἐτάραττε δέ τις αὐτ ὑποψία δέο
ς ἔχουσα, μή ποτε ἀλόγιστος ὄχλος ἐν ἐλπίδι τοῦ καταπεπολεμηκέναι τὸ ἀντίπαλον ἤδη ὢν δἰ ὀργῆς ἀκράτου λάβῃ τὴν ἀποτυχίαν κἄπειτα ὡς προδότην αὐτὸν οὐδὲ λόγου μεταδοὺς αὐτοχειρίᾳ φθάσῃ [p. 207] διολέσας. ἐδόκει οὖν αὐτοῖς καὶ τοῦτο καὶ εἴ τι ἄλλο δεινότερον εἴη κινδύνευμα σὺν ἀρετῇ σώζουσι τὴν πίστιν ὑπομένειν. ἐπεὶ δὲ περὶ δύσιν ἡλίου ἦν ἤδη, ἀσπασάμενοι ἀλλήλους ἐξῄεσαν ἐκ τῆς σκηνῆς: ἔπειθ᾽ [5] αἱ μὲν γυναῖκες εἰς τὴν πόλιν ἀπῄεσαν, ὁ δὲ Μάρκιος ἐν ἐκκλησίᾳ τὰς αἰτίας ἀποδοὺς τοῖς παροῦσι, δι᾽ ἃς ἔμελλε λύειν τὸν πόλεμον, καὶ πολλὰ τῶν στρατιωτῶν δεηθεὶς συγγνῶναί τ᾽ αὐτῷ καί, ἐπειδὰν οἴκαδε ἀφίκωνται, μεμνημένους ὧν ἔπαθον εὖ τοῦ μηθὲν ὑπὸ τῶν ἄλλων ἀνήκεστον παθεῖν συναγωνιστὰς γενέσθαι, καὶ ἄλλα πολλὰ καὶ ἐπαγωγὰ διαλεχθεὶς παρασκευάζεσθαι ἐκέλευσεν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἀναστρατοπεδεύσοντας.

 

‹ Prev