Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 276
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 276

by Dionysius of Halicarnassus


  ὁ μὲν οὖν πιθανώτερος τῶν παραδεδομένων ὑπὲρ τοῦ ἀνδρὸς λόγων τοιόσδε ἐστίν: δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν, ἐπειδὴ κἀκεῖνος πεπίστευται ὑπὸ πολλῶν καὶ ἐν γραφαῖς ἀξιοχρέοις φέρεται, μὴ παρελθεῖν. λέγεται δή τισιν, ὡς ἀδήλου πᾶσιν οὔσης ἔτι τῆς ὑπ᾽ αὐτοῦ συσκευαζομένης τυραννίδος, πρῶτος ὑποπτεύσας ὁ πατὴρ τοῦ Κασσίου καὶ διὰ τῆς ἀκριβεστάτης βασάνου τὸ πρᾶγμα ἐξετάσας ἧκεν ἐπὶ τὴν βουλήν: ἔπειτα κελεύσας ἐλθεῖν τὸν υἱὸν μηνυτής τε καὶ κατήγορος αὐτοῦ ἐγένετο: καταγνούσης δὲ καὶ τῆς βουλῆς ἀγαγὼν αὐτὸν εἰς τὴν οἰκίαν ἀπέκτεινε. [2] τὸ μὲν οὖν πικρὸν καὶ ἀπαραίτητον τῆς τῶν πατέρων ὀργῆς εἰς υἱοὺς ἀδικοῦντας καὶ μάλιστ᾽ ἐν τοῖς τότε Ῥωμαίοις οὐδὲ ταύτην ἀπωθεῖται τὴν πρόφασιν: ἐπεὶ καὶ πρότερον Βροῦτος ὁ τοὺς βασιλεῖς ἐκβαλὼν ἀμφοτέρους τοὺς υἱοὺς ἐδικαίωσε κατὰ τὸν τῶν κακούργων νόμον ἀποθανεῖν, καὶ πελέκεσι τοὺς αὐχένας ἀπεκόπησαν, [p. 248] ὅτι συμπράττειν τοῖς βασιλεῦσιν ἐδόκουν τὴν κάθοδον. καὶ μετὰ ταῦτα Μάλλιος τὸν Γαλατικὸν πόλεμον στρατηγῶν τὸν υἱὸν ἀριστεύοντα κατὰ πόλεμον τῆς μὲν ἀνδρείας ἕνεκα τοῖς ἀριστείοις στεφάνοις ἐκόσμησεν, ἀπείθειαν δ᾽ ἐπικαλῶν, ὅτι οὐκ ἐν ᾧ ἐτάχθη φρουρίῳ ἔμεινεν, ἀλλὰ παρὰ τὴν ἐπιταγὴν τοῦ ἡγεμόνος ἐξῆλθεν ἀγωνιούμενος, ὡς λιποτάκτην ἀπέκτεινε. [3] καὶ ἄλλοι πολλοὶ πατέρες, οἱ μὲν ἐπὶ μείζοσιν αἰτίαις, οἱ δ᾽ ἐπ᾽ ἐλάττοσιν, οὔτε φειδὼ τῶν παίδων οὔτ᾽ ἔλεον ἔσχον. κατὰ μὲν δὴ τοῦτ᾽ οὐκ ἀξιῶ, ὥσπερ ἔφην, προβεβλῆσθαι τὸν λόγον ὡς ἀπιθανόν: ἐκεῖνα δέ με ἀνθέλκει τεκμηρίων ὄντα οὔτ᾽ ἐλάχιστα οὔτ᾽ ἀπίθανα καὶ πρὸς τὴν ἑτέραν ἄγει συγκατάθεσιν, ὅτι μετὰ τὸν θάνατον τοῦ Κασσίου ἥ τ᾽ οἰκία κατεσκάφη, καὶ μέχρι τοῦδε ἀνεῖται ὁ τόπος αὐτῆς αἴθριος ἔξω τοῦ νεὼ τῆς Γῆς, ὃν ὑστέροις ἡ πόλις κατεσκεύασε χρόνοις ἐν μέρει τινὶ αὐτῆς κατὰ τὴν ἐπὶ Καρίνας φέρουσαν ὁδόν, καὶ τὰ χρήματα αὐτοῦ τὸ κοινὸν ἀνέλαβεν: ἐξ ὧν ἀπαρχὰς ἐν ἄλλοις τε ἱεροῖς ἀνέθηκε, καὶ δὴ καὶ τῇ Δήμητρι τοὺς χαλκέους ἀνδριάντας ἐπιγραφαῖς δηλοῦντας, [4] ἀφ᾽ ὧν εἰσι χρημάτων ἀπαρχαί. εἰ δέ γ᾽ ὁ πατὴρ μηνυτής τε καὶ κατήγορος καὶ κολαστὴς αὐτοῦ ἐγένετο, οὔτ᾽ ἂν ἡ οἰκία αὐτοῦ κατεσκάφη οὔτε ἡ οὐσία ἐδημεύθη. Ῥωμαίοις γὰρ οὐθὲν ἴδιόν ἐστι κτῆμα [p. 249] ζώντων ἔτι τῶν πατέρων, ἀλλὰ καὶ τὰ χρήματα καὶ τὰ σώματα τῶν παίδων, ὅ τι βούλονται διατιθέναι, τοῖς πατράσιν ἀποδέδοται. ὥστ᾽ οὐκ ἂν δήπου τὴν τοῦ πατρὸς οὐσίαν τοῦ μηνύσαντος τὴν τυραννίδα ἐπὶ τοῖς τοῦ παιδὸς ἀδικήμασιν ἀφαιρεῖσθαι καὶ δημεύειν ἡ πόλις ἠξίου. διὰ μὲν δὴ ταῦτα τῷ προτέρῳ συγκατατίθεμαι τῶν λόγων μᾶλλον: ἔθηκα δ᾽ ἀμφοτέρους, ἵνα ἐξῇ τοῖς ἀναγνωσομένοις, ὁποτέρῳ βούλονται τῶν λόγων, προσέχειν.

  ἐπιβαλλομένων δέ τινων καὶ τοὺς παῖδας ἀποκτεῖναι τοῦ Κασσίου δεινὸν τὸ ἔθος ἔδοξεν εἶναι τῇ βουλῇ καὶ ἀσύμφορον: καὶ συνελθοῦσα ἐψηφίσατο ἀφεῖσθαι τὰ μειράκια τῆς τιμωρίας καὶ ἐπὶ πάσῃ ἀδείᾳ ζῆν, μήτε φυγῇ μήτ᾽ ἀτιμίᾳ μήτ᾽ ἄλλῃ συμφορᾷ ζημιωθέντα. καὶ ἐξ ἐκείνου τὸ ἔθος τοῦτο Ῥωμαίοις ἐπιχώριον γέγονεν ἕως τῆς καθ᾽ ἡμᾶς διατηρούμενον ἡλικίας, ἀφεῖσθαι τιμωρίας ἁπάσης τοὺς παῖδας, ὧν ἂν οἱ πατέρες ἀδικήσωσιν, ἐάν τε τυράννων ὄντες υἱοὶ τύχωσιν, ἐάν τε πατροκτόνων, ἐάν τε προδοτῶν, ὃ [2] μέγιστόν ἐστι παρ᾽ ἐκείνοις ἀδίκημα. οἵ τε καταλῦσαι τὸ ἔθος τοῦτ᾽ ἐπιβαλόμενοι κατὰ τοὺς ἡμετέρους χρόνους μετὰ τὴν συντέλειαν τοῦ Μαρσικοῦ τε καὶ ἐμφυλίου πολέμου, καὶ τοὺς παῖδας τῶν ἐπικηρυχθέντων ἐπὶ Σύλλα πατέρων ἀφελόμενοι τὸ μετιέναι τὰς πατρίους ἀρχὰς καὶ βουλῆς μετέχειν καθ᾽ ὃν ἐδυνάστευον αὐτοὶ χρόνον, ἐπίφθονόν τ᾽ ἀνθρώποις καὶ νεμεσητὸν θεοῖς ἔργον ἔδοξαν ἀποδείξασθαι. τοιγάρτοι δίκη μὲν [p. 250] ἐκείνοις σὺν χρόνῳ τιμωρὸς οὐ μεμπτὴ παρηκολούθησε, δἰ ἣν ἐκ μεγίστου τέως αὐχήματος εἰς ταπεινότατον πτῶμα κατήχθησαν, καὶ οὐδὲ γένος τὸ ἐξ αὐτῶν ὅτι μὴ κατὰ γυναῖκας ἔτι λείπεται. [3] τὸ δ᾽ ἔθος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ὁ τούτους καθελὼν ἀνὴρ ἀποκατέστησε. παρ᾽ Ἕλλησι δ᾽ οὐχ οὕτως ἐνίοις ὁ νόμος ἔχει, ἀλλὰ τοὺς ἐκ τυράννων γενομένους οἱ μὲν συναποκτίννυσθαι τοῖς πατράσι δικαιοῦσιν, οἱ δ᾽ ἀειφυγίᾳ κολάζουσιν, ὥσπερ οὐκ ἐνδεχομένης τῆς φύσεως χρηστοὺς παῖδας ἐκ πονηρῶν πατέρων ἢ κακοὺς ἐξ ἀγαθῶν γενέσθαι. ἀλλ᾽ ὑπὲρ μὲν τούτων εἴτε ὁ παρ᾽ Ἕλλησιν ἀμείνων νόμος εἴτε τὸ Ῥωμαίων ἔθος κρεῖττον, ἀφίημι τῷ βουλομένῳ σκοπεῖν: ἐπάνειμι δ᾽ ἐπὶ τὰ ἑξῆς.

  μετὰ γὰρ τὸν τοῦ Κασσίου θάνατον οἱ μὲν αὐξάνοντες τὴν ἀριστοκρατίαν θρασύτεροί τε καὶ ὑπεροπτικώτεροι τῶν δημοτικῶν ἐγεγόνεσαν: οἱ δ᾽ ἐν ἀφανεῖ τῆς δόξης φερόμενοι καὶ βίου εἰς ταπεινὰ συνεστάλησαν, καὶ ὡς ἄριστον ἀπολωλεκότες φύλακα τῆς δημοτικῆς μερίδος πολλὴν ἄνοιαν ἑαυτῶν ἐπὶ τῇ καταδίκῃ κατηγόρουν. τούτου δ᾽ αἴτιον ἦν, ὅτι τὰ δόξαντα τῇ βουλῇ περὶ τῆς κληρουχίας οὐκ ἔπραττον οἱ ὕπατοι, δέον αὐτοὺς ἄνδρας τ᾽ ἀποδεῖξαι δέκα τοὺς ὁριοῦντας τὴν γῆν καὶ γνώμην εἰσηγήσασθαι πόσην τ᾽ αὐτῆς καὶ [2] τίσι δεήσει νεμηθῆναι. συν�
��εσάν τε πολλοὶ κατὰ συστροφὰς περὶ τῆς ἀπάτης ἑκάστοτε διαλεγόμενοι, καὶ [p. 251] ἐν αἰτίᾳ τοὺς προτέρους εἶχον δημάρχους ὡς προδεδωκότας τὸ κοινόν: ἐκκλησίαι τε συνεχεῖς ὑπὸ τῶν τότε δημάρχων ἐγίνοντο καὶ ἀπαιτήσεις τῆς ὑποσχέσεως. ταῦτα συνιδόντες οἱ ὕπατοι γνώμην ἐποιήσαντο πολέμων προφάσει τὸ παρακινοῦν ἐν τῇ πόλει μέρος καὶ ταραττόμενον καταστεῖλαι: ἔτυχε γὰρ ἐν τῷ αὐτῷ χρόνῳ λῃστηρίοις τε ὑπὸ τῶν πλησιοχώρων πόλεων καὶ καταδρομαῖς τισιν ἡ γῆ βλαπτομένη. [3] τιμωρίας μὲν δὴ τῶν ἀδικούντων ἕνεκα προὔθεσαν τὰ τοῦ πολέμου σημεῖα, καὶ τὰς δυνάμεις τῆς πόλεως κατέγραφον: οὐ προσιόντων δὲ τῇ καταγραφῇ τῶν ἀπόρων ἀδύνατοι ὄντες τὴν ἐκ τῶν νόμων ἀνάγκην τοῖς ἀπειθοῦσι προσφέρειν: προειστήκεσαν γὰρ τοῦ πλήθους οἱ δήμαρχοι καὶ κωλύσειν ἔμελλον, εἴ τις ἐπιχειρήσειεν ἢ τὰ σώματα τῶν ἐκλειπόντων τὴν στρατείαν ἄγειν ἢ τὰ χρήματα φέρειν: ἀπειλαῖς χρησάμενοι πολλαῖς ὡς οὐκ ἐπιτρέψοντες τοῖς ἀνασείουσι τὸ πλῆθος, λεληθυῖαν ὑποψίαν κατέλιπον ὡς δικτάτορα ἀποδείξοντες, ὃς ἔμελλε καταλύσας τὰς ἄλλας ἀρχὰς τὴν τυραννικὴν καὶ ἀνυπεύθυνον μόνος ἕξειν ἐξουσίαν. [4] ὡς δὲ ταύτην ἔλαβον τὴν ὑπόνοιαν οἱ δημοτικοί, δείσαντες, μὴ τὸν Ἄππιον ἀποδείξωσι πικρὸν ὄντα καὶ χαλεπόν, πάντα πρὸ τούτου πάσχειν ὑπέμενον.

  ἐπεὶ δὲ κατεγράφη τὰ στρατεύματα, παραλαβόντες οἱ ὕπατοι τὰς δυνάμεις ἐξήγαγον ἐπὶ τοὺς πολεμίους. Κορνήλιος μὲν οὖν εἰς τὴν Οὐιεντανῶν χώραν ἐμβαλὼν τὴν ἐγκαταληφθεῖσαν λείαν ἐν [p. 252] αὐτῇ ἀπήλασε, καὶ μετὰ ταῦτα πρεσβευσαμένων τῶν Οὐιεντανῶν τούς τ᾽ αἰχμαλώτους αὐτοῖς ἀπέλυσε χρημάτων, καὶ ἀνοχὰς τοῦ πολέμου συνέθετο ἐνιαυσίους. Φάβιος δὲ τὴν ἑτέραν δύναμιν ἔχων εἰς τὴν Αἰκανῶν γῆν ἐνέβαλεν: ἔπειτ᾽ ἐκεῖθεν εἰς τὴν Οὐολούσκων. [2] χρόνον μὲν οὖν τινα οὐ πολὺν ἠνέσχοντο οἱ Οὐολοῦσκοι διαρπαζομένων αὐτοῖς καὶ κειρομένων τῶν ἀγρῶν: ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων ὡς οὐ πολλῇ δυνάμει παρόντων ἐξεβοήθουν ἐκ τῆς Ἀντιατῶν χώρας τὰ ὅπλα ἁρπάσαντες ἀθρόοι, ταχύτερα μᾶλλον ἢ ἀσφαλέστερα βουλευσάμενοι. εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπιφανέντες ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν: νῦν δὲ προαισθόμενος τὴν ἔφοδον αὐτῶν ὁ ὕπατος διὰ τῶν ἀποσταλέντων ἐπὶ τὰς κατασκοπάς, ἀνακλήσει ταχείᾳ τοὺς ἐν ταῖς προνομαῖς ἐσκεδασμένους ἀναλαβών, τάξιν αὐτοῖς ἀπέδωκε τὴν εἰς πόλεμον ἁρμόττουσαν. [3] τοῖς δὲ Οὐολούσκοις σὺν καταφρονήσει καὶ θάρσει χωροῦσιν, ὡς παρὰ δόξαν ἐφάνη συνεστῶσα ἐν κόσμῳ πᾶσα ἡ τῶν πολεμίων δύναμις, δέος ἐμπίπτει πρὸς τὴν ἀδόκητον ὄψιν, καὶ τοῦ μὲν κοινοῦ τῆς ἀσφαλείας οὐδεμία φροντίς, τῆς δ᾽ ἰδίας ἑκάστῳ σωτηρίας πρόνοια. ὑποστρέψαντες δὴ ὡς εἶχον ἕκαστοι τάχους ἔφευγον ἄλλοι κατ᾽ ἄλλας ὁδούς: καὶ οἱ μὲν πλείους ἀπεσώθησαν εἰς τὴν πόλιν, ὀλίγον δέ τι στῖφος, ὃ μάλιστα ἦν συντεταγμένον, εἰς ὄρους τινὰ κορυφὴν ἀναδραμὸν καὶ θέμενον ἐνταῦθα τὰ ὅπλα τὴν ἐπιοῦσαν νύκτα [p. 253] διέμενε: ταῖς δ᾽ ἑξῆς ἡμέραις φρουρὰν περιστήσαντος τοῦ ὑπάτου τῷ λόφῳ καὶ πάσας διακλείσαντος ὅπλοις τὰς ἐξόδους, λιμῷ βιασθὲν ὑποχείριον γίνεται καὶ [4] παραδίδωσι τὰ ὅπλα. ὁ δ᾽ ὕπατος τήν τε λείαν, ὅσῃ ἐπέτυχε, καὶ τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους ἀποδόσθαι κελεύσας τοῖς ταμίαις, εἰς τὴν πόλιν ἀπήνεγκε τὸ ἀργύριον. καὶ μετ᾽ οὐ πολὺν χρόνον ἀναστήσας τὴν δύναμιν ἐκ τῆς πολεμίας ἀπῆγεν ἐπ᾽ οἴκου τελευτῶντος ἤδη τοῦ ἔτους. ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ἔδοξε τοῖς πατρικίοις ἠρεθισμένον ὁρῶσι τὸν δῆμον καὶ μεταμελόμενον ἐπὶ τῇ Κασσίου καταδίκῃ, διὰ φυλακῆς αὐτὸν ἔχειν, μή τι παρακινήσειε πάλιν εἰς δεκασμῶν ἐλπίδα καὶ κλήρων διανομῆς ὑπαχθεὶς ὑπ᾽ ἀνδρὸς δημαγωγῆσαι δυνατοῦ τὸ τῆς ὑπατείας λαβόντος ἀξίωμα. ἐφαίνετο δ᾽ αὐτοῖς ῥᾷστα κωλυθήσεσθαι τούτων τινὸς ὀρεγόμενος, εἰ γένοιτο ὕπατος ἀνὴρ ἥκιστα δημοτικός. [5] βουλευσάμενοι δὴ τοῦτο κελεύουσι μετιέναι τὴν ὑπατείαν τὸν ἕτερον τῶν κατηγορησάντων τοῦ Κασσίου, Καίσωνα Φάβιον ἀδελφὸν ὄντα τοῦ τότε ὑπατεύοντος Κοΐντου, καὶ ἐκ τῶν ἄλλων πατρικίων Λεύκιον Αἰμίλιον ἄνδρα ἀριστοκρατικόν. τούτων δὲ μετιόντων τὴν ἀρχὴν κωλύειν μὲν οὐχ οἷοί τ᾽ ἦσαν οἱ δημοτικοί, καταλιπόντες δὲ τὰς ἀρχαιρεσίας ᾤχοντο ἐκ τοῦ πεδίου. [6] τὸ γὰρ τῆς λοχίτιδος ἐκκλησίας κῦρος ἐν ταῖς ψηφοφορίαις περὶ τοὺς ἐπιφανεστάτους ἦν καὶ τὰ πρῶτα τιμήματα ἔχοντας, καὶ σπάνιόν τι ἦν, ὃ ἐπεκύρουν οἱ διὰ μέσου: ὁ δὲ τελευταῖος λόχος, [p. 254] ἐν ᾧ τὸ πλεῖστόν τε καὶ ἀπορώτατον τοῦ δημοτικοῦ μέρος ἐψηφοφόρει, μιᾶς, ὡς καὶ πρότερον εἴρηταί μοι, τῆς ἐσχάτης ψήφου κύριος ἦν.

  παραλαμβάνουσι δὴ τὴν ὑπατείαν κατὰ τὸ ἑβδομηκοστόν τε καὶ διακοσιοστὸν ἔτος ἀπὸ τοῦ συνοικισμοῦ τῆς Ῥώμης Λεύκιος Αἰμίλιος Μαμέρκου υἱὸς καὶ Καίσων Φάβιος Καίσωνος υἱός, ἄρχοντος Ἀθήνησι Νικοδήμου. οἷς κατ᾽ εὐχὴν συνέβη μηδὲν ὑπὸ τῆς πολιτικῆς ἐπιταραχθῆναι διχοστασίας πολέμων τὴν πόλιν περιστάντων ἀλλοεθνῶν. [2] ἐν ἅπασι μὲν οὖν ἔθνεσι καὶ τόποις Ἑλλήνων τε καὶ βαρβ
άρων φιλοῦσιν αἱ τῶν ἔξωθεν κακῶν ἀνάπαυλαι ἐμφυλίους τε καὶ ἐνδήμους ἐγείρειν πολέμους, μάλιστα δὲ τοῦτο πάσχουσιν, ὅσοι πολεμιστὴν καὶ κακόπαθον αἱροῦνται βίον ἐλευθερίας τε καὶ ἡγεμονίας πόθῳ. χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν: καὶ διὰ τοῦτο οἱ φρονιμώτατοι τῶν ἡγεμόνων ἀεί τινας ἐκ τῶν ἀλλοεθνῶν ἀναζωπυροῦσιν ἔχθρας, κρείττονας ἡγούμενοι τῶν ἐντοπίων πολέμων τοὺς ἀλλοδαπούς. [3] τότε δ᾽ οὖν, ὥσπερ ἔφην, κατὰ δαίμονα τοῖς ὑπάτοις συνέπεσον αἱ τῶν ὑπηκόων ἐπαναστάσεις. Οὐολοῦσκοι γάρ, εἴτε τῇ πολιτικῇ Ῥωμαίων κινήσει πιστεύσαντες ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει, εἴτε τῆς προτέρας ἥττης ἀμαχητὶ γενομένης αἰσχύνῃ παροξυνθέντες, εἴτ᾽ ἐπὶ ταῖς ἑαυτῶν δυνάμεσι πολλαῖς οὔσαις μέγα φρονήσαντες, [4] εἴτε διὰ ταῦτα πάντα πολεμεῖν [p. 255] Ῥωμαίοις διέγνωσαν, καὶ συναγαγόντες ἐξ ἁπάσης πόλεως τὴν νεότητα, μέρει μέν τινι τῆς δυνάμεως ἐπὶ τὰς Ἑρνίκων τε καὶ Λατίνων πόλεις ἐστράτευσαν, τῇ δὲ λοιπῇ, ἣ πλείστη τ᾽ ἦν καὶ κρατίστη, τοὺς ἐπὶ τὰς πόλεις σφῶν ἥξοντας δέχεσθαι ἤμελλον. ταῦτα μαθοῦσι Ῥωμαίοις ἔδοξε διχῇ νέμειν τὰς δυνάμεις καὶ τῇ μὲν ἑτέρᾳ τὴν Ἑρνίκων τε καὶ Λατίνων διὰ φυλακῆς ἔχειν, τῇ δ᾽ ἑτέρᾳ τὴν Οὐολούσκων λεηλατεῖν.

 

‹ Prev