Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 280
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 280

by Dionysius of Halicarnassus


  ταῦτα παρὰ τῶν μάντεων οἱ Τυρρηνοὶ ἀκούσαντες μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς τὴν ἐρημωθεῖσαν ὑπὸ τῶν Ῥωμαίων καταλαμβάνονται στρατοπεδείαν ὡς ἐπιτείχισμα ποιησόμενοι τῆς ἑτέρας: ἦν δὲ πάνυ ἐχυρὸν τὸ χωρίον καὶ τοῖς ἀπὸ Ῥώμης ἐπὶ τὸ στρατόπεδον ἰοῦσι κωλύσεως ἐν καλῷ κείμενον. πραγματευσάμενοι δὲ καὶ τἆλλα, ἐξ ὧν πλεονεκτήσειν τοὺς πολεμίους ἔμελλον, ἐξῆγον εἰς τὸ πεδίον τὰς δυνάμεις. [2] μενόντων δὲ τῶν Ῥωμαίων ἐφ᾽ ἡσυχίας προσιππεύοντες ἐξ αὐτῶν οἱ τολμηρότατοι καὶ πλησίον τοῦ χάρακος ἱστάμενοι, γυναῖκάς τ᾽ ἀπεκάλουν ἅπαντας καὶ τοὺς ἡγεμόνας αὐτῶν τοῖς δειλοτάτοις τῶν ζώων ἐοικέναι λέγοντες ἐκάκιζον, καὶ δυεῖν θάτερον ἠξίουν: εἰ μὲν ἀντιποιοῦνται τῆς περὶ τὰ πολέμια ἀρετῆς, καταβάντας εἰς τὸ πεδίον μιᾷ τὸν ἀγῶνα κρῖναι μάχῃ, εἰ δ᾽ ὁμολογοῦσιν εἶναι κακοί, παραδόντας τὰ ὅπλα τοῖς κρείττοσι καὶ δίκας ὑποσχόντας, ὧν ἔδρασαν, μηδενὸς ἔτι τῶν μεγάλων ἑαυτοὺς ἀξιοῦν. [3] τοῦτ᾽ ἐποίουν ὁσημέραι καὶ ἐπεὶ οὐδὲν ἐπέραινον, ἀποτειχίζειν αὐτοὺς ἔγνωσαν ὡς λιμῷ προσαναγκάσοντες παραστῆναι. οἱ δ᾽ ὕπατοι περιεώρων τὰ γινόμενα μέχρι πολλοῦ, δι᾽ ἀνανδρίαν μὲν ἢ μαλακίαν οὐδεμίαν — ἀμφότεροι γὰρ εὔψυχοί τε καὶ φιλοπόλεμοι ἦσαν — τὸ δὲ τῶν στρατιωτῶν ἐθελόκακόν [p. 282] τε καὶ ἀπρόθυμον, διαμένον ἐν τοῖς δημοτικοῖς, ἐξ οὗ περὶ τῆς κληρουχίας διεστασίασαν, ὑφορώμενοι: ἔτι γὰρ αὐτοῖς ἔναυλα καὶ πρὸ ὀμμάτων ἦν, ἃ τῷ παρελθόντι ἐνιαυτῷ κατὰ τὸ ἔγκοτον τῆς πρὸς τὸν ὕπατον τιμῆς αἰσχρὰ καὶ ἀνάξια τῆς πόλεως εἰργάσαντο, παραχωρήσαντες τῆς νίκης τοῖς ἡττηθεῖσι καὶ φυγῆς ὄνειδος οὐκ ἀληθὲς ὑπομείναντες, ἵνα μὴ καταγάγῃ τὸν ἐπινίκιον θρίαμβον ὁ ἀνήρ.

  βουλόμενοι δὴ τὸ στασιάζον ἐκ τῆς στρατιᾶς ἐξελεῖν εἰς τέλος καὶ καταστῆσαι πάλιν εἰς τὴν ἐξ ἀρχῆς ὁμόνοιαν ἅπαν τὸ πλῆθος, καὶ εἰς ἓν τοῦτο πᾶσαν εἰσφερόμενοι βουλήν τε καὶ πρόνοιαν, ἐπειδὴ οὔτε κολάσει μέρους τινὸς σωφρονέστερον ἀποδοῦναι τὸ λοιπὸν ἦν, πολὺ καὶ αὔθαδες ὑπάρχον καὶ τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχον, οὔτε πειθοῖ προσαγαγέσθαι λόγων τοὺς οὐδὲ πεισθῆναι βουλομένους, δύο ταύτας ὑπέλαβον ἔσεσθαι τῶν στασιαζόντων αἰτίας τῆς διαλλαγῆς, τοῖς μὲν ἐπιεικεστέρας μετειληφόσι φύσεως — ἐνῆν γάρ τι καὶ τοιοῦτον ἐν τῷ πολλῷ — τὴν ἐπὶ τοῖς ὀνειδισμοῖς τῶν πολεμίων αἰσχύνην, τοῖς δὲ δυσαγώγοις ἐπὶ τὸ καλόν, [2] ἣν ἅπασα δέδοικεν ἀνθρώπου φύσις ἀνάγκην. ἵνα δὴ ταῦτα γένοιτο ἀμφότερα, ἐφῆκαν τοῖς πολεμίοις λόγῳ τ᾽ αἰσχύνειν κακίζοντας σφῶν ὡς ἄνανδρον τὴν ἡσυχίαν, καὶ ἔργοις ὑπεροψίας τε καὶ καταφρονήσεως πολλῆς γινομένοις ἀναγκάζειν ἀγαθοὺς γενέσθαι τοὺς ἑκουσίως [p. 283] εἶναι μὴ βουλομένους. γινομένων γὰρ τούτων πολλὰς ἐλπίδας εἶχον ἥξειν ἐπὶ τὸ στρατήγιον ἅπαντας ἀγανακτοῦντας καὶ καταβοῶντας καὶ κελεύοντας ἡγεῖσθαι σφῶν ἐπὶ τοὺς πολεμίους: ὅπερ καὶ συνέβη. [3] ὡς γὰρ ἤρξαντο τὰς ἐξόδους τοῦ χάρακος ἀποταφρεύειν τε καὶ ἀποσταυροῦν οἱ πολέμιοι, δυσανασχετήσαντες οἱ Ῥωμαῖοι ἐπὶ τῷ ἔργῳ, τέως μὲν κατ᾽ ὀλίγους, ἔπειτ᾽ ἀθρόοι συντρέχοντες ἐπὶ τὰς σκηνὰς τῶν ὑπάτων ἐκεκράγεσάν τε καὶ προδοσίαν αὐτοῖς ἐνεκάλουν, καὶ εἰ μή τις ἡγήσεται σφίσι τῆς ἐξόδου, δίχα ἐκείνων αὐτοὶ τὰ ὅπλα ἔχοντες ἐπὶ τοὺς πολεμίους ἔλεγον ἐξελεύσεσθαι. [4] ὡς δ᾽ ἐξ ἁπάντων ἐγίνετο τοῦτο, παρεῖναι τὸν χρόνον, ὃν περιέμενον, οἱ στρατηγοὶ νομίσαντες ἐκέλευον τοῖς ὑπηρέταις συγκαλεῖν τὸ πλῆθος εἰς ἐκκλησίαν: καὶ προελθὼν Φάβιος τοιάδε εἶπε:

  βραδεῖα μὲν ἡ ἀγανάκτησις ὑμῶν γίνεται περὶ ὧν ὑβρίζεσθε ὑπὸ τῶν πολεμίων, ἄνδρες στρατιῶταί τε καὶ ἡγεμόνες: καὶ τὸ βουλόμενον ἑκάστου χωρεῖν ὁμόσε τοῖς ἐναντίοις πολὺ τοῦ δέοντος ὕστερον φαινόμενον ἄωρόν ἐστι. παλαίτερον γὰρ ἔτι τοῦθ᾽ ὑμᾶς ἔδει πράττειν, ὅτε πρῶτον αὐτοὺς εἴδετε καταβαίνοντας ἐκ τῶν ἐρυμάτων καὶ μάχης ἄρχειν βουλομένους. τότε γὰρ δήπου καλὸς ὁ περὶ τῆς ἡγεμονίας ἦν ἀγὼν καὶ τοῦ Ῥωμαίων φρονήματος ἄξιος. νῦν δ᾽ ἀναγκαῖος ἤδη γίνεται, καὶ οὐδ᾽, ἂν τὸ κράτιστον λάβῃ [2] τέλος, ὁμοίως καλός. εὖ δὲ καὶ νῦν ποιεῖτε ὅμως ἐπανορθώσασθαι τὴν βραδυτῆτα βουλόμενοι καὶ τὰ [p. 284] παραλειφθέντα ἀναλαβεῖν, καὶ πολλὴ χάρις ὑμῖν τῆς ἐπὶ τὰ κράτιστα ὁρμῆς, εἴ γ᾽ ὑπ᾽ ἀρετῆς γίνεται: κρεῖττον γάρ ἐστιν ὀψὲ ἄρξασθαι τὰ δέοντα πράττειν ἢ μηδέποτε: εἴτ᾽ οὖν ἅπαντες ὁμοίους ἔχετε περὶ τῶν συμφερόντων λογισμούς, καὶ ἡ προθυμία τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς ἅπαντας ἡ αὐτὴ κατείληφε. [3] νῦν δὲ φοβούμεθα, μὴ τὰ περὶ τῆς κληρουχίας προσκρούσματα τῶν δημοτικῶν πρὸς τοὺς ἐν τέλει μεγάλης αἴτια τῷ κοινῷ γένηται βλάβης: ὑποψία τε ἡμᾶς κατείληφεν, ὡς ἡ περὶ τῆς ἐξόδου καταβοὴ καὶ ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς προαιρέσεως παρὰ πάντων γίνεται, ἀλλ᾽ οἱ μὲν ὡς τιμωρησόμενοι τοὺς πολεμίους προθυμεῖσθε [4] τοῦ χάρακος ἐξελθεῖν, οἱ δ᾽ ὡς ἀποδρασόμενοι. ἐξ ὧν δὲ παρέστηκεν ἡμῖν ταῦθ᾽ ὑποπτεύειν, οὐ μαντεῖαί εἰσιν οὐδὲ στοχασμοί, ἀλλ᾽ ἔργα ἐμφανῆ καὶ οὐδὲ ταῦτα παλαιά, ἀλλ᾽ ἐν τῷ παρελθόντι ἐνιαυτῷ γε
νόμενα, ὡς ἅπαντες ἴστε, ὅτ᾽ ἐπὶ τοὺς αὐτοὺς πολεμίους τούτους πολλῆς καὶ ἀγαθῆς ἐξελθούσης στρατιᾶς, καὶ τῆς πρώτης μάχης τὸ κράτιστον ἡμῖν λαβούσης τέλος, δυνηθέντος ἂν τοῦ τότ᾽ ἄγοντος ὑμᾶς ὑπάτου Καίσωνος, ἀδελφοῦ δ᾽ ἐμοῦ τουδὶ καὶ τὸν χάρακα τῶν πολεμίων ἐξελεῖν καὶ νίκην τῇ πατρίδι καταγαγεῖν λαμπροτάτην, φθονήσαντες αὐτῷ δόξης τινές, ὅτι δημοτικὸς οὐκ ἦν, οὐδὲ τὰ κεχαρισμένα τοῖς πένησι διετέλει πολιτευόμενος, τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην ἀνασπάσαντες τὰς σκηνὰς ἄνευ παραγγέλματος ἀπέδρασαν [p. 285] ἐκ τοῦ χάρακος, οὔτε τὸν κίνδυνον ἐνθυμηθέντες τὸν καταληψόμενον αὐτοὺς ἀτάκτως καὶ χωρὶς ἡγεμόνος ἀπιόντας ἐκ πολεμίας γῆς καὶ ταῦτ᾽ ἐν νυκτί, οὔτε τὴν αἰσχύνη, ὅση καθέξειν αὐτοὺς ἔμελλεν, ὑπολογισάμενοι, ὅτι παρεχώρουν τοῖς πολεμίοις τῆς ἡγεμονίας, τὸ γοῦν ἐφ᾽ ἑαυτοῖς μέρος, καὶ ταῦθ᾽ οἱ [5] νικήσαντες τοῖς κεκρατημένοις. τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ὦ ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτ᾽ ἄρχειν δυναμένους οὔτ᾽ ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθ᾽ [6] ἑαυτοὺς πρόθυμα παρεχομένοις. εἰ μέντοι κἀκείνων ὁ θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ καὶ καταβαλόντες τὸ στασιάζον, ὑφ᾽ οὗ νῦν πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, ἤ γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς προβαλλομένους ἐλπίδας. [7] ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ [p. 286] μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος εἰς τὰς τῶν φρουρίων φυλακάς. [8] ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας καὶ πολὺ ἀλκιμωτέρους αὐτῶν ὁ κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς. αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται. [9] ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα: καὶ ἐν ᾧ ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθ᾽ ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα: καὶ ὅ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ὁ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι. μάλιστα δ᾽ ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον.

  ἔτι δ᾽ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ [p. 287] καὶ πολλὰ μεταξὺ τῶν λόγων ἐκχέοντος δάκρυα, λοχαγῶν τε καὶ ταξιάρχων καὶ τῶν ἄλλων στρατιωτῶν ἕκαστον, ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ, κατ᾽ ὄνομα ἀνακαλοῦντος, καὶ πολλὰ καὶ μεγάλα τοῖς ἀριστεύσασι κατὰ τὴν μάχην φιλάνθρωπα δώσειν ὑπισχνουμένου πρὸς τὸ τῶν πράξεων μέγεθος, τιμάς τε καὶ πλούτους καὶ τὰς ἄλλας βοηθείας, ἀναβοήσεις ἐξ ἁπάντων ἐγίνοντο θαρρεῖν τε παρακελευομένων καὶ ἄγειν ἐπὶ τὸν ἀγῶνα ἀξιούντων. [2] ἐπειδὴ δ᾽ ἐπαύσατο, προέρχεταί τις ἐκ τοῦ πλήθους, Μάρκος Φλαβολήιος ὄνομα, ἀνὴρ δημοτικὸς μὲν καὶ αὐτουργός, οὐ μὴν τῶν ἀπερριμμένων τις, ἀλλὰ τῶν ἐπαινουμένων δἰ ἀρετὴν καὶ τὰ πολέμια ἄλκιμος, καὶ δι᾽ ἄμφω ταῦτα ἑνὸς τῶν ταγμάτων τῇ λαμπροτάτῃ ἀρχῇ κεκοσμημένος, ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε καὶ τὸ κελευόμενον ὑπηρετεῖν κελεύει ὁ νόμος. τούτους Ῥωμαῖοι τοὺς ἡγεμόνας τῇ πατρίῳ γλώττῃ πριμοπίλους καλοῦσιν. [3] οὗτος ὁ ἀνήρ — ἦν δὲ πρὸς τοῖς ἄλλοις μέγας τε καὶ καλὸς ἰδεῖν — στάς, ὅθεν ἅπασιν ἔμελλεν ἔσεσθαι φανερός, Ἐπεὶ τοῦτ᾽, ἔφησεν, ὦ ὕπατοι, δεδοίκατε, μὴ τὰ ἔργα ἡμῶν οὐχ ὅμοια γένηται τοῖς λόγοις, ἐγὼ πρῶτος ὑμῖν ὑπὲρ ἐμαυτοῦ τὸ βέβαιον τῆς ὑποσχέσεως ἐκ τῆς μεγίστης πίστεως παρέξομαι: καὶ ὑμεῖς δ᾽, ὦ πολῖται τε καὶ τῆς αὐτῆς κοινωνοὶ τύχης, ὅσοι [p. 288] διεγνώκατε εἰς ἴσον καταστῆσαι τὰ ἔργα τοῖς λόγοις, [4] οὐκ ἂν ἁμαρτάνοιτε ταὐτὸ ποιοῦντες ἐμοί. ταῦτ᾽ εἰπὼν καὶ τὸ ξίφος ἀνατείνας ὤμοσε τὸν ἐπιχώριόν τε Ῥωμαίοις καὶ κράτιστον ὅρκον, τὴν ἀγαθὴν ἑαυτοῦ πίστιν, νικήσας τοὺς πολεμίους ἥξειν εἰς τὴν πόλιν, ἄλλως δ᾽ οὔ. τοῦτον ὀμόσαντος τοῦ Φλαβοληίου τὸν ὅρκον πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγένετο: καὶ αὐτίκα οἵ τε ὕπατοι ἀμφότεροι ταὐτὸν ἔδρων καὶ οἱ τὰς ἐλάττους ἔχοντες στρατηγίας χιλίαρχοί τε καὶ
λοχαγοί, τελευτῶσα [5] δ᾽ ἡ πληθύς. ἐπεὶ δὲ τοῦτ᾽ ἐγένετο, πολλὴ μὲν εὐθυμία πᾶσιν ἐνέπεσε, πολλὴ δὲ φιλότης ἀλλήλων, θάρσος τ᾽ αὖ καὶ μένος: καὶ ἀπελθόντες ἐκ τῆς ἐκκλησίας, οἱ μὲν ἵπποις χαλινοὺς ἐνέβαλλον, οἱ δὲ ξίφη καὶ λόγχας ἔθηγον, οἱ δὲ τὰ σκεπαστήρια τῶν ὅπλων ἐξέματτον: καὶ ὀλίγου πᾶσα ἦν ἕτοιμος εἰς τὸν ἀγῶνα ἡ στρατιά. [6] οἱ δ᾽ ὕπατοι τοὺς θεοὺς εὐχαῖς τε καὶ θυσίαις καὶ λιταῖς ἐπικαλεσάμενοι τῆς ἐξόδου σφίσι γενέσθαι ἡγεμόνας, ἐξῆγον ἐκ τοῦ χάρακος ἐν τάξει καὶ κόσμῳ τὸν στρατόν. καὶ οἱ Τυρρηνοὶ κατιόντας αὐτοὺς ἐκ τῶν ἐρυμάτων ἰδόντες ἐθαύμασάν τε καὶ ἀντεπεξῄεσαν ἁπάσῃ τῇ δυνάμει.

 

‹ Prev