Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 284
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 284

by Dionysius of Halicarnassus


  οἱ γοῦν Τυρρηνοὶ τούς τ᾽ ἄνδρας διαφθείραντες καὶ τὸ ἐν τῇ Κρεμέρᾳ φρούριον παραλαβόντες ἐπὶ τὴν ἄλλην στρατιὰν τῶν Ῥωμαίων ἦγον τὰς δυνάμεις. ἔτυχε δ᾽ οὐ μακρὰν κατεστρατοπεδευκὼς ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος οὐκ ἐν ἀσφαλεῖ χωρίῳ: καὶ ὅτε ἡ Φαβίων συγγένεια καὶ τὸ πελατικὸν αὐτῶν ἀπώλλυντο, τριάκοντά που σταδίους ἀπεῖχεν ἀφ᾽ οὗ τὸ πάθος ἐγένετο τόπου, δόξαν τ᾽ οὐκ ὀλίγοις παρέσχε, γνοὺς ἐν οἵοις κακοῖς ἦσαν οἱ Φάβιοι, μηδεμίαν [p. 314] αὐτῶν ποιήσασθαι φροντίδα τῆς τ᾽ ἀρετῆς καὶ [2] δόξης τοῖς ἀνδράσι φθονῶν. τοιγαροῦν μετὰ ταῦθ᾽ ὑπαχθεὶς ὑπὸ τῶν δημάρχων εἰς δίκην ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ ἑάλω. σφόδρα γὰρ ἐπένθησεν ἡ Ῥωμαίων πόλις ἀνδρῶν τοσούτων καὶ τοιούτων ἀρετὰς ἀποκειραμένη, καὶ πρὸς ἅπαν τὸ δόξαν αὐτοῖς αἴτιον γεγονέναι τῆς τοιαύτης συμφορᾶς πικρῶς καὶ ἀπαραιτήτως εἶχεν: τὴν δ᾽ ἡμέραν ἐκείνην, ἐν ᾗ τὸ πάθος ἐγένετο, μέλαινάν τε καὶ ἀποφράδα τίθεται, καὶ οὐδενὸς ἂν ἔργου ἐν ταύτῃ χρηστοῦ ἄρξαιτο, τὴν τότε συμβᾶσαν αὐτῇ τύχην ὀττευομένη. [3] ὡς δὲ πλησίον ἐγένοντο τῶν Ῥωμαίων οἱ Τυρρηνοί, συνιδόντες αὐτῶν τὸ στρατόπεδον — ἦν δ᾽ ὑπὸ λαγόνι κείμενον ὄρους — τῆς τ᾽ ἀπειρίας τοῦ στρατηγοῦ κατεφρόνησαν, καὶ τὸ δοθὲν ὑπὸ τῆς τύχης πλεονέκτημα ἀγαπητῶς ἔλαβον. καὶ αὐτίκα τοὺς ἱππεῖς ἀναλαβόντες κατὰ τὴν ἑτέραν πλευρὰν τοῦ λόφου οὐδενὸς κωλύοντος ἀνέβησαν ἐπὶ τὴν κορυφήν. καταλαβόμενοι δὲ τὸν ὑπὲρ κεφαλῆς τῶν Ῥωμαίων κόρυμβον ἔθεντο ἐν τούτῳ τὰ ὅπλα, καὶ τὴν ἄλλην δύναμιν ἀσφαλῶς ἀναβιβάσαντες ὑψηλῷ χάρακι καὶ βαθείᾳ τάφρῳ τὴν παρεμβολὴν ὠχυρώσαντο. [4] εἰ μὲν οὖν συνιδὼν ὁ Μενήνιος, οἷον ἔδωκε πλεονέκτημα τοῖς πολεμίοις, μετέγνω τε τὴν ἁμαρτάδα καὶ εἰς ἀσφαλέστερον ἀπήγαγε χωρίον τὴν στρατιάν, σοφὸς ἂν ἦν, νῦν δὲ δι᾽ αἰσχύνης λαμβάνων τὸ δοκεῖν ἡμαρτηκέναι [p. 315] καὶ τὸ αὔθαδες πρὸς τοὺς μεταδιδάσκοντας φυλάττων, μετὰ αἰσχύνης ἄξιον πτῶμα ἔπεσεν. [5] οἷα γὰρ ἐξ ὑπερδεξίων αὐτοῦ τόπων οἱ πολέμιοι τὰς ἐξόδους ἑκάστοτε ποιούμενοι πολλὰ ἐπλεονέκτουν, ἀγοράς τ᾽ αὐτῶν ἀγομένας ὑπὸ τῶν ἐμπόρων ἁρπάζοντες, καὶ τοῖς ἐπὶ χιλὸν ἢ ὕδωρ ἐκπορευομένοις ἐπιτιθέμενοι: καὶ περιειστήκει τῷ μὲν ὑπάτῳ μήτε καιροῦ εἶναι κυρίῳ, ἐν ᾧ τὸν ἀγῶνα ἔμελλε ποιεῖσθαι, μήτε τόπου, ἃ δοκεῖ μεγάλα εἶναι κατηγορήματα ἡγεμόνων στρατηγίας ἀπείρων: τοῖς δὲ Τυρρηνοῖς ἀμφότερα, ὡς ἐβούλοντο, [6] εἶχε ταῦτα. καὶ οὐδὲ τότ᾽ ἀπαναστῆσαι τὴν στρατιὰν ὁ Μενήνιος ὑπέμεινεν, ἀλλ᾽ ἐξαγαγὼν παρέταξεν ὡς εἰς μάχην, καταφρονήσας τῶν τὰ συμφέροντα ὑποτιθεμένων. καὶ οἱ Τυρρηνοὶ τὴν ἄνοιαν τοῦ στρατηγοῦ μέγα εὐτύχημα ἡγησάμενοι κατέβαινον ἐκ τοῦ χάρακος οὐκ ἐλάττους ἢ διπλάσιοι τῶν πολεμίων ὄντες. [7] ὡς δὲ συνέπεσον ἀλλήλοις, φόνος ἐγίγνετο τῶν Ῥωμαίων πολὺς οὐ δυναμένων ἐν τῇ τάξει μένειν. ἐξεώθουν γὰρ αὐτοὺς οἱ Τυρρηνοὶ τοῦ τε χωρίου τὴν φύσιν ἔχοντες σύμμαχον καὶ τῶν ἐφεστηκότων κατόπιν — ἐτάξαντο γὰρ ἐπὶ βάθος — ἐμπτώσει πολλῇ συνεργούμενοι. πεσόντων δὲ τῶν ἐπιφανεστάτων λοχαγῶν, ἡ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἐγκλίνασα ἔφευγεν ἐπὶ τὸν χάρακα: οἱ δ᾽ ἠκολούθουν, καὶ τάς τε σημαίας αὐτῶν ἀφαιροῦνται καὶ τοὺς τραυματίας συλλαμβάνουσι [p. 316] καὶ τῶν νεκρῶν γίνονται κύριοι. καὶ [8] κατακλείσαντες αὐτοὺς εἰς πολιορκίαν καὶ δι᾽ ὅλης τῆς λοιπῆς ἡμέρας προσβολὰς ποιησάμενοι πολλὰς καὶ οὐδὲ τὴν νύκτα ἀφέντες αἱροῦσι τὸν χάρακα ἐκλιπόντων αὐτὸν τῶν ἔνδον, καὶ γίνονται πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατεῖς: οὐδὲ γὰρ ἀποσκευάσασθαι δύναμιν ἔσχον οἱ φεύγοντες, ἀλλ᾽ ἀγαπητῶς αὐτὰ τὰ σώματα διέσωσαν, οὐδὲ τὰ ὅπλα πολλοὶ φυλάττοντες.

  οἱ δ᾽ ἐν τῇ Ῥώμῃ τήν τ᾽ ἀπώλειαν τῶν σφετέρων καὶ τὴν ἅλωσιν τοῦ χάρακος μαθόντες — ἧκον γὰρ οἱ πρῶτοι διασωθέντες ἐκ τῆς τροπῆς πολλῆς ἔτι νυκτὸς οὔσης — εἰς μέγαν θόρυβον ὥσπερ εἰκὸς κατέστησαν: καὶ ὡς αὐτίκα δὴ μάλα τῶν πολεμίων ἐπὶ σφᾶς ἐλευσομένων ἁρπάσαντες τὰ ὅπλα, οἱ μὲν τὰ τείχη περιεστεφάνουν, οἱ δὲ πρὸ τῶν πυλῶν ἐτάξαντο, οἱ δὲ τὰ μετέωρα τῆς πόλεως κατελαμβάνοντο. [2] ἦν δὲ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ὅλην καὶ βοὴ συμμιγής, καὶ ἐπὶ τοῖς τέγεσι τῶν οἴκων εἰς ἀλκὴν καὶ ἀγῶνα εὐτρεπὴς ὁ κατοικίδιος ὄχλος, πυρσοί τε συνεχεῖς, οἷα δὴ ἐν νυκτὶ καὶ σκοταίᾳ ταύτῃ, ὑπὸ λαμπάδων καὶ ἀπὸ τεγῶν τοσοῦτοι τὸ πλῆθος ᾔροντο, ὥστε συναφὲς εἶναι δοκεῖν τοῖς πρόσωθεν ὁρῶσι τὸ [3] σέλας καὶ δόξαν ἐμπιμπραμένης πόλεως παρασχεῖν. καὶ [p. 317] εἰ τότε οἱ Τυρρηνοὶ τῶν ἐκ τοῦ χάρακος ὠφελειῶν ὑπεριδόντες ἐκ ποδὸς τοῖς φεύγουσιν ἠκολούθησαν, ἅπασ᾽ ἂν διέφθαρτο ἡ στρατεύσασα ἐπ᾽ αὐτοὺς δύναμις, νῦν δὲ πρὸς ἁρπαγάς τε τῶν ἐγκαταλειφθέντων ἐν τῷ χάρακι τραπόμενοι καὶ ἀναπαύσει τὰ σώματα δόντες μεγάλου αὐχήματος ἑαυτοὺς ἐστέρησαν. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ τὰς δυνάμεις ἄγοντες ἐπὶ τὴν Ῥώμην καὶ σταδίους ἀμφὶ τοὺς ἑκκαίδεκα ἀποσχόντες ὄρος, ἐξ οὗ σύνοπτός ἐστιν ἡ Ῥώμη, τὸ καλούμενον Ἰάνικλον, καταλαμβάνονται, ὅθεν ὁρμώμενοι τὴν Ῥωμαίων χώραν ἦγόν τε καὶ ἔφερον ἀκώλυτοι
κατὰ πολλὴν τῶν ἔνδον ὑπεροψίαν, μέχρι τοῦ παραγενέσθαι τὸν ἕτερον τῶν ὑπάτων Ὁράτιον ἄγοντα τὴν ἐν Οὐολούσκοις δύναμιν. [4] τότε δὴ ἐν τῷ ἀσφαλεῖ Ῥωμαῖοι νομίσαντες εἶναι καὶ τὴν ἐν τῇ πόλει νεότητα καθοπλίσαντες ἐξῆλθον εἰς τὴν ὕπαιθρον. ὡς δὲ τήν τε πρώτην μάχην ἀπὸ σταδίων ὀκτὼ τῆς πόλεως ποιησάμενοι παρὰ τὸ τῆς Ἐλπίδος ἱερὸν ἐνίκησάν τε καὶ ἀπεώσαντο τοὺς ἀντιταξαμένους, καὶ μετὰ ταύτην αὖθις ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων παρὰ ταῖς Κολλίναις καλουμέναις πύλαις ποιησάμενοι λαμπρῶς ἠγωνίσαντο, καὶ ἀνέπνευσαν ἐκ τοῦ δέους, καὶ τὸ ἔτος τοῦτ᾽ ἐτελεύτα.

  τῷ δ᾽ ἑξῆς ἔτει περὶ τὰς θερινὰς μάλιστα [p. 318] τροπὰς Σεξτιλίου μηνὸς παραλαμβάνουσι τὴν ὑπατείαν ἄνδρες ἔμπειροι πολέμων Σερούιός τε Σερουίλιος καὶ Αὖλος Οὐεργίνιος, οἷς ὁ πρὸς τοὺς Τυρρηνοὺς πόλεμος καίτοι μέγας καὶ χαλεπὸς ὢν χρυσὸς ἐφαίνετο παρὰ τὸν ἐντὸς τείχους ἐξεταζόμενος. ἀσπόρου γὰρ τῆς χώρας ἐν τῷ παρελθόντι χειμῶνι διὰ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον ὄρους καὶ τὰς συνεχεῖς καταδρομὰς γενομένης, καὶ οὐδὲ τῶν ἐμπόρων ἔτι τὰς ἔξωθεν ἐπεισαγόντων ἀγορὰς σπάνις ἰσχυρὰ σίτου τὴν Ῥώμην κατέσχε μεστὴν οὖσαν ὄχλου τοῦ τε κατοικιδίου καὶ [2] τοῦ συνερρυηκότος ἐκ τῶν ἀγρῶν. τῶν μὲν γὰρ ἐν ἥβῃ πολιτῶν ὑπὲρ τὰς ἕνδεκα μυριάδας ἦσαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως εὑρέθη, γυναικῶν δὲ καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ ἐργαζομένων τὰς βαναύσους τέχνας μετοίκων — οὐδενὶ γὰρ ἐξῆν Ῥωμαίων οὔτε κάπηλον οὔτε χειροτέχνην βίον ἔχειν — οὐκ ἔλαττον ἢ τριπλάσιον τοῦ πολιτικοῦ πλήθους: οὓς οὐκ ἦν παραμυθήσασθαι ῥᾴδιον ἀγανακτοῦντας ἐπὶ τῷ πάθει καὶ συντρέχοντας εἰς τὴν ἀγορὰν καὶ καταβοῶντας τῶν ἐν τοῖς τέλεσιν, ἐπί τε τὰς οἰκίας τῶν πλουσίων κατὰ πλῆθος ὠθουμένους, καὶ διαρπάζειν ἐπιχειροῦντας ἄτερ ὠνῆς τὰς ἀποκειμένας αὐτοῖς τροφάς. [3] οἱ δὲ δήμαρχοι συνάγοντες αὐτοὺς εἰς ἐκκλησίαν καὶ κατηγοροῦντες τῶν πατρικίων ὡς αἰεί τι κακὸν [p. 319] ἐπὶ τοῖς πένησι μηχανωμένων, καὶ πάνθ᾽, ὅσα πώποτε δεινὰ συνέβη κατὰ τὴν ἀτέκμαρτόν τε καὶ ἀφύλακτον ἀνθρώποις τύχην, ἐκείνων ἔργα λέγοντες, [4] ὑβριστὰς εἶναι πικροὺς ἐξειργάσαντο. τοιούτοις συνεχόμενοι κακοῖς οἱ ὕπατοι πέμπουσι τοὺς συνωνησομένους σῖτον ἐκ τῶν σύνεγγυς τόπων μετὰ πολλῶν χρημάτων, καὶ τὸν ἐν ταῖς οἰκίαις ἔταξαν εἰς τὸ δημόσιον ἀναφέρειν τοὺς εἰς τὸν ἑαυτῶν βίον πλείονα τοῦ μετρίου παραθεμένους, τιμὴν ὁρίσαντες ἀποχρῶσαν. ταῦτα δὴ καὶ ἄλλα πολλὰ μηχανώμενοι τοιαῦτα ἐπέσχον τῶν πενήτων τὰς παρανομίας καὶ ἀναστροφὴν ἔλαβον τῆς εἰς τὸν πόλεμον παρασκευῆς.

  ἐπεὶ δ᾽ αἱ μὲν ἔξωθεν ἐβράδυνον ἀγοραί, τὰ δ᾽ ἐντὸς τείχους τροφῆς ἐχόμενα πάντα κατανάλωτο, ἀποστροφὴ δὲ τῶν κακῶν οὐδεμία ἦν ἑτέρα, ἀλλὰ δυεῖν θάτερον ἐχρῆν, ἢ τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας ἁπάσῃ δυνάμει παρακινδυνεύσαντας, ἢ τειχήρεις μένοντας ὑπὸ λιμοῦ τε καὶ στάσεως διαφθαρῆναι, τὸ κουφότερον αἱρούμενοι τῶν κακῶν ἔγνωσαν ὁμόσε χωρεῖν τοῖς ἐκ τῶν πολεμίων δεινοῖς. [2] προαγαγόντες δὲ τὰς δυνάμεις ἐκ τῆς πόλεως περὶ μέσας νύκτας διέβησαν τὸν ποταμὸν ἐπὶ σχεδίαις καί, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, πλησίον τῶν πολεμίων κατεστρατοπέδευσαν. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ προελθόντες ἔταξαν ὡς εἰς μάχην τὸν στρατόν. εἶχε δὲ τὸ μὲν δεξιὸν τῶν κεράτων Οὐεργίνιος, τὸ δ᾽ εὐώνυμον Σερουίλιος. [3] ἰδόντες [p. 320] δ᾽ αὐτοὺς εὐτρεπεῖς ὄντας οἱ Τυρρηνοὶ πρὸς τὸν ἀγῶνα σφόδρα ἐχάρησαν, ὡς ἑνὶ τῷ τότε κινδύνῳ κατὰ νοῦν χωρήσαντι τὴν Ῥωμαίων καθελοῦντες ἀρχήν, εἰδότες, ὅτι πᾶν, ὅσον ἦν κράτιστον στρατιωτικὸν αὐτῶν, εἰς τὸν ἀγῶνα ἐκεῖνον ὥρμητο, καὶ δι᾽ ἐλπίδος ἔχοντες, ἐν ᾗ πολὺ τὸ κοῦφον ἦν, ῥᾳδίως αὐτῶν κρατήσειν, ἐπειδὴ τὴν μετὰ Μενηνίου δύναμιν ἐν δυσχωρίαις παραταξαμένην σφίσιν ἐνίκησαν. γενομένης δ᾽ ἰσχυρᾶς καὶ πολυχρονίου μάχης πολλοὺς μὲν ἀποκτείναντες Ῥωμαίων, πολλῷ δ᾽ ἔτι πλείονας τῶν σφετέρων ἀποβαλόντες ἀνεχώρουν βάδην ἐπὶ τὸν χάρακα. [4] ὁ μὲν οὖν Οὐεργίνιος τὸ δεξιὸν κέρας ἔχων οὐκ εἴα διώκειν τοὺς σφετέρους, ἀλλ᾽ ἐπὶ τῷ κατορθώματι μένειν, ὁ δὲ Σερουίλιος ὁ τεταγμένος ἐπὶ θατέρου κέρως ἐδίωκε τοὺς καθ᾽ ἑαυτὸν ἑπόμενος ἄχρι πολλοῦ. ὡς δ᾽ ἐν τοῖς μετεώροις ἐγένετο, ὑποστρέψαντες οἱ Τυρρηνοί, καὶ τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησάντων, ἐνσείουσιν αὐτοῖς. οἱ δ᾽ ὀλίγον τινὰ δεξάμενοι χρόνον ἐγκλίνουσι τὰ νῶτα, καὶ κατὰ τοῦ λόφου διωκόμενοι σποράδες ἀπώλλυντο. [5] μαθὼν δὲ Οὐεργίνιος, ἐν οἵαις ἦν τύχαις ἡ τὸ ἀριστερὸν κέρας κατέχουσα στρατιά, πᾶσαν ἔχων τὴν δύναμιν ἐν τάξει πλαγίαν ἦγε διὰ τοῦ ὄρους ὁδόν. γενόμενος δὲ κατὰ νώτου τῶν διωκόντων τοὺς σφετέρους, μέρος μέν τι ταύτῃ καταλείπει τῆς στρατιᾶς κωλύσεως ἕνεκεν τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησόντων, τὸ δὲ λοιπὸν αὐτὸς ἄγων ἐπεφέρετο τοῖς πολεμίοις. ἐν δὲ τούτῳ καὶ οἱ μετὰ τοῦ Σερουιλίου θαρσήσαντες τῇ [p. 321] παρουσίᾳ τῶν σφετέρων ὑποστρέφουσί τε καὶ καταστάντες ἐμάχοντ�
�. κυκλωθέντες δ᾽ ὑπ᾽ ἀμφοῖν οἱ Τυρρηνοὶ καὶ οὔτε πρόσω διεκπορευθῆναι δυνάμενοι διὰ τοὺς ὁμόσε χωροῦντας, οὔτ᾽ ὀπίσω φεύγειν ἐπὶ τὸν χάρακα διὰ τοὺς κατόπιν ἐπιόντας, οὐκ ἀνάνδρως, [6] ἀτυχῶς δ᾽ οἱ πλείους κατεκόπησαν. γενομένης δ᾽ οἰκτρᾶς νίκης περὶ τοὺς Ῥωμαίους, καὶ οὐ παντάπασιν εὐτυχὲς τέλος εἰληφότος τοῦ ἀγῶνος οἱ μὲν ὕπατοι πρὸ τῶν νεκρῶν καταστρατοπεδευσάμενοι τὴν ἐπιοῦσαν νύκτα ηὐλίσαντο, οἱ δὲ κατέχοντες τὸ Ἰάνικλον Τυρρηνοί, ἐπειδὴ οὐδεμία παρὰ τῶν οἴκοθεν ἤρχετο ἐπικουρία, καταλιπεῖν ἔκριναν τὸ φρούριον, καὶ ἀναστρατοπεδεύσαντες νυκτὸς ἀπῆραν εἰς τὴν Οὐιεντανῶν πόλιν ἐγγυτάτω σφίσι τῶν Τυρρηνίδων πόλεων κειμένην. [7] τοῦ δὲ χάρακος αὐτῶν οἱ Ῥωμαῖοι κρατήσαντες τά τε χρήματα διαρπάζουσιν, ὅσα ὑπελείποντο ἀδύνατα ὄντα ἐν φυγῇ φέρεσθαι, καὶ τραυματίας λαμβάνουσι πολλούς, τοὺς μὲν ἐν ταῖς σκηναῖς ἀπολειφθέντας, τοὺς δ᾽ ἀνὰ τὴν ὁδὸν ἅπασαν ἐστρωμένους. [8] ἀντείχοντο γάρ τινες γλιχόμενοι τῆς οἴκαδε ὁδοῦ καὶ διεκαρτέρουν παρὰ δύναμιν ἀκολουθοῦντες, εἶτα βαρυνομένων αὐτοῖς τῶν μελῶν ἡμιθνῆτες κατέρρεον ἐπὶ τὴν γῆν: οὓς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐπὶ πολὺ τῆς ὁδοῦ προελθόντες ἀνείλοντο: καὶ ἐπειδὴ οὐδὲν ἔτι πολέμιον ἦν καθελόντες τὸ φρούριον καὶ τὰ λάφυρα ἄγοντες ἧκον εἰς τὴν πόλιν, τὰ σώματα τῶν ἐν τῇ μάχῃ τελευτησάντων κομίσαντες οἰκτρὰν ὄψιν ἅπασι τοῖς πολίταις διὰ πλῆθός [p. 322] [9] τε καὶ ἀρετὴν τῶν ἀπολομένων. ὥσθ᾽ ὁ μὲν δῆμος οὔθ᾽ ἑορτάζειν ὡς καλὸν ἀγῶνα κατορθώσας ἠξίου, οὔτε πενθεῖν ὡς ἐπὶ μεγάλῃ καὶ ἀνηκέστῳ συμφορᾷ: ἡ δὲ βουλὴ τοῖς μὲν θεοῖς τὰς ἀναγκαίους ἐψηφίσατο θυσίας, τὴν δ᾽ ἐπινίκιον τοῦ θριάμβου πομπὴν οὐκ ἐπέτρεψε ποιήσασθαι τοῖς ὑπάτοις. μετ᾽ οὐ πολλὰς δ᾽ ἡμέρας ἀγορᾶς ἐπλήσθη παντοδαπῆς ἡ πόλις τῶν τε δημοσίᾳ πεμφθέντων καὶ τῶν εἰωθότων ἐμπορεύεσθαι πολὺν εἰσαγαγόντων σῖτον, ὥστ᾽ ἐν τῇ προτέρᾳ πάντας εὐετηρίᾳ γενέσθαι.

 

‹ Prev