Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 288
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 288

by Dionysius of Halicarnassus


  ἡ δ᾽ ἐκ πολλοῦ χρόνου διαμένουσα ἐν τῇ πόλει στάσις, ἣν οἱ δημόται πρὸς τοὺς πατρικίους ἐστασίαζον, ἀνίστατο πάλιν. ὁ δ᾽ ἐξεγείρων αὐτὴν δήμαρχος ἦν Πόπλιος Βολέρων, ὁ τῷ πρόσθεν ἐνιαυτῷ τοῖς περὶ Αἰμίλιόν τε καὶ Ἰούλιον ὑπάτοις ἀπειθήσας, ὅτ᾽ αὐτὸν ἀντὶ λοχαγοῦ στρατιώτην κατέγραφον, οὐ δι᾽ ἄλλο τι μᾶλλον ἀποδειχθεὶς ὑπὸ τῶν πενήτων τοῦ δήμου προστάτης — γένος τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἦν καὶ τεθραμμένος ἐν πολλῇ ταπεινότητι καὶ ἀπορίᾳ — ἀλλ᾽ ὅτι τὴν ἀρχὴν τῶν ὑπάτων βασιλικὸν ἔχουσαν ἀξίωμα τέως πρῶτος ἔδοξεν ἰδιώτης ἀνὴρ ἀπειθείᾳ ταπεινῶσαι, καὶ ἔτι μᾶλλον διὰ τὰς ὑποσχέσεις, [p. 346] ἃς ἐποιεῖτο μετιὼν τὴν ἀρχὴν κατὰ τῶν πατρικίων, [2] ὡς ἀφαιρησόμενος αὐτῶν τὴν ἰσχύν. ὃς ἐπειδὴ τάχιστα ἐξεγένετο αὐτῷ λωφήσαντος τοῦ δαιμονίου χόλου τὰ πολιτικὰ πράττειν, συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν νόμον εἰσφέρει περὶ τῶν δημαρχικῶν ἀρχαιρεσίων, μετάγων αὐτὰ ἐκ τῆς φρατριακῆς ψηφοφορίας, ἣν οἱ Ῥωμαῖοι καλοῦσιν κουριᾶτιν, ἐπὶ τὴν φυλετικήν. τίς δὲ τούτων διαφορὰ τῶν ἀρχαιρεσίων, ἐγὼ σημανῶ. [3] τὰς μὲν φρατριακὰς ψηφοφορίας ἔδει προβουλευσαμένης τῆς βουλῆς καὶ τοῦ πλήθους κατὰ φράτρας τὰς ψήφους ἐπενέγκαντος, καὶ μετ᾽ ἀμφότερα ταῦτα τῶν παρὰ τοῦ δαιμονίου σημείων τε καὶ οἰωνῶν μηδὲν ἐναντιωθέντων, τότε κυρίας εἶναι: τὰς δὲ φυλετικὰς μήτε προβουλεύματος γενομένου μήτε τῶν ἱερέων τε καὶ οἰωνοσκόπων ἐπιθεσπισάντων, ἐν ἡμέρᾳ μιᾷ τελεσθείσας ὑπὸ τῶν φυλετῶν τέλος ἔχειν. καὶ ἦσαν ἐκ τῶν λοιπῶν τεττάρων δημάρχων οἱ συνεισφέροντες αὐτῷ δύο δήμαρχοι τὸν νόμον: οὓς προσεταιρισάμενος ἐλαττόνων ὄντων τῶν μὴ ταὐτὰ βουλομένων περιῆν. [4] οἱ δ᾽ ὕπατοι καὶ ἡ βουλὴ καὶ πάντες οἱ πατρίκιοι κωλύειν ἐπεχείρουν τὸν νόμον: ἀφικόμενοί τε κατὰ πλῆθος εἰς τὴν ἀγοράν, ἐν ᾗ προεῖπον οἱ δήμαρχοι κυρώσειν τὸν νόμον ἡμέρᾳ, παντοδαποὺς διῆλθον λόγους, τῶν θ᾽ ὑπάτων καὶ τῶν πρεσβυτάτων ἐκ τῆς βουλῆς καὶ ἄλλου παντός, ὅτῳ βουλομένῳ ἦν, τὰς ἐνούσας ἐν τῷ νόμῳ διεξιόντος ἀτοπίας. ἀντιλεξάντων δὲ τῶν δημάρχων [p. 347] καὶ αὖθις τῶν ὑπάτων, καὶ μέχρι πολλοῦ τῆς ἁψιμαχίας τῶν λόγων ἐκμηκυνθείσης, ἐκείνην μὲν τὴν ἐκκλησίαν διέλυσεν εἰς νύκτα συγκλεισθεὶς ὁ χρόνος. προθέντων δὲ πάλιν τῶν δημάρχων εἰς τρίτην ἀγορὰν τὴν περὶ τοῦ νόμου διάγνωσιν, καὶ συνελθόντος ἔτι πλείονος εἰς αὐτὴν ὄχλου τὸ παραπλήσιον τῷ προτέρῳ [5] συνέβη γενέσθαι πάθος. τοῦτο συνιδὼν ὁ Πόπλιος ἔγνω μήτε τοῖς ὑπάτοις ἐπιτρέπειν ἔτι τοῦ νόμου κατηγορεῖν μήτε πατρικίους ἐᾶν τῇ ψηφοφορίᾳ παρεῖναι: καθ᾽ ἑταιρείας γὰρ ἐκεῖνοι καὶ κατὰ συστροφὰς ἄμα τοῖς ἑαυτῶν πελάταις οὐκ ὀλίγοις οὖσι πολλὰ μέρη τῆς ἀγορᾶς κατεῖχον, ἐπικελεύοντές τε τοῖς κατηγοροῦσι τοῦ νόμου καὶ θορυβοῦντες τοὺς ἀπολογουμένους καὶ ἄλλα πολλὰ πράττοντες, ἀκοσμίας τε καὶ βίας τῆς ἐν ταῖς ψήφοις ἐχομένης μηνύματα.

  ἐπέσχε δ᾽ αὐτοῦ τὰ βουλεύματα ὄντα τυραννικὰ ἑτέρα συμπεσοῦσα θεήλατος συμφορά. νόσος γὰρ ἥψατο λοιμικὴ τῆς πόλεως, γενομένη μὲν καὶ κατὰ τὴν ἄλλην Ἰταλίαν, μάλιστα δὲ πλεονάσασα κατὰ τὴν Ῥώμην: καὶ οὔτ᾽ ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία, ἀλλ᾽ ἐν τῷ ἴσῳ οἵ τε σὺν πολλῇ θεραπευόμενοι φροντίδι, καὶ οἷς μηδὲν ἐγίνετο τῶν δεόντων, ἀπέθνησκον: οὔτε λιτανεῖαι θεῶν καὶ θυσίαι καὶ ἐφ᾽ οὓς ἄνθρωποι τελευταίους ἐν ταῖς τοιαῖσδε ἀναγκάζονται καταφεύγειν συμφοραῖς, οἱ κατ᾽ ἄνδρα τε [p. 348] γινόμενοι καὶ ὑπὲρ τοῦ κοινοῦ καθαρμοὶ τότε προσωφέλουν, διέκρινέ τε τὸ πάθος οὐχ ἡλικίαν, οὐ φύσιν, οὐ ῥώμην ἢ ἀσθένειαν σωμάτων, οὐ τέχνην οὐκ ἄλλο τι τῶν δοκούντων κουφίζειν τὴν νόσον, ἀλλὰ γυναιξί τ᾽ ἐνέπιπτε καὶ ἀνδράσι καὶ γηραιοῖς καὶ νέοις. [2] οὐ μὴν πολὺν κατέσχε χρόνον, ὅπερ αἴτιον ἐγένετο τοῦ μὴ σύμπασαν διαφθαρῆναι τὴν πόλιν: ἀλλὰ ποταμοῦ δίκην ἢ πυρὸς ἀθρόα τοῖς ἀνθρώποις ἐμπεσοῦσα τήν τε προσβολὴν ὀξεῖαν καὶ τὴν ἀπαλλαγὴν ταχεῖαν ἔλαβεν. ὡς δὲ τὸ δεινὸν ἐλώφησεν, ἐπ᾽ ἐξόδῳ τῆς ἀρχῆς ὢν ὁ Πόπλιος, ἐπειδὴ οὐκ ἐδύνατο κυρῶσαι τὸν νόμον ἐν τῷ περιόντι χρόνῳ τῶν ἀρχαιρεσίων ἐπιστάντων, μετῄει πάλιν τὴν δημαρχίαν εἰς τὸν ἐπιόντα ἐνιαυτόν, πολλὰ καὶ μεγάλα τοῖς δημόταις ὑπισχνούμενος: καὶ ἀποδείκνυται πάλιν δήμαρχος ὑπ᾽ αὐτῶν καὶ δύο τῶν συναρχόντων. [3] οἱ δὲ πατρίκιοι πρὸς τοῦτ᾽ ἀντεμηχανήσαντο πικρὸν ἄνδρα καὶ μισόδημον καὶ μηδὲν ἐλαττώσοντα τῆς ἀριστοκρατίας ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν, Ἄππιον Κλαύδιον, υἱὸν Ἀππίου, τοῦ πλεῖστα τῷ δήμῳ περὶ τὴν κάθοδον ἐναντιωθέντος. καὶ αὐτὸν πολλὰ ἀντειπόντα καὶ οὐδ᾽ εἰς τὸ πεδίον ἐλθεῖν βουληθέντα ἕνεκα τῶν ἀρχαιρεσίων, οὐδὲν ἧττον προὐβούλευσάν τε καὶ ἐψηφίσαντ᾽ ἀπόντα ὕπατον.

  τελεσθέντων δὲ τῶν ἀρχαιρεσίων κατὰ [p. 349] πολλὴν εὐπέτειαν — οἱ γὰρ πένητες ἐξέλιπον τὸ πεδίον, ἐπειδὴ τὸν ἄνδρα τόνδε ὀνομασθέντα ἤκουσαν — παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Ἄππιος Κλαύδιος Σαβῖνος, οὔτε τὰς φύσεις οὔτε τὰς προαιρέσεις ἔχοντες ὁμοίας. [2] Ἀππίου μὲν γὰρ ἦν γνώμη πε�
�ισπᾶν περὶ τὰς ἔξω στρατείας τὸν ἀργὸν καὶ πένητα δῆμον, ἵνα τῶν τε καθ᾽ ἡμέραν ἀναγκαίων ἐκ τῆς πολεμίας εὐπορῶν τοῖς αὑτοῦ πόνοις, ὧν ἐν χρείᾳ μάλιστα ὑπῆρχε, καὶ τὰ συμφέροντα τῇ πόλει διαπραττόμενος, ἥκιστα τοῖς ἐκ τοῦ συνεδρίου διοικοῦσι τὰ κοινὰ δυσμενής τε καὶ χαλεπὸς ᾖ: πολέμου δὲ πᾶσαν ἔσεσθαι πρόφασιν εὔλογον ἀπέφαινεν ἡγεμονίας ἀντιποιουμένῃ πόλει καὶ ὑπὸ πάντων ἐπιφθονουμένῃ, κατά τε τὸ εἰκὸς τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα εἰκάζειν ἠξίου, ἐπιλεγόμενος, ὅσαι ἤδη κινήσεις ἐγένοντο ἐν τῇ πόλει, ὅτι πᾶσαι κατὰ τὰς ἀναπαύλας ἐγένοντο τῶν πολέμων. [3] Κοιντίῳ δ᾽ οὐκ ἐδόκει πόλεμον ἐκφέρειν οὐδένα, ἀγαπητὸν ἀποφαίνοντι, εἰ πρὸς τοὺς ἀναγκαίους τε καὶ ἔξωθεν ἐπαγομένους κινδύνους καλούμενος ὁ δῆμος εὐπειθὴς γένοιτο, καὶ διδάσκοντι, ὡς εἰ βίαν προσάξουσι τοῖς μὴ πειθομένοις εἰς ἀπόνοιαν ἀναγκάσουσιν ἐλθεῖν τὸ δημοτικόν, ὥσπερ καὶ οἱ πρὸ αὐτῶν ἐποίησαν ὕπατοι: ἐξ ὧν κινδυνεύσειν αὐτοὺς δυεῖν θάτερον, ἢ δι᾽ αἵματος καὶ φόνων καταπαῦσαι τὴν στάσιν, ἢ θεραπεύειν αἰσχρῶς ὑπομεῖναι [p. 350] [4] τὸ δημοτικόν. ἦν δ᾽ ἡ τοῦ μηνὸς ἐκείνου ἡγεμονία τῷ Κοιντίῳ προσήκουσα, ὥστ᾽ ἀναγκαῖον ἦν τὸν ἕτερον τῶν ὑπάτων μηδὲν ἄκοντος ἐκείνου ποιεῖν. οἱ δὲ περὶ τὸν Πόπλιον δήμαρχοι οὐθὲν ἔτι διαμελλήσαντες τὸν ἐν τῷ πρόσθεν ἐνιαυτῷ οὐ δυνηθέντα νόμον ἐπικυρωθῆναι πάλιν εἰσέφερον, προσγράψαντες αὐτῷ καὶ τὸ τῶν ἀγορανόμων ἀρχεῖον ἐν ταῖς αὐταῖς ψηφοφορεῖσθαι ἐκκλησίαις, καὶ πάντα τἆλλα, ὅσα ἐν τῷ δήμῳ πράττεσθαί τε καὶ ἐπικυροῦσθαι δεήσει, ὑπὸ τῶν φυλετῶν ἐπιψηφίζεσθαι κατὰ ταὐτόν: ὅπερ ἦν ἄρα τῆς μὲν βουλῆς κατάλυσις φανερά, τοῦ δὲ δήμου δυναστεία.

  τοῦτο μαθοῦσι τοῖς ὑπάτοις φροντὶς εἰσῄει καὶ λογισμός, ὅπως ἂν ἐν τάχει καὶ σὺν τῷ ἀσφαλεῖ τὸ παρακινοῦν καὶ στασιάζον ἐξαιρεθῇ. ὁ μὲν οὖν Ἄππιος ἐπὶ τὰ ὅπλα καλεῖν γνώμην ἐδίδου τοὺς βουλομένους σώζεσθαι τὴν πάτριον πολιτείαν: εἰ δέ τινες ἐνατία θήσονται σφίσι τὰ ὅπλα, τούτους ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ. [2] ὁ δὲ Κοίντιος λόγῳ πείθειν ᾤετο δεῖν τοὺς δημοτικοὺς καὶ μεταδιδάσκειν ὡς δἰ ἄγνοιαν τοῦ συμφέροντος εἰς ὀλέθρια βουλεύματα φερομένους: ἐσχάτης μανίας ἔργον εἶναι λέγων, ἃ παρ᾽ ἑκόντων ἔξεστι φέρεσθαι τῶν συμπολιτευομένων, ταῦτα παρ᾽ ἀκόντων βούλεσθαι λαμβάνειν. [3] ἐπαινεσάντων δὲ καὶ τῶν ἄλλων τῶν συμπαραληφθέντων εἰς τὸ συνέδριον [p. 351] τὴν Κοιντίου γνώμην παρελθόντες εἰς τὴν ἀγορὰν οἱ ὕπατοι λόγον ᾐτοῦντο παρὰ τῶν δημάρχων καὶ χρόνον. μόλις δ᾽ ἀμφοῖν τυχόντες, ἐπειδὴ καθῆκεν ἣν ᾐτήσαντο παρ᾽ αὐτῶν ἡμέραν, ὄχλου παντοδαποῦ συνεληλυθότος εἰς τὴν ἀγοράν, ὃν ἀμφότεραι παρεσκευάσαντο σύμμαχον ἑαυταῖς ἐκ παρακλήσεως αἱ [4] ἀρχαί, παρῆσαν ὡς κατηγορήσοντες τοῦ νόμου. ὁ μὲν οὖν Κοίντιος, τά τ᾽ ἄλλα ἐπιεικὴς ὢν ἀνὴρ καὶ δῆμον οἰκειώσασθαι λόγῳ πιθανώτατος, πρῶτος αἰτησάμενος τὸν λόγον, ἐπιδέξιόν τινα καὶ κεχαρισμένην ἅπασι διεξῆλθε δημηγορίαν, ὥστε τοὺς ὑπὲρ τοῦ νόμου λέγοντας εἰς πολλὴν ἐλθεῖν ἀμηχανίαν, οὔτε δικαιότερα λέγειν ἔχοντας οὔτ᾽ ἐπιεικέστερα. [5] καὶ εἰ μηδὲν ἔτι πολυπραγμονεῖν ὁ συνύπατος αὐτοῦ προείλετο, συγγνοὺς ἂν ὁ δῆμος, ὡς οὔτε δίκαια οὔθ᾽ ὅσια ἀξιῶν ἔλυσε τὸν νόμον: νῦν δ᾽ ἐκείνου λόγον διελθόντος ὑπερήφανον καὶ βαρὺν ἀκουσθῆναι πένησι χαλεπὸς εἰς ὀργὴν ἐγένετο καὶ ἀμείλικτος καὶ εἰς ἔριν ἦλθεν ὅσην οὔπω πρότερον. [6] οὐ γὰρ ὡς ἐλευθέροις τε καὶ πολίταις ὁ ἀνὴρ διαλεγόμενος, οἳ τοῦ θεῖναι τὸν νόμον ἢ λῦσαι κύριοι ἦσαν, ἀλλ᾽ ὡς ἐν ἀτίμοις ἢ ξένοις ἢ μὴ βεβαίως ἔχουσι τὴν ἐλευθερίαν ἐξουσιάζων, πικρὰς καὶ ἀνυπομονήτους ἐποιήσατο κατηγορίας, τῶν τε χρεῶν τὰς ἀποκοπὰς αὐτοῖς ὀνειδίζων καὶ τῶν ὑπάτων τὴν ἀπόστασιν προφέρων, ὅτε τὰ ἱερὰ σημεῖα ἁρπάσαντες ᾤχοντο ἐκ [p. 352] τοῦ στρατοπέδου φυγὴν ἐπιβάλλοντες ἑαυτοῖς ἑκούσιον: τούς θ᾽ ὅρκους ἀνακαλούμενος, οὓς ὤμοσαν τὰ ὅπλα περὶ τῆς γειναμένης αὐτοὺς γῆς ἀναλαμβάνοντες, οἷς κατ᾽ αὐτῆς ἐκείνης ἐχρήσαντο. [7] τοιγάρτοι θαυμαστὸν οὐδὲν ἔφησεν αὐτοὺς ποιεῖν, εἰ θεοὺς μὲν ἐπιορκήσαντες, ἡγεμόνας δὲ καταλιπόντες, πόλιν δ᾽ ἔρημον τὸ καθ᾽ ἑαυτοὺς εἶναι μέρος ἀφέντες, ἐπὶ δὲ πίστεως συγχύσει καὶ νόμων ἀνατροπῇ καὶ πολιτεύματος πατρίου φθορᾷ ποιησάμενοι τὴν κάθοδον, οὐ μετριάζουσιν οὐδὲ χρηστοὺς δύνανται πολίτας ἑαυτοὺς παρασχεῖν, ἀλλ᾽ αἰεί τινος ὀρέγονται πλεονεξίας καὶ παρανομίας, τοτὲ μὲν ἀρχὰς ἐξεῖναι σφίσιν ἀξιοῦντες αὐτοὺς ἐφ᾽ ἑαυτῶν ἀποδεικνύναι, καὶ ταύτας ἀνυπευθύνους ποιοῦντες καὶ παναγεῖς: τοτὲ δ᾽ εἰς ἀγῶνας ὑπὲρ τῶν ἐσχάτων κινδύνων καθιστάντες οὓς αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὰ νόμιμα δικαστήρια, οἷς περὶ θανάτου καὶ φυγῆς ἡ πόλις πρότερον ἔδωκε κρίνειν, μεταφέροντες ἐκ τῆς καθαρωτάτης φυλῆς ἐπὶ τὸν ῥυπαρώτατον ὄχλον: τοτὲ δὲ νόμους εἰσφέροντες οἱ θῆτες καὶ ἀνέστιοι κατὰ τῶν εὐπατριδῶν τυραννικοὺς καὶ ἀνίσους, καὶ οὐδὲ τοῦ προβουλεῦσαι περὶ αὐτῶν ἐξουσίαν τῇ βουλῇ καταλείποντες, ἀλλ᾽ ἀφαιρούμενοι καὶ ταύτην αὐτῆς τὴν [p
. 353] τιμήν, ἣν ἐκ τοῦ παντὸς εἶχεν ἀναμφίλεκτον χρόνου, [8] βασιλευομένης τε καὶ τυραννουμένης τῆς πόλεως. πολλὰ δὲ καὶ ἄλλα τούτοις ὅμοια προσθεὶς καὶ οὐδενὸς οὔτε πικροῦ πράγματος οὔτε βλασφήμου ὀνόματος φεισάμενος, τελευτῶν ἐκεῖνον ἔτι προσέθηκεν τὸν λόγον, ἐφ᾽ ᾧ μάλιστα ἡ πληθὺς ἠγανάκτησεν, ὅτι χρόνον οὐδένα παύσεται στασιάζουσα περὶ παντὸς χρήματος ἡ πόλις, ἀλλ᾽ αἰεί τινα καινὴν ἐπὶ παλαιᾷ νοσήσει νόσον, ἕως ἂν ἡ τῶν δημάρχων ἐξουσία διαμένῃ: διδάσκων, ὅτι πράγματος παντὸς πολιτικοῦ καὶ κοινοῦ τὰς ἀρχὰς προσήκει σκοπεῖν, ὅπως εὐσεβεῖς ἔσονται καὶ δίκαιοι. φιλεῖν γὰρ ἐκ μὲν τῶν ἀγαθῶν σπερμάτων χρηστοὺς γίγνεσθαι καὶ εὐτυχεῖς τοὺς καρπούς, ἐκ δὲ τῶν πονηρῶν κακοὺς καὶ ὀλεθρίους.

 

‹ Prev